Persians. W. S. Teuffel. ed. N. Wecklein. . .
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
Current edition Experimental
Commentary (W. S. Teuffel; revised by N. Wecklein, 1886; German; OCR draft) (German) (Persians, explanatory commentary pp. 43–97. Single-witness OCR; source readings and all reference placements require scan review.)
Provisional text from uncorrected OCR; expect errors.
Editions (6)
Πέρσαι Perseus (Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.) — 932-1076 focus
Ξέρξης
ὅδʼ ἐγώ, οἰοῖ, αἰακτὸς
μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ
κακὸν ἄρʼ ἐγενόμαν.
Χορός
πρόσφθογγόν σοι νόστου τὰν
935
κακοφάτιδα βοάν,
κακομέλετον ἰὰν
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω πέμψω,
πολύδακρυν ἰαχάν.
940
Ξέρξης
ἵετʼ αἰανῆ
καὶ πάνδυρτον
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδʼ αὖ
μετάτροπος ἐπʼ ἐμοί.
Χορός
ἥσω τοι τὰν πάνδυρτον,
σὰ πάθη τε σέβων
945
ἁλίτυπά τε βάρη,
πόλεως γέννας πενθητῆρος·
κλάγξω κλάγξω
δὲ γόον ἀρίδακρυν.
Ξέρξης
Ἰάνων γὰρ ἀπηύρα,
950
Ἰάνων ναύφρακτος
Ἄρης ἑτεραλκὴς
νυχίαν πλάκα κερσάμενος
δυσδαίμονά τʼ ἀκτάν.
Χορός
οἰοιοῖ βόα καὶ πάντʼ ἐκπεύθου.—
955
ποῦ δὲ φίλων ἄλλος ὄχλος,
ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης,
Σούσας, Πελάγων,
καὶ Δοτάμας, ἠδʼ Ἀ-
γδαβάτας, Ψάμμις, Σουσισκάνης τʼ
960
Ἀγβάτανα λιπών;
Ξέρξης
ὀλοοὺς ἀπέλειπον
Τυρίας ἐκ ναὸς
ἔρροντας ἐπʼ ἀκταῖς
Σαλαμινιάσι στυφελοῦ
965
θείνοντας ἐπʼ ἀκτᾶς.
Χορός
οἰοιοῖ,
βόα· ποῦ σοι Φαρνοῦχος
Ἀριόμαρδός τʼ ἀγαθός,
ποῦ δὲ Σευάλκης ἄναξ,
ἢ Λίλαιος εὐπάτωρ,
970
Μέμφις, Θάρυβις, καὶ Μασίστρας,
Ἀρτεμβάρης τʼ ἠδʼ Ὑσταίχμας;
τάδε σʼ ἐπανερόμαν.
Ξέρξης
ἰὼ ἰώ μοί μοι
τὰς ὠγυγίους κατιδόντες
975
στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,
ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ.
Χορός
ἦ καὶ τὸν Περσᾶν αὐτοῦ
τὸν σὸν πιστὸν πάντʼ ὀφθαλμὸν
μυρία μυρία πεμπαστὰν
980
Βατανώχου παῖδʼ Ἄλπιστον
τοῦ Σησάμα τοῦ Μεγαβάτα,
Πάρθον τε μέγαν τʼ Οἰβάρην
ἔλιπες ἔλιπες;
ὢ ὢ
ὢ δᾴων.
985
Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.
Ξέρξης
ἰὼ ἰὼ δῆτα
ἴυγγʼ ἀγαθῶν ἑτάρων μοι
ὑπομιμνήσκεις
κινεῖς ἄλαστα στυγνὰ πρόκακα λέγων.
990
βοᾷ βοᾷ
μοι μελέων ἔντοσθεν ἦτορ.
Χορός
καὶ μὴν ἄλλους γε ποθοῦμεν,
Μάρδων ἀνδρῶν μυριοταγὸν
Ξάνθιν ἄρειόν τʼ Ἀγχάρην,
Δίαιξίν τʼ ἠδʼ Ἀρσάκην
995
ἱππιάνακτας,
Κηγδαδάταν καὶ Λυθίμναν
Τόλμον τʼ αἰχμᾶς ἀκόρεστον.
