Seven Against Thebes. Aeschylus. ed. Gottfried Hermann. Lipsiae. 1852.
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
Current edition Experimental
Critical apparatus to Seven Against Thebes (OCR draft) (Latin) (Latin and Greek critical apparatus to Gottfried Hermann's 1852 edition of Seven Against Thebes.)
Provisional text from uncorrected OCR; expect errors.
Editions (7)
Ἑπτὰ ἐπὶ Θήβας First1KGreek (Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.) — 369-416 focus
Ημιχόριον
ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,
370
σπουδῇ διώκων πομπίμους χνόας ποδοῖν.
Ἡμιχόριον Β
καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος
εἰς
1
ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν:
σπουδὴ δὲ καὶ τοῦδ᾽ εὖ καταρτίζει
2
πόδα.
Αγγελος
λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
375
ὥς τ᾽
3
ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
ὁ μάντις: οὐ γὰρ σφάγια γίγνεται
4
καλά.
Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος
5
380
μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ:
θείνει
6
δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους
σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δὲ τῷ
7
385
χαλκήλατοι κλάζουσι κώδωνες φόβον:
ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε,
φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον:
λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
390
τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς
8
βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
ὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων.
9
τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν
395
κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;
Ετεοκλης
κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,
οὐδ᾽ ἑλκοποιὰ γίγνεται
10
τὰ σήματα:
λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.
καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος
400
ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
τάχ᾽ ἂν γένοιτο μάντις ἁνοία
11
τινί.
εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι,
τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε
γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον,
405
καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.
12
ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,
μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους.
410
αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.
σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος,
Μελάνιππος: ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ:
Δίκη δ᾽ ὁμαίμων
13
κάρτα νιν προστέλλεται
415
εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
417
Ἑπτὰ ἐπὶ Θήβας Perseus (Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.) — 369-416 focus
Ἡμιχόριον Α
ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
πευθώ τινʼ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,
370
σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.
Ἡμιχόριον Β
καὶ μὴν ἄναξ ὅδʼ αὐτὸς Οἰδίπου τόκος
εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
σπουδὴ δὲ καὶ τοῦδʼ οὐκ ἀπαρτίζει πόδα.
Ἄγγελος
λέγοιμʼ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
375
ὥς τʼ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
βρέμει, πόρον δʼ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.
Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος
380
μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·
θείνει δʼ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
τοιαῦτʼ ἀυτῶν τρεῖς κατασκίους λόφους
σείει, κράνους χαίτωμʼ, ὑπʼ ἀσπίδος δʼ ἔσω
385
χαλκήλατοι κλάζουσι κώδωνες φόβον·
ἔχει δʼ ὑπέρφρον σῆμʼ ἐπʼ ἀσπίδος τόδε,
φλέγονθʼ ὑπʼ ἄστροις οὐρανὸν τετυγμένον·
λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
390
τοιαῦτʼ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς
βοᾷ παρʼ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.
τίνʼ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν
395
κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;
Ἐτεοκλής
κόσμον μὲν ἀνδρὸς οὔτινʼ ἂν τρέσαιμʼ ἐγώ,
οὐδʼ ἑλκοποιὰ γίγνεται τὰ σήματα·
λόφοι δὲ κώδων τʼ οὐ δάκνουσʼ ἄνευ δορός.
καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδος
400
ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
τάχʼ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.
εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὀφθαλμοῖς πέσοι,
τῷ τοι φέροντι σῆμʼ ὑπέρκομπον τόδε
γένοιτʼ ἂν ὀρθῶς ἐνδίκως τʼ ἐπώνυμον,
405
καὐτὸς καθʼ αὑτοῦ τήνδʼ ὕβριν μαντεύσεται.
ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
τῶνδʼ ἀντιτάξω προστάτην πυλωμάτων,
μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
τιμῶντα καὶ στυγοῦνθʼ ὑπέρφρονας λόγους.
