Ὀρέστης
φεῦ·
1155
οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής,
οὐ πλοῦτος, οὐ τυραννίς· ἀλόγιστον δέ τι
τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου.
σὺ γὰρ τά τʼ εἰς Αἴγισθον ἐξηῦρες κακὰ
καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί,
νῦν τʼ αὖ δίδως μοι πολεμίων τιμωρίαν
1160
κοὐκ ἐκποδὼν εἶ — παύσομαί σʼ αἰνῶν, ἐπεὶ
βάρος τι κἀν τῷδʼ ἐστίν, αἰνεῖσθαι λίαν.
ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν
δράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν,
ἵνʼ ἀνταναλώσω μὲν οἵ με προύδοσαν,
1165
στένωσι δʼ οἵπερ κἄμʼ ἔθηκαν ἄθλιον.
Ἀγαμέμνονός τοι παῖς πέφυχʼ, ὃς Ἑλλάδος
ἦρξʼ ἀξιωθείς, οὐ τύραννος, ἀλλʼ ὅμως
ῥώμην θεοῦ τινʼ ἔσχε· ὃν οὐ καταισχυνῶ
δοῦλον παρασχὼν θάνατον, ἀλλʼ ἐλευθέρως
1170
ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.
ἑνὸς γὰρ εἰ λαβοίμεθʼ, εὐτυχοῖμεν ἄν,
εἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία
κτανοῦσι μὴ θανοῦσιν· εὔχομαι τάδε.
ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα
1175
πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.
Ἠλέκτρα
ἐγώ, κασίγνητʼ, αὐτὸ τοῦτʼ ἔχειν δοκῶ,
σωτηρίαν σοὶ τῷδέ τʼ ἐκ τρίτων τʼ ἐμοί.
Ὀρέστης
θεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε;
ἐπεὶ τὸ συνετόν γʼ οἶδα σῇ ψυχῇ παρόν.
1180
Ἠλέκτρα
ἄκουε δή νυν· καὶ σὺ δεῦρο νοῦν ἔχε.
Ὀρέστης
λέγʼ· ὡς τὸ μέλλειν ἀγάθʼ ἔχει τινʼ ἡδονήν.
Ἠλέκτρα
Ἑλένης κάτοισθα θυγατέρʼ; εἰδότʼ ἠρόμην.
Ὀρέστης
οἶδʼ, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.
Ἠλέκτρα
αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον.
1185
Ὀρέστης
τί χρῆμα δράσουσʼ; ὑποτίθης τίνʼ ἐλπίδα;
Ἠλέκτρα
χοὰς κατασπείσουσʼ ὑπὲρ μητρὸς τάφῳ.
Ὀρέστης
καὶ δὴ τί μοι τοῦτʼ εἶπας ἐς σωτηρίαν;
Ἠλέκτρα
ξυλλάβεθʼ ὅμηρον τήνδʼ, ὅταν στείχῃ πάλιν.
Ὀρέστης
τίνος τόδʼ εἶπας φάρμακον τρισσοῖς φίλοις;
1190
Ἠλέκτρα
Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷ
ἢ τόνδε κἀμέ — πᾶν γὰρ ἓν φίλον τόδε —
λέγʼ ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴ
δέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντʼ ἔχειν.
κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρην
1195
Ἑλένης Μενέλεως πτῶμʼ ἰδὼν ἐν αἵματι,
μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας·
ἢν δʼ ὀξυθύμου μὴ κρατῶν φρονήματος
κτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην.
καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ,
1200
χρόνῳ μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺς
οὔτʼ ἄλκιμος πέφυκε. τήνδʼ ἡμῖν