Ἀγαμέμνων
ἐπῄνεσʼ, ἀλλὰ στεῖχε δωμάτων ἔσω·
440
τὰ δʼ ἄλλʼ ἰούσης τῆς τύχης ἔσται καλῶς.
οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;
ἐς οἷʼ ἀνάγκης ζεύγματʼ ἐμπεπτώκαμεν.
ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων
πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.
445
ἡ δυσγένεια δʼ ὡς ἔχει τι χρήσιμον.
καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,
ἅπαντά τʼ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν
ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου
τὸν ὄγκον ἔχομεν τῷ τʼ ὄχλῳ δουλεύομεν.
450
ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,
τὸ μὴ δακρῦσαι δʼ αὖθις αἰδοῦμαι τάλας,
ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.
εἶἑν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;
πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;
455
καὶ γάρ μʼ ἀπώλεσʼ ἐπὶ κακοῖς ἅ μοι πάρος
ἐλθοῦσʼ ἄκλητος. εἰκότως δʼ ἅμʼ ἕσπετο
θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα
δώσουσʼ, ἵνʼ ἡμᾶς ὄντας εὑρήσει κακούς.
τὴν δʼ αὖ τάλαιναν παρθένον — τί παρθένον;
460
Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα —
ὡς ᾤκτισʼ· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε·
Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους
γήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος.
παρὼν δʼ Ὀρέστης ἐγγὺς ἀναβοήσεται
465
οὐ συνετὰ συνετῶς· ἔτι γάρ ἐστι νήπιος.
αἰαῖ, τὸν Ἑλένης ὥς μʼ ἀπώλεσεν γάμον
γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε.
Χορός
κἀγὼ κατῴκτιρʼ, ὡς γυναῖκα δεῖ ξένην
ὑπὲρ τυράννων συμφορᾶς καταστένειν.
470
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.