410
αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δʼ εἶναι φιλεῖ.
σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος,
Μελάνιππος· ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ·
Δίκη δʼ ὁμαίμων κάρτα νιν προστέλλεται
415
εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
Ἑπτὰ ἐπὶ θήβας (OCR draft) Experimental (Ἑπτὰ ἐπὶ θήβας. Guilielmus Dindorfius, 1882.) — 357 focus
Ἑπτὰ ἐπὶ θήβας (OCR draft) Experimental (Ἑπτὰ ἐπὶ θήβας. Gottfried Hermann, 1852.) — 357 focus
παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν ἀλγύνει
κυρήσας, πικρόν γ' ὄμμα θαλαμηπόλων·
340
πολλὰ δ᾽ ἀκριτόφυρτος
γᾶς δόσις οὐτιδανοῖς
ἐν ῥοθίοις φορεῖται·
δμωΐδες δὲ καινοπήμονες νέαι,
τλῆμον αἰχμάλωτον εὐνὰν
345
ἀνδρὸς εὐτυχοῦντος, ὡς
δυςμενοῦς ὑπερτέρου,
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
παγκλαύτων ἀλγέων ἐπίρροθον.
ΕΠΤΑ ΕΠΙ θΗΒΑΣ (OCR draft) Experimental (ΕΠΤΑ ΕΠΙ θΗΒΑΣ. Paul Mazon, 1920-1925.) — 357 focus
Παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν
Ant. 3.
ἀλγύνει κυρήσας, πικρὸν δ'
ὄμμα
θαλαμοπόλων
θαλαμηπόλων·
πολλὰ δ' ἀκριτόφυρτος
360
γᾶς δόσις οὐτιδανοῖς
ἐν ῥοθίοις φορεῖται.
Δμωΐδες δὲ καινοπήμονες <νέαι>
1
τλάμονες εὐνὰν <αἰχμάλωτον>
ἀνδρὸς εὐτυχοῦντος, ὡς
365
δυσμενοῦς ὑπερτέρου
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
παγκλαύτων ἀλγέων ἐπίρροθον.
Ἑπτὰ ἐπὶ θήβας (OCR draft) Experimental (Ἑπτὰ ἐπὶ θήβας. N. Wecklein, 1885.) — 357 focus
ΧΟ.
δμῳίδες δὲ καινοπήμονες νέαι
350
τλήμονες εὐνὰν αἰχμάλωτον
ἀνδρὸς εὐτυχοῦντος ὡς
δυσμενοῦς ὑπερτέρου
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
παγκλαύτων ἀλγέων ἐπίρροθον.
355
ΗΜΙΧ.
Aeschyli Septem contra Thebas (OCR draft) Experimental (Aeschyli Septem contra Thebas. Ulrich von Wilamowitz-Moellendorff, 1914.) — 357 focus
Testim.:
Apparatus Criticus
τὰ δὲ δὲ καὶ π. δὲ del Brunck, sed displicet asyndeton χραίνεται κρίνεται δ᾽ ἐπιπνεῖ δ᾽ ἐπιπνεῖ δὲ πιτνεῖ δ᾽ ἐπιπιτνεῖ ἀν᾽ ἄστυ, περὶ [πόλιν] δ᾽ ποτὶ πόλιν δ' ποτὶ πόλιν ποτὶ δέ πτόλιν π. δ. πόλιν καὶ ποτὶ πτόλιν πόλιν del. Herm., correxi. urbem cingit murorum rete, ita ut fugae locus non sit δόρει δορί καίνεται κλίνεται M corr. m; κραίνεται βλαχαὶ βλαχαί βληχαί ἀρτιτρεφεῖς ἀρτιβρεφεῖς (in K glossa τῶν ἀρτιβρεφῶν) ἀρτετρεβεῖς ξυμβολεῖ ξυμβολεῖ ξυμβολή ξυμβαλεῖ ξυμβάλλει ξύννομον ξύνομον ξύνεμον λελιμμένοι λελημμ. Μ(λαβεῖν βουλόμενοι schol.) P(λελειμ. P2 λελιμ. in schol. V1KR τἀκ τί ἐκ τίν' ἐκ correxi. schol. (fortasse post i rasura) πλέον λαβεῖν ἑκάστου τῶν πολεμίων βουλομένου πάρεστι λογίζεσθαι τὸ ξυμβησόμενον. quod in proximis singillatim describitur θαλαμοπόλων θαλαμηπόλων τῶν θ. correxi ἀκριτόφυρτος δακρυτοφ. ῥοθίοις ῥοθίοις ῥοθίοισι
ΧΟ.
