Κύκλωψ
ἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ’ ἰὼν
θήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλων
ἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκα
πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ’ ἄνθρακος
θερμὴν ἔδοντος δαῖτα τῷ κρεανόμῳ,
245
τὰ δ’ ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.
ὡς ἔκπλεώς γε δαιτός εἰμ’ ὀρεσκόου·
ἅλις λεόντων ἐστί μοι θοινωμένῳ
ἐλάφων τε, χρόνιος δ’ εἴμ’ ἀπ’ ἀνθρώπων βορᾶς.
Σιληνός
τὰ καινά γ’ ἐκ τῶν ἠθάδων, ὦ δέσποτα,
250
ἡδίον’ ἐστίν. οὐ γὰρ αὖ νεωστί γε
ἄλλοι πρὸς ἄντρα σοι ἐσαφίκοντο ξένοι.
Ὀδυσσεύς
Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.
ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖν
σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.
255
τοὺς δ’ ἄρνας ἡμῖν οὗτος ἀντ’ οἴνου σκύφου
ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν
ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ.
ἀλλ’ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,
ἐπεὶ κατελήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά.
260
Σιληνός
ἐγώ; κακῶς γὰρ ἐξόλοι’.
Ὀδυσσεύς
εἰ ψεύδομαι.
Σιληνός
μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ’, ὦ Κύκλωψ,
μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,
μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας,
τά θ’ ἱερὰ κύματ’ ἰχθύων τε πᾶν γένος,
265
ἀπώμοσ’, ὦ κάλλιστον ὦ Κυκλώπιον,
ὦ δεσποτίσκε, μὴ τὰ σ’ ἐξοδᾶν ἐγὼ
ξένοισι χρήματ’. ἢ κακῶς οὗτοι κακοὶ
οἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ ἐγὼ φιλῶ.
Χορός
αὐτὸς ἔχ’. ἔγωγε τοῖς ξένοις τὰ χρήματα
270
περνάντα σ’ εἶδον· εἰ δ’ ἐγὼ ψευδῆ λέγω,
ἀπόλοιθ’ ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.
Cyclops. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.