ἦ μέγαν οἴκοις τοῖσδε
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
φεῦ φεῦ, κακὸν αἶνον ἀτη-
ρᾶς τύχας ἀκορέστου
1485
ἰὼ ἰή, διαὶ Διὸς
παναιτίου πανεργέτα.
τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;
Agamemnon. Aeschylus. ed. N. Wecklein. Berolini. 1885.