τλήμον᾽ αὖσαν αἰχμάλωτον
365
ἀνδρὸς εὐτυχοῦντος ὥς
δυσμενούς ὑπερτέρου
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
παγκλαύτων
ἀλγέων ἐπίρροθον. =
370
Translations (8)
Seven Against Thebes Perseus (Aeschylus, Volume 1. Smyth, Herbert Weir, translator. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922. (Modernized by Perseus.)) — 369-415 focus
LEADER OF THE FIRST HALF-CHORUS
The scout, I believe,
is bringing some fresh news of the army to us, my friends, since the joints of his legs are hastily speeding as they carry him on his mission.
370
LEADER OF THE SECOND HALF-CHORUS
And, indeed, here is our lord himself, the son of Oedipus, at the right moment to hear the messenger’s report. Haste makes his stride uneven, too.
Scout
It is with certain knowledge that I will give my account of the enemy’s actions, how each man according to lot has been posted at the gates. Tydeus is already storming opposite the Proetid gates; but the seer will not allow him to ford the Ismenus because the omens from the sacrifices are not favorable.
375
Yet Tydeus, raging and eager for battle, shouts like a serpent hissing at high noon, and lashes skilled Oecles’ son, with the taunt that he cringes in cowardice before death and battle. With such cries he shakes three overshadowing plumes,
380
his helmet’s mane, while from under his shield, bells forged of bronze therein ring out a fearsome clang. He has this haughty symbol on his shield: a well-crafted sky, ablaze with stars, and the brightness of the full moon shining in the center of the shield,
385
the moon that is the most revered of the stars, the eye of night. Raving so in his arrogant armor, he shouts beside the river-bank, craving battle, like some charger that fiercely champs at the bit as he waits in eagerness for the trumpet’s war-cry.
390
Whom will you send against him? Who will be capable of standing as our champion at the Proetid gate when its bars are loosened?
395
Eteocles
I would not tremble before any mere ornaments on a man. Nor can signs and symbols wound and kill—crests and bell have no bite without the spear.
And regarding this "night" which you describe on his shield, sparkling with heaven’s stars—perhaps the folly of it might yield to one some prophetic understanding. For should night fall on this man’s eyes as he dies, then to its bearer this arrogant symbol
400
would prove rightly and justly named; and it is against himself that he will have prophesied this outrageous violence. Now as for me, against Tydeus I will station the trusty son of Astacus as defender of this gate, since he is full noble and
405
reveres the throne of Honor and detests proud speech. He is slow to act disgracefully, and he has no cowardly nature. His race springs from the men sown of the dragon’s teeth, from one of those whom Ares spared, and so Melanippus is truly born of our land. Ares will decide the outcome with a throw of the dice;
410
but Justice, his kin by blood, indeed sends this man forth to keep the enemy spear from the mother that gave him birth.
Exit Melanippus.
415
The Seven against Thebes. (OCR draft) Experimental (The Seven against Thebes.. Theodore Alois Buckley, 1849.) — 357 focus
Semi-Chorus
LES SEPT CONTRE THÈBES (OCR draft) Experimental (LES SEPT CONTRE THÈBES. Paul Mazon, 1920-1925.) — 357 focus
d'amertume. Par masses, pêle-mêle, les dons de la glèbe roulent en torrents inutiles. Et des captives, encore novices à la souffrance, sanglotent en songeant au lit réservé à l'esclave,
au lit du soldat à qui le hasard les donne 1 : elles n'ont plus d'autre sort à attendre que de servir aux nuits d'un ennemi vainqueur, pour renforcer des douleurs déjà dignes de toutes leurs larmes.