ἔταφον ἔταφον,
οὐκ ἀμφὶ σκηναῖς
1000
τροχηλάτοισιν ὄπιθεν
δʼ· ἑπομένους.
Ξέρξης
βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.
Χορός
βεβᾶσιν, οἴ, νώνυμοι.
Ξέρξης
ἰὴ ἰή, ἰὼ ἰώ.
Χορός
ἰὼ ἰώ, δαίμονες,
1005
ἔθεθʼ ἄελπτον κακὸν
διαπρέπον, οἷον δέδορκεν Ἄτα.
Ξέρξης
πεπλήγμεθʼ οἵᾳ διʼ αἰῶνος τύχᾳ·
Χορός
πεπλήγμεθʼ· εὔδηλα γάρ·
Ξέρξης
νέᾳ νέᾳ δύᾳ δύᾳ.
1010
Χορός
κύρσαντες οὐκ εὐτυχῶς
Ἰάνων ναυβατᾶν.
δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
Ξέρξης
πῶς δʼ οὔ; στρατὸν μὲν τοσοῦ-
τον τάλας πέπληγμαι.
1015
Χορός
τί δʼ οὔκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν.
Ξέρξης
ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;
Χορός
ὁρῶ ὁρῶ.
Ξέρξης
τόνδε τʼ ὀιστοδέγμονα—
1020
Χορός
τί τόδε λέγεις σεσωσμένον;
Ξέρξης
θησαυρὸν βελέεσσιν;
Χορός
βαιά γʼ ὡς ἀπὸ πολλῶν.
Ξέρξης
ἐσπανίσμεθʼ ἀρωγῶν.
Χορός
Ἰάνων λαὸς οὐ φυγαίχμας.
1025
Ξέρξης
ἀγανόρειος· κατεῖ-
δον δὲ πῆμʼ ἄελπτον.
Χορός
τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;
Ξέρξης
πέπλον δʼ ἐπέρρηξʼ ἐπὶ συμφορᾷ κακοῦ.
1030
Χορός
παπαῖ παπαῖ.
Ξέρξης
καὶ πλέον ἢ παπαῖ μὲν οὖν.
Χορός
δίδυμα γάρ ἐστι καὶ τριπλᾶ—
Ξέρξης
λυπρά, χάρματα δʼ ἐχθροῖς.
Χορός
καὶ σθένος γʼ ἐκολούσθη—
1035
Ξέρξης
γυμνός εἰμι προπομπῶν.
Χορός
φίλων ἄταισι ποντίαισιν·
Ξέρξης
δίαινε δίαινε πῆμα· πρὸς δόμους δʼ ἴθι.
Χορός
αἰαῖ αἰαῖ, δύα δύα.
Ξέρξης
βόα νυν ἀντίδουπά μοι.
1040
Χορός
δόσιν κακὰν κακῶν κακοῖς.
Ξέρξης
ἴυζε μέλος ὁμοῦ τιθείς.
Χορός
ὀτοτοτοτοῖ.
βαρεῖά γʼ ἅδε συμφορά.
οἲ μάλα καὶ τόδʼ ἀλγῶ.
1045
Ξέρξης
ἔρεσσʼ ἔρεσσε καὶ στέναζʼ ἐμὴν χάριν.
Χορός
διαίνομαι γοεδνὸς ὤν.
Ξέρξης
βόα νυν ἀντίδουπά μοι.
Χορός
μέλειν πάρεστι, δέσποτα.
Ξέρξης
ἐπορθίαζέ νυν γόοις.
1050
Χορός
ὀτοτοτοτοῖ.
μέλαινα δʼ ἀμμεμείξεται,
οἴ, στονόεσσα πλαγά.
Ξέρξης
καὶ στέρνʼ ἄρασσε κἀπιβόα τὸ Μύσιον.
Χορός
ἄνιʼ ἄνια.
1055
Ξέρξης
καί μοι γενείου πέρθε λευκήρη τρίχα.
Χορός
ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.
Ξέρξης
ἀύτει δʼ ὀξύ.
Χορός
καὶ τάδʼ ἔρξω.
Ξέρξης
πέπλον δʼ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.
1060
Χορός
ἄνιʼ ἄνια.
Ξέρξης
καὶ ψάλλʼ ἔθειραν καὶ κατοίκτισαι στρατόν.
Χορός
ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.
