Χορός
οἵδʼ αὖ διάφοροι τῶν πάρος λελεγμένων
μύθων, καλῶς δʼ ἔχουσι, φείδεσθαι τέκνων.
Μενέλαος
αἰαῖ, φίλους ἄρʼ οὐχὶ κεκτήμην τάλας.
Ἀγαμέμνων
εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.
405
Μενέλαος
δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;
Ἀγαμέμνων
συνσωφρονεῖν σοι βούλομʼ, ἀλλʼ οὐ συννοσεῖν.
Μενέλαος
ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.
Ἀγαμέμνων
εὖ δρῶν παρακάλει μʼ, ἀλλὰ μὴ λυπῶν ἐμέ.
Μενέλαος
οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;
410
Ἀγαμέμνων
Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.
Μενέλαος
σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς.
ἐγὼ δʼ ἐπʼ ἄλλας εἶμι μηχανάς τινας
φίλους τʼ ἐπʼ ἄλλους —
Αγγελος Α
ὦ Πανελλήνων ἄναξ,
Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,
415
ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.
μήτηρ δʼ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,
καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών,
χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.
ἀλλʼ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ
420
κρήνην ἀναψύχουσι θηλύπουν βάσιν,
αὐταί τε πῶλοί τʼ· ἐς δὲ λειμώνων χλόην
καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.
ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν
ἥκω· πέπυσται γὰρ στρατός — ταχεῖα γὰρ
425
διῇξε φήμη — παῖδα σὴν ἀφιγμένην.
πᾶς δʼ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ,
σὴν παῖδʼ ὅπως ἴδωσιν· οἱ δʼ εὐδαίμονες
ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.
λέγουσι δʼ· Ὑμέναιός τις ἢ τί πράσσεται;
430
ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ
ἐκόμισε παῖδα; τῶν δʼ ἂν ἤκουσας τάδε·
Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,
Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε;
ἀλλʼ εἶα, τἀπὶ τοισίδʼ ἐξάρχου κανᾶ,
435
στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ,
ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας
λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος·
φῶς γὰρ τόδʼ ἥκει μακάριον τῇ παρθένῳ.
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.