Χορός
τίνες σε δόξαι, φίλτατʼ ἀνθρώπων πατρί,
στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
Ὀρέστης
οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
Χορός
ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
1055
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
Ὀρέστης
ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
Χορός
εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν
ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
1060
Ὀρέστης
ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ·
ἐλαύνομαι δὲ κοὐκέτʼ ἂν μείναιμʼ ἐγὼ.
Χορός
ἀλλʼ εὐτυχοίης, καί σʼ ἐποπτεύων πρόφρων
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
Libation Bearers. Aeschylus. Herbert Weir Smyth (Translator). New York. 1926.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.