Ξέρξης
διαίνου δʼ ὄσσε.
Χορός
τέγγομαί τοι.
1065
Ξέρξης
βόα νυν ἀντίδουπά μοι.
Χορός
οἰοῖ οἰοῖ.
Ξέρξης
αἰακτὸς ἐς δόμους κίε.
Χορός
ἰὼ ἰώ,
Περσὶς αἶα δύσβατος.
1070
Ξέρξης
ἰωὰ δὴ κατʼ ἄστυ.
Χορός
ἰωὰ δῆτα, ναὶ ναί.
Ξέρξης
γοᾶσθʼ ἁβροβάται.
Χορός
ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.
Ξέρξης
ἰὴ ἰὴ τρισκάλμοισιν,
ἰὴ ἰή, βάρισιν ὀλόμενοι.
1075
Χορός
πέμψω τοί σε δυσθρόοις γόοις.
Πέρσαι (OCR draft) Experimental (Πέρσαι. Guilielmus Dindorfius, 1882.) — 932 focus
ΞΕ.
ὅδ᾽ ἐγὼ, οἰοῖ, αἰακτὸς
μέλεος γέννᾳ γᾷ τε πατρώᾳ
κακὸν ἄρ᾽ ἐγενόμαν.
ΧΟ.
πρόσφθογγόν σοι νόστου τὰν
935
κακοφάτιδα βοὰν, κακομέλετον ἰαν
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω πολύδακρυν ἰακχάν.
ΞΕ.
ἵετ᾿ αἰανῆ πάνδυρτον
940
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ᾽ αὖ
μετάτροπος ἐπ᾿ ἐμοί.
ΧΟ.
ἥσω τοι καὶ πάνδυρτον,
λαοπαθῆ τε σεβίζων ἁλίτυπά τε βάρη,
945
πόλεως γέννας πενθητῆρος.
κλάγξω δ᾽ αὖ γόον ἀρίδακρυν.
ΞΕ.
Ἰάνων γὰρ ἀπηύρα,
Ἰάνων ναύφαρκτος
950
"Αρης ἑτεραλκὴς
νυχίαν πλάκα κερσάμενος
δυσδαίμονά τ᾽ ἀκτάν.
ΧΟ.
οἰοιοῖ βόα καὶ πάντ' ἐκπεύθου.
ποῦ δὲ φίλων ἄλλος ὄχλος,
955
ποῦ δὲ σοὶ παραστάται,
Πέρσαι (OCR draft) Experimental (Πέρσαι. Gottfried Hermann, 1852.) — 932 focus
Χορός
πρόςφθογγόν σοι νόστου τὴν
κακοφάτιδα βοάν, κακομέλετον ἰὰν
915
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω πέμψω πολύδακρυν ἰαχάν.
Ξέρξης
ἀντ. α'.
Χορός
ἥσω τοι καὶ πάνδυρτος
δαϊπανέα σέβων ἁλίτυπά τε βάρη
πόλεως γέννας πενθητῆρος·
κλάγξω κλάγξω δ᾽ ἀρίδακρυν ἰαχάν.
Ξέρξης
στρ. β'.
Χορός
οἰοιοῖ βόα, καὶ πάντ᾽ ἐκπεύθου.
ποῦ δὲ φίλων ἄλλος ὄχλος,
930
ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης,
ΠΕΡΣΑΙ. 119
Χορός
Σούσας, Πελάγων, Ψάμμις, Δοτάμας
ἠδ᾽ Ἀγδαβάτας, Σουσισκάνης
τἀκβάτανα προλιπών;
935
Ξέρξης
ἀντ. β'.
ΠΕΡΣΑΙ (OCR draft) Experimental (ΠΕΡΣΑΙ. Paul Mazon, 1920-1925.) — 932 focus
ΞΕΡΞΗΣ
Ὅδ' ἐγών, οἰοῖ, αἰακτὸς
Str. 1.
μέλεος, γέννᾳ γᾷ τε
πατρῴᾳ
πατρίαι
κακὸν ἄρ' ἐγενόμαν.
930
ΧΟΡΟΣ
Πρόσφθογγόν σοι νόστου τὰν
κακοφάτιδα βοάν, κακομέλετον ἰὰν
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω
πέμψω πέμψω, πολύδακρυν ἰαχάν.
