ΑΙΓΙΣθΟΣ
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινάς
840
ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
μόρον δ᾽ Ορέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς φόνωι
τῶι πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
πῶς ταῦτ᾽, ἀληθῆ καὶ βλέποντα δοξάσω,
845
ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
πεδάρσιοι θρώισκουσι, θνήισκοντες μάτην;
τί τῶνδ᾽ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
ΧΟ.
ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος,
850
ὡς αὐτὸν ἀνδρὸς ἄνδρα πεύθεσθαι πάρα.
(ΑΙ.)
ἰδεῖν ἐλέγξαι τ᾽ αὖ θέλω τὸν ἄγγελον,
εἴτ᾿ αὐτὸς ἦν θνήισκοντος ἐγγύθεν παρών,
εἴτ᾽ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρέν᾽ ἂ
ν κλέψειεν ὠμματωμένην.
855
Libation Bearers. Aeschylus. ed. Ulrich von Wilamowitz-Moellendorff. Berolini. 1914.