ΧΟ.
Τίνες σε δόξαι, φίλτατ' ἀνθρώπων πατρί,
στροβοῦσιν ; ἴσχε, μὴ φοβοῦ, νικῶν πολύ.
ΟΡ.
Οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
1055
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
ΧΟ.
Ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
ΟΡ.
Ἄναξ Ἄπολλον, αἵδε
πληθύουσι
πληθύουσαι δή,
κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
1060
ΧΟ.
Εἷς σοι
εἰσσ ὁ καθαρμός· Λοξίου δὲ προσθιγών,
ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
ΟΡ.
Ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ', ἐγὼ δ' ὁρῶ·
ἐλαύνομαι δὲ κοὐκέτ᾽
ἂν μείναιμ'
ἀμμείναιμ” ἐγώ.
ΧΟ.
Ἀλλ' εὐτυχοίης, καί σ' ἐποπτεύων πρόφρων
1065
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
Libation Bearers. Aeschylus. Paul Mazon (Editor). Paris. 1920-1925.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Schmidt Sciences.