ΞΕΡΞΗΣ
Ἵετ' αἰανῆ
πάνδυρτον
καὶ πανόδυρτον
935
Ant. 1.
δύσθροον αὐδάν· δαίμων γὰρ ὅδ' αὖ
μετάτροπος ἐπ' ἐμοί.
ΧΟΡΟΣ
Ἥσω τοι τὰν
πάνδυρτον
πανόδυρτον,
νεοπαθέα
λαοπαθῆ τε
σέβων
σεβίζων ἁλίτυπά τε βάρη,
πόλεως, γέννας πενθητῆρος·
940
κλάγξω δ' αὖ γόον ἀρίδακρυν.
ΠΕΡΣΑΙ
ΞΕΡΞΗΣ
Ἰάνων γὰρ ἀπηύρα,
Str. 2.
Ἰάνων ναύφρακτος
Ἄρης ἑτεραλκὴς
νυχίαν πλάκα κερσάμενος
945
δυσδαίμονά τ' ἀκτάν.
ΧΟΡΟΣ
Οἰοῖ, βόα καὶ πάντ' ἐκπεύθου.
Ποῦ δὲ φίλων ἄλλος ὄχλος ;
ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης,
950
Σούσας, Πελάγων,
Δοτάμας
καὶ δοτάμας (uel δοτάβας) ἠδ' Ἀγδαβάτας, Ψάμμις
Σουσισκάνης
τ' Ἀγβάτανα
τἀκβάτανα λιπών ;
Πέρσαι (OCR draft) Experimental (Πέρσαι. N. Wecklein, 1885.) — 932 focus
ΞΕ.
μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ
935
κακὸν ἄρ᾽ ἐγενόμαν.
ΧΟ.
1
πρόσφθογγόν σοι νόστου τὴν
κακοφάτιδα βοάν,
κακομέλετον ἰὰν
Μαριανδυνοῦ θρηνητῆρος
940
πέμψω,
πολύδακρυν ἰαχάν.
ΞΕ.
1
ΧΟ.
1
ἥσω τοι καὶ πάνδυρτον
λαοπαθῆ τε σέβων
ἁλίτυπά τε βάρη
πόλεως γέννας πενθητῆρος,
ΧΟ.
κλάγξω δ᾽ αὖ
950
γόον ἀρίδακρυν.
ΞΕ.
2
ΧΟ.
2
οἰοιοῖ βόα καὶ πάντ᾽ ἐκπεύθου·
ποῦ δὲ φίλων ἄλλος ὄχλος,
ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης,
960
Σούσας, Πελάγων,
καὶ Δοτάμας
ἠδ᾽ Ἀγαβάτας, Ψάμμις, Σουσισκάνης τ᾽
Ἀγβάτανα λιπών;
ΞΕ.
2
Aeschyli Persae (OCR draft) Experimental (Aeschyli Persae. Ulrich von Wilamowitz-Moellendorff, 1914.) — 932 focus
ΞΕ.
ὅδ᾽ ἐγών, οἰοῖ, αἰακτός·
μέλεος γένναι γᾶι τε πατρώιαι
κακὸν ἄρ᾽ ἐγενόμαν.
ΧΟ.
πέμψω πρόσφθογγόν σοι νόστου [τὰν]
κακοφάτιδα βοάν, κακομέλετον ἰάν·
935
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω πολύδακρυν ἰαχάν. –
ΞΕ.
ἵετ᾿ αἰανῆ [καὶ] πάνδυρτον
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ᾽ αὖ
μετάτροπος ἐπ᾿ ἐμοί.
940
ΧΟ.
