Μενέλαος
ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια
δισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρʼ αὐτὼ καλῶ.
1555
ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον
ὡς οὐ τέθνηκεν, ἀλλʼ ἄφαντος οἴχεται —
κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς
ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου
τεχνάσματʼ ἐστὶ ταῦτα καὶ πολὺς γέλως.
1560
ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγω
ὠθεῖν πύλας τάσδʼ, ὡς ἂν ἀλλὰ παῖδʼ ἐμὴν
ῥυσώμεθʼ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων,
καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτʼ ἐμὴν
λάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶ
1565
τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον.
Ὀρέστης
οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί·
Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει·
ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν,
ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.
1570
μοχλοῖς δʼ ἄραρε κλῇθρα, σῆς βοηδρόμου
σπουδῆς ἅ σʼ εἴρξει, μὴ δόμων ἔσω περᾶν.
Μενέλαος
ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας,
δόμων δʼ ἐπʼ ἄκρων τούσδε πυργηρουμένους,
ξίφος δʼ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ.
1575
Ὀρέστης
πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις;
Μενέλαος
οὐδέτερʼ· ἀνάγκη δʼ, ὡς ἔοικε, σου κλύειν.
Ὀρέστης
μέλλω κτενεῖν σου θυγατέρʼ, εἰ βούλῃ μαθεῖν.
Μενέλαος
Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον;
Ὀρέστης
εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.
1580
Μενέλαος
ἀρνῇ κατακτὰς κἀφʼ ὕβρει λέγεις τάδε;
Ὀρέστης
λυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον —
Μενέλαος
τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.
Ὀρέστης
τὴν Ἑλλάδος μιάστορʼ εἰς Ἅιδου βαλεῖν.
Μενέλαος
ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ.
1585
Ὀρέστης
θεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν.
Μενέλαος
ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον;
Ὀρέστης
ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.
Μενέλαος
οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;
Ὀρέστης
οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.
1590
Μενέλαος
ἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου;
Ὀρέστης
φησὶν σιωπῶν· ἀρκέσω δʼ ἐγὼ λέγων.
Μενέλαος
ἀλλʼ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς.
Ὀρέστης
οὐ φευξόμεσθα· πυρὶ δʼ ἀνάψομεν δόμους.
Μενέλαος
ἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε;
1595
Ὀρέστης
ὡς μή γʼ ἔχῃς σύ, τήνδʼ ἐπισφάξας πυρί.
Μενέλαος
κτεῖνʼ· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.
Orestes. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.