Κύκλωψ
ψεύδεσθ’· ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυος
μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.
θέλω δ’ ἐρέσθαι· πόθεν ἐπλεύσατ’, ὦ ξένοι;
275
ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;
Ὀδυσσεύς
Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ ἄπο,
πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις
σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.
Κύκλωψ
ἦ τῆς κακίστης οἳ μετήλθεθ’ ἁρπαγὰς
280
Ἑλένης Σκαμάνδρου γείτον’ Ἰλίου πόλιν;
Ὀδυσσεύς
οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.
Κύκλωψ
αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάριν
γυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν.
Ὀδυσσεύς
θεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν.
285
ἡμεῖς δέ σ’, ὦ θεοῦ ποντίου γενναῖε παῖ,
ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως·
μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλους
κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·
οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν νεῶν ἕδρας
290
ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς.
ἱερεύς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴν
Μαλέας τ’ ἄκροι κευθμῶνες ἥ τε Σουνίου
δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα
Γεραίστιοί τε καταφυγαί· τὰ θ’ Ἑλλάδος
295
δύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν·
ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς
οἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.
νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ,
ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους
300
ξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι,
οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη
ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.
ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα,
πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον,
305
ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσεν
πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους
σὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν,
ποῖ τρέψεταί τις; ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ·
πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’ εὐσεβὲς
310
τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ
κέρδη πονηρὰ ζημίαν ἠμείψατο.
Σιληνός
παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν
μηδὲν λίπῃς τοῦδ’, ἤν τε τὴν γλῶσσαν δάκῃς,
κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ.
315
Cyclops. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.