ἥσω τοι (σοι) καὶ πάνδυρτον,
σὰ πάθη τε σέβων ἁλίτυπά τε βάρη
Testim.:
Apparatus Criticus
φῶτες om. τοξοδάμαντες τοξοδάμαντις ταρφύς τις γὰρ φύστις corr. Franz ἐξέφθινται ἔφθινται (βασιλεῦ) κεδνᾶς ἀλκᾶς 1 κεδνῆς ἀλκῆς scribendum Ἀσία δὲ χθὼn Ἀσίας γαῖαν γᾶν κατὰ γᾶν [βασιλεῦ γαίας] om. delevi traiecto βασιλεῦ αἰνῶς αἰνῶς ὡς ἐπὶ ὡς αἰνῶς ἐπὶ ἐγών ἐγώ πατρώιαι πατρώιαι πατρίαι τε om. πρόσφθογγόν προσφθόγγου πρὸ φθόγγου Μαριανδυνοῦ μαριανδηνοῦ -δινοῦ θρηνητῆρος θρηνατ. πέμψω πέμψω πέμψω αἰανῆ αἰανήν [καὶ] del. Passow πάνδυρτον πανόδυρτον δύσθροον δύσθροαν μετάτροπος μετάτρεπτος τοι (σοι) τοι σοι supplevi cf. Ag. 974 σὰ πάθη λαοπαθή corr. Burney τε om. σέβων σεβίζων corr. Elmsley
ΧΟ.
πόλεως γέννας, πενθητῆρος
κλάγξω δ᾽ αὖ γόον ἀρίδακρυν. =
ΞΕ.
Ἰάνων γὰρ ἀπηύρα,
Ἰάνων ναύφρακτος
950
Ἄρης ἑτεραλκής,
νυχίαν πλάκα κερ-
σάμενος δυσδαίμονά τ᾽ ἀκτάν.
ΧΟ.
οἰοιοῖ.
ΞΕ.
βόα καὶ πάντ᾽ ἐκπεύθου.
ΧΟ.
ποῦ δὲ φίλων ἄλλος ὄχλος,
955
ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης
Σούσας Πελάγων ἠδ᾽ ᾿Αγαβάτας
Δοτάμας Ψάμμις Σουσισκάνης
τ᾿Αγαβάτανα λιπών; –
Translations (8)
Persians Perseus (Aeschylus, Volume 1. Smyth, Herbert Weir, translator. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922. (Modernized by Perseus.)) — 932-1076 focus
Xerxes
Behold me, alas, a fitting subject for lamentation, born a source of ruin to my race and fatherland.
Chorus
As a greeting for your return home I will lift up an ill-omened cry of woe, the voice, versed in lamentation, of a Mariandynian mourner,
935
a wail attended by many a tear.
940
Xerxes
Utter a strain of lamentation, plaintive and discordant. For Fortune has now veered and turned against me.
Chorus
I will indeed utter the song of lamentation
in commemoration of your sufferings and of our strongly-manned ships, buffeted by waves; the plaintive strain of our land which mourns its sons. And I will cry aloud in lamentation, shedding many a tear.
945
Xerxes
Yes, for the Ionian naval force, turning the tide of battle, swept them away, the Ionian host, ravaging the dark sea and the shore of doom.
950
Chorus
Woe! woe! cry aloud, learn about the whole disaster. Where is the rest of the multitude of your comrades? Where are those who stood by your side, such as Pharandaces, Susas, Pelagon, Dotamas, and
955
Agdabatas, Psammis, and Susiscanes of
Agbatana
?
960
Xerxes
By the shores of
Salamis
, dashing against its rugged shore,
I left them, fallen in death from a Tyrian ship.
965
Chorus
Woe! woe! cry aloud! Where is your beloved Pharnuchus, and the courageous Ariomardus? Where is prince Seualces,
or Lilaeus of noble lineage,
Memphis
, Tharybis and Masistras, Artembares and Hystaechmas? This I ask you.
970
Xerxes
Woe, woe is me!
They beheld ancient and hateful
Athens
and with one convulsive struggle (alas, alas !) poor wretches, they lie gasping on the shore.
975
Chorus
Did you really lose your trusty eye
1
there, that which
counted tens upon tens of thousands of the Persians, Batanochus’ son Alpistus . . . son of Sesames, Megabates’ son, Parthos and mighty Oebares, did you leave these behind?
980
Alas, alas, the unhappy men! You speak of woe, surpassing woe, for noble Persians.
985
Xerxes
In truth you stir yearning in me for my gallant comrades
when you tell me of woe, surpassing woe, hateful and unforgettable. The heart within me cries out aloud for the wretched ones.
990
Chorus
And yet there are others too whom we miss: Xanthis, commander of a myriad Mardian men, and warlike Anchares,
Diaexis, too, and Arsaces, captains of the horse, Cegdadatas and Lythimnas, and Tolmus, insatiate in war. I marvel,
995
that they do not follow behind around your wheeled tent.
