ΧΟ.
ἢ μέγαν οἰκοσινῆ
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
φεῦ φεῦ, κακὸν αἶνον, ἀτη-
ρᾶς τύχας ἀκόρεστον,
ἰὼ ἰή,
1485
διαὶ Διὸς παναιτίου πανεργέτα.
τί γὰρ βροτοῖς
ἄνευ Διὸς τελεῖται;
τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;
Agamemnon. Aeschylus. ed. Ulrich von Wilamowitz-Moellendorff. Berolini. 1914.