Μενέλαος
ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.
Ἀγαμέμνων
δίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δʼ ἐγώ.
Μενέλαος
Πέλοπα κατόμνυμʼ, ὃς πατὴρ τοὐμοῦ πατρὸς
τοῦ σοῦ τʼ ἐκλήθη, τὸν τεκόντα τʼ Ἀτρέα,
ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς
475
καὶ μὴ ʼπίτηδες μηδέν, ἀλλʼ ὅσον φρονῶ.
ἐγώ σʼ ἀπʼ ὄσσων ἐκβαλόντʼ ἰδὼν δάκρυ
ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν
καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,
οὐκ ἐς σὲ δεινός· εἰμὶ δʼ οὗπερ εἶ σὺ νῦν·
480
καί σοι παραινῶ μήτʼ ἀποκτείνειν τέκνον
μήτʼ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον
σὲ μὲν στενάζειν, τἀμὰ δʼ ἡδέως ἔχειν,
θνῄσκειν τε τοὺς σούς, τοὺς δʼ ἐμοὺς ὁρᾶν φάος.
τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους
485
ἄλλους λάβοιμʼ ἄν, εἰ γάμων ἱμείρομαι;
ἀλλʼ ἀπολέσας ἀδελφόν, ὅν μʼ ἥκιστα χρῆν,
Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;
ἄφρων νέος τʼ ἦ, πρὶν τὰ πράγματʼ ἐγγύθεν
σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.
490
ἄλλως τέ μʼ ἔλεος τῆς ταλαιπώρου κόρης
ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ,
ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων
μέλλει. τί δʼ Ἑλένης παρθένῳ τῇ σῇ μέτα;
ἴτω στρατεία διαλυθεῖσʼ ἐξ Αὐλίδος,
495
σὺ δʼ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,
ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.
εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,
μὴ ʼμοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος.
ἀλλʼ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;
500
εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα
στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ
τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.
Χορός
γενναῖʼ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς
πρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν.
505
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.