1000
Xerxes
Gone are they who were leaders of the host.
Chorus
Gone, alas, ingloriously.
Xerxes
Alas, alas!
Chorus
Alas, alas, you powers divine, you brought ruin upon us, unexpected, unmistakable to see, as is the glance of calamity.
1005
Xerxes
We have been stricken by misfortune such as will endure for ages.
Chorus
We have been stricken; it is abundantly clear.
Xerxes
By strange woe, strange woe!
1010
Chorus
Xerxes
How true it is. In the loss of so great an army
I have indeed been dealt a blow, wretched as I am.
1015
Chorus
What that belonged to
Persia
, unfortunate one, has not been destroyed?
Xerxes
Do you see this remnant of my royal robe?
Chorus
Yes, I do indeed.
Xerxes
And this quiver—
1020
Chorus
What is this you say has been saved?
Xerxes
Treasury for shafts?
Chorus
Truly a small remnant from an ample store.
Xerxes
We have been deprived of defenders.
Chorus
Ionia
’s people shrink not from the spear.
1025
Xerxes
They are a war-like people. I have lived to behold a calamity I never expected.
Chorus
Are you speaking of the routed multitude which manned your ships?
Xerxes
And I rent my robe at the disastrous event.
1030
Chorus
Alas, alas!
Xerxes
No, far worse than alas.
Chorus
Yes, for twofold and threefold—
Xerxes
Pain to us, but exultation to our enemies
Chorus
Yes, and our strength has been maimed.
1035
Xerxes
I am stripped of my escort.
Chorus
By the disasters of your comrades upon the sea.
Xerxes
Weep, weep over our calamity, and depart to your homes.
Chorus
Alas, alas, woe, woe!
Xerxes
Cry aloud now in response to me.
1040
Chorus
A wretched offering from the wretched to the wretched.
Xerxes
Cry out, tuning your strain to mine.
Chorus
Oh, oh! That which has happened is grievous indeed.
Alas, for I too share in your sorrow.
1045
Xerxes
Strike, strike, and groan for my sake.
Chorus
I weep in lamentation!
Xerxes
Now cry aloud in response to me.
Chorus
This care, my lord, is mine.
Xerxes
Lift up your voice now in lamentation.
1050
Chorus
Oh, oh! And with our wailing, alas, will be mingled bruising blows and shrieks of pain.
Xerxes
Beat your breast too, and raise the Mysian wail.
Chorus
Anguish, anguish!
1055
Xerxes
And tear, I beg of you, the white hair from your beard.
Chorus
With clenched nails, with clenched nails, with loud wailing.
Xerxes
And utter shrill cries.
Chorus
This too I will do.
Xerxes
And with your fingers tear the robe which drapes you.
1060
Chorus
Anguish, anguish!
Xerxes
Pluck out your locks, and lament our host.
Chorus
With clenched nails, with clenched nails, with loud wailing.
Xerxes
Let tears moisten your eyes.
Chorus
I am drenched with tears.
1065
Xerxes
Cry aloud now in response to me.
Chorus
Alas, alas!
Xerxes
With sounds of wailing go to your homes.
Chorus
Alas, alas!
1070
Xerxes
Alas! through the city.
Chorus
Alas, indeed!
Xerxes
Pour forth your wails as you move along with soft steps.
Chorus
Alas, alas, O Persian land, grievous now to walk upon!
Xerxes
Ah me!
Those that perished in three-tiered galleys, ah me!
1075
Chorus
I will escort you with dismal sounds of woe.
Exeunt omnes
The Persians. (OCR draft) Experimental (The Persians.. Theodore Alois Buckley, 1849.) — 932 focus
CHORUS
I will utter, by way of greeting thy return, the ill-omened exclamation, the voice of a Mariandynian wailer that sings of woe, a very tearful outcry.
XERXES
CHORUS
I will, in truth, utter even an all-lamentable outcry, honouring
1
[with a wail] the heavy calamities of the race of the mourning city endured by the people, inflicted by the lashing of the sea; and again will I utter the extremely tearful moan.
XERXES
CHORUS
Oh! oh! oh! cry, and enquire exactly into all the particulars. And where is the rest of the multitude of thy friends? and where are those who stood by thy side in the battle? such as was Pharandaces, Susas, Pelagon, Dotamas, Agdabatas, and Psammis, and Susiscanes, that left Ecbatana?