LE CORYPHÉE
The Seven Chiefs against Thebes (OCR draft) Experimental (The Seven Chiefs against Thebes. Robert Potter, 1779.) — 357 focus
SEMICHORUS.
Eschilo, I Sette a Tebe: traduzione italiana di Ettore Romagnoli (OCR draft) Experimental (Eschilo, I Sette a Tebe: traduzione italiana di Ettore Romagnoli. Ettore Romagnoli, 1922.) — 357 focus
dei pargoli mo' nati:
è della fuga il bottino fratello:
carchi di preda, urtano questo in quello:
385
quei che privo ancor n'è, l'un l'altro chiama
partecipe al saccheggio:
ché minor parte o ugual, nessuno brama.
Qual presagio da ciò formare io deggio?
3
Antistrofe III
Aeschylus, Septem ad Thebas: versio Latina Ioannis Sanravii (OCR draft) Experimental (Aeschylus, Septem ad Thebas: versio Latina Ioannis Sanravii. Ioannes Sanravius, 1555.) — 357 focus
Famule uerò communia patientes iuuenes
Mifera, cubile captiuum uiri
Fœlicis tanquam longe inimici habebunt
Spes est nocturnum finem accedere,
335
Flebilium dolorum adiutorem.
Sem.
English (E. D. A. Morshead, 1908) (OCR draft) Experimental (Aeschylus, Seven against Thebes — Morshead translation. Wikisource transcription; speech corresp and card milestones aligned to Smyth perseus-grc2.) — 357 focus
And all the wealth of earth to waste is poured—
A sight by all abhorred!
The grieving housewives eye it; heaped and blent,
Earth's boons are spoiled and spent,
310
And waste to nothingness; and O alas,
Young maids, forlorn ye pass—
Fresh horror at your hearts—beneath the power
Of those who crop the flower!
Ye own the ruffian ravisher for lord,
315
And night brings rites abhorred!
Woe, woe for you! upon your grief and pain
There comes a fouler stain.
[
Enter, on one side,
The Spy;
on the
other,
Eteocles
and the
Six Champions.
Semi-Chorus
German (J. J. C. Donner, 1854; OCR review) (OCR draft) Experimental (Aeschylos. Deutsch in den Versmaßen der Urschrift. Stuttgart: Hoffmann, 1854. Native Donner line citations, Smyth card correspondence, selected textual readings and metrical facsimiles. Remaining OCR differences and unattributed reading notes are documented in the linked review inventory.) — 357 focus
Jegliche Frucht des Feldes,
Zerstreut am Grund, verkümmert,
Und wehmüthig blickt, härmet sich die Schaffnerin.
Auch viel Gaben der Erde
Nafst durcheinandergewühlt
340
Nichtige Flut von dannen.
Und die neuen Mägde, die der Speer gewann,
Dulden ungewohnte Schmerzen
Auf des stolzen Siegers Lager.
So in Feindes Händen bleibt
345
Eine Hoffnung nur: die Todesnacht erscheint,
Des schwermuthvollen Leides Löserin.
Führerin des ersten Halbchors.
Commentary
Critical apparatus to Seven Against Thebes (OCR draft) (Latin and Greek critical apparatus to Gottfried Hermann's 1852 edition of Seven Against Thebes.) focus
335.
mvp-aeschylus-tlg0085-tlg004-hermann1852-appcrit-lat1-462
Commentary (N. Wecklein, 1902; German; OCR draft) (Seven Against Thebes, explanatory commentary pp. 15–100. Single-witness OCR; source readings and all reference placements require scan review.) focus
274-355.
mvp-aeschylus-tlg0085-tlg004-wecklein1902-com-ger1-197
335.
mvp-aeschylus-tlg0085-tlg004-wecklein1902-com-ger1-229