Ὀρέστης
ἔσται τάδε.
Μενέλαος
ἆ ἆ, μηδαμῶς δράσῃς τάδε.
Ὀρέστης
σίγα νυν, ἀνέχου δʼ ἐνδίκως πράσσων κακῶς.
Μενέλαος
ἦ γὰρ δίκαιον ζῆν σε;
1600
Ὀρέστης
καὶ κρατεῖν γε γῆς.
Μενέλαος
ποίας;
Ὀρέστης
ἐν Ἄργει τῷδε τῷ Πελασγικῷ.
Μενέλαος
εὖ γοῦν θίγοις ἂν χερνίβων —
Ὀρέστης
τί δὴ γὰρ οὔ;
Μενέλαος
καὶ σφάγια πρὸ δορὸς καταβάλοις.
Ὀρέστης
σὺ δʼ ἂν καλῶς;
Μενέλαος
ἁγνὸς γάρ εἰμι χεῖρας.
Ὀρέστης
ἀλλʼ οὐ τὰς φρένας.
Μενέλαος
τίς δʼ ἂν προσείποι σέ;
1605
Ὀρέστης
ὅστις ἐστὶ φιλοπάτωρ.
Μενέλαος
ὅστις δὲ τιμᾷ μητέρα;
Ὀρέστης
εὐδαίμων ἔφυ.
Μενέλαος
οὔκουν σύ γε.
Ὀρέστης
οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.
Μενέλαος
ἄπαιρε θυγατρὸς φάσγανον.
Ὀρέστης
ψευδὴς ἔφυς.
Μενέλαος
ἀλλὰ κτενεῖς μου θυγατέρα;
Ὀρέστης
οὐ ψευδὴς ἔτʼ εἶ.
Μενέλαος
οἴμοι, τί δράσω;
1610
Ὀρέστης
πεῖθʼ ἐς Ἀργείους μολὼν —
Μενέλαος
πειθὼ τίνα;
Ὀρέστης
ἡμᾶς μὴ θανεῖν· αἰτοῦ πόλιν.
Μενέλαος
ἢ παῖδά μου φονεύσετε;
Ὀρέστης
ὧδʼ ἔχει τάδε.
Μενέλαος
ὦ τλῆμον Ἑλένη —
Ὀρέστης
τἀμὰ δʼ οὐχὶ τλήμονα;
Μενέλαος
σὲ σφάγιον ἐκόμισʼ ἐκ Φρυγῶν —
Ὀρέστης
εἰ γὰρ τόδʼ ἦν.
Μενέλαος
πόνους πονήσας μυρίους.
1615
Ὀρέστης
πλήν γʼ εἰς ἐμέ.
Μενέλαος
πέπονθα δεινά.
Ὀρέστης
τότε γὰρ ἦσθʼ ἀνωφελής.
Μενέλαος
ἔχεις με.
Ὀρέστης
σαυτὸν σύ γʼ ἔλαβες κακὸς γεγώς.
ἀλλʼ εἶʼ, ὕφαπτε δώματʼ, Ἠλέκτρα, τάδε·
σύ τʼ, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε,
Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.
1620
Μενέλαος
ὦ γαῖα Δαναῶν ἱππίου τʼ Ἄργους κτίται,
οὐκ εἶʼ ἐνόπλῳ ποδὶ βοηδρομήσετε;
πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν
ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.
Orestes. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.