XERXES
LES PERSES (OCR draft) Experimental (LES PERSES. Paul Mazon, 1920-1925.) — 932 focus
blement, pitoyablement, a fléchi le genou.
XERXÈS
C'est donc moi, hélas ! moi, lamentable et misérable, qui aurai été le fléau de ma
LE CHŒUR
Pour saluer ton retour, je t'adresserai le cri qui parle de malheur, la plainte vouée au malheur du pleureur Mariandynien, le thrène noyé de larmes
1
!
XERXÈS
Ah ! donnez donc cours à vos accents douloureux,
LE CHŒUR
Oui, je donnerai cours à des accents gémissants, pour célébrer les coups inouïs qui t'ont frappé sur la mer ; je serai le pleureur d'un pays, d'une race : je crierai désormais ma larmoyante plainte !
LES PERSES
Oui, je donnerai cours à des accents gémissants, pour célébrer les coups inouïs qui t'ont frappé sur la mer ; je serai le pleureur d'un pays, d'une race : je crierai désormais ma larmoyante plainte !
XERXÈS
LE CHŒUR
The Persians (OCR draft) Experimental (The Persians. Robert Potter, 1779.) — 932 focus
CHORUS.
And Aſia ſinking on her knee, O king,
Oppreſs'd, with griefs oppreſs'd, bends to the
earth.
XERXES.
And I, O wretched fortune, I was born
To cruſh, to deſolate my ruin'd country.
1140
CHORUS.
I have no voice, no ſwelling harmony,
No deſcant, ſave theſe notes of woe,
Harſh, and reſponſive to the ſullen ſigh,
Rude ſtrains, that unmelodious flow,
To welcome thy return.
1145
XERXES.
CHORUS.
Yes, at thy royal bidding ſhall the ſtrain
Pour the deep ſorrows of my ſoul;
1150
The ſuff'rings of my bleeding country plain,
And bid the mournful meaſures roll.
XERXES.
To ſwell thy griefs aſk ev'ry circumſtance.
CHORUS.
Where are thy valiant friends, thy chieftains
where?
Pharnaces, Suſas, and the might
Of Pelagon, and Dotamas?
1165
The ſpear
Of Agabatas bold in ſight?
THE PERSIANS.
Pſammis in mailed cuirass dreſt,
And Suſiſcanes' glitt'ring creſt?
XERXES.
Eschilo, I Persiani: traduzione italiana di Ettore Romagnoli (OCR draft) Experimental (Eschilo, I Persiani: traduzione italiana di Ettore Romagnoli. Ettore Romagnoli, 1922.) — 932 focus
CORO
Un infausto clamore, al tuo cònsono,
una voce cantrice di guai,
un lamento alzerò, come prèfica
mariàndina, misto di lai.
1
SERSE
CORO
Leverò, certo, gemito lugubre,
ché per terra e per mare lo schianto
ci percosse, onde ambasciasi il popolo.
1080
Sonerà misto al gemito il pianto.
2
SERSE
CORO
Ahimè!, grida, ahimè!, tutto raccontaci.
Dov'è or degli amici lo stuolo,
dove son quei che presso ti stavano,
qual'era Faràndace,
1090
Pelagóne, Datàme, Susane,
Agabàte, Susícane, Psàmmide,
che lasciar d'Agabàtana il suolo?
2
SERSE
Aeschylus, Persae: versio Latina Ioannis Sanravii (OCR draft) Experimental (Aeschylus, Persae: versio Latina Ioannis Sanravii. Ioannes Sanravius, 1555.) — 932 focus
Cho.
Ad clamorem tibireditus, malè ominante clamorem,
Malè cogitata uocem luctus lugubris,
Mittameflebilem uоcem.
Xer.
Cho.
Mitta fletu, & honoras populi perpeßiones,
Moleſtias mari factas, generationis urbis lugubris
Edam luctum multis lachrymis plenum.
Xer.
Heu clama, & omnia audi.
Cho.
Vbi tibi amicorum turba ubi ucrò tibi ſocijs
Qualis erat Pharandaces, Sudas, Pelago,
Et Domafas, Agabatasq;, Pſammis,
870
Sufifcanes Ecbatana relinquens?
Xer.
English (E. D. A. Morshead, 1908) (OCR draft) Experimental (Aeschylus, Persians — Morshead translation. Wikisource transcription; speech corresp and card milestones aligned to Smyth perseus-grc2.) — 932 focus
Alas, a lamentable sound,
A cry of ruth! for I am found
A curse to land and lineage,
With none my sorrow to assuage!
940
Chorus
Alas, a death-song desolate
I send forth, for thy home-coming!
A scream, a dirge for woe and fate,
Such as the Asian mourners sing,
A sorry and ill-omened tale
945
Of tears and shrieks and Eastern wail!
Xerxes
Ay, launch the woeful sorrow's cry,
The harsh, discordant melody,
For lo, the power, we held for sure,
Hath turned to my discomfiture!
950
Chorus
Yea, dirges, dirges manifold
Will I send forth, for warriors bold,
For the sea-sorrow of our host!
The city mourns, and I must wail
With plashing tears our sorrow's tale,
955
Lamenting for the loved and lost!
Xerxes
Alas, the god of war, who sways
The scales of fight in diverse ways,
Gives glory to Ionia!
Ionian ships, in fenced array,
960
Have reaped their harvest in the bay,
A darkling harvest-field of Fate,
A sea, a shore, of doom and hate!
Chorus
Cry out, and learn the tale of woe!
Where are thy comrades? where the band
965
Who stood beside thee, hand in hand,
A little while ago?
Where now hath Pharandákes gone,
Where Psammis, and where Pelagon?
Where now is brave Agdabatas,
970
And Susas too, and Datamas?
Hath Susiscanes past away,
The chieftain of Ecbatana?
Xerxes
German (J. J. C. Donner, 1854; OCR review) (OCR draft) Experimental (Aeschylos. Deutsch in den Versmaßen der Urschrift. Stuttgart: Hoffmann, 1854. Native Donner line citations, Smyth card correspondence, selected textual readings and metrical facsimiles. Remaining OCR differences and unattributed reading notes are documented in the linked review inventory.) — 932 focus
Und Ich Unseliger hier, weh!
Ich Armer, wie ward ich dem Volke zum Fluch
Und dem heimischen Land!
885
Der Chor.
Mein Willkommgruß zu der Heimkehr schalt,
Ein gramvoller Laut, ein schmerzvoller Ruf,
Wie des Mariandyners Klagegesang,
Von Thränen umströmt, dir entgegen.
Erste Gegenstrophe.
Xerres.
Hebt an wehklagenden Jammers
890
Dumpfhallenden Laut: denn es stürmte der Zorn
Des Geschickes auf mich!
Der Chor.
Ich erhebe des Grams wehklagenden Laut,
Im Lied feiernd, ach! des Volks Leid zur See,
Das die Jünglinge schlug der bekümmerten Stadt:
895
Laut jammre mein thränendes Klaglied!
Zweite Strophe.
Xerres.
Der Hellene vertilgt' euch,
Der hellenische Ares,
Anstürmend in Schiffen;
Er mähte die nächtliche Flur,
900
Das Gestade des Todes.
Der Chor.
Weh! rufe laut und gib uns Alles kund :
Wo blieb deiner Getreuen Schaar,
-Wa die Fürsten neben dir,
Dotamas, Pharandakes
905
Und Psammis, Susas, Pelagon, auch
Agdabatas, Susiskanes, der Held,
Der von Ekbatana kam?
Zweite Gegenstrophe.
Xerres.
Notes on the current edition
Persians
Commentary
Critical apparatus to The Persians (OCR draft) (Latin and Greek critical apparatus to Gottfried Hermann's 1852 edition of The Persians.) focus
949.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-927
950.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-928
951.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-929
952.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-930
952.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-931
954.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-932
954.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-933
955.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-934
956.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-935
957.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-936
958-959.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-937
960.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-938
961.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-939
Commentary (W. S. Teuffel; revised by N. Wecklein, 1886; German; OCR draft) (Persians, explanatory commentary pp. 43–97. Single-witness OCR; source readings and all reference placements require scan review.) focus
949-961.
mvp-aeschylus-tlg0085-tlg002-teuffel-wecklein1886-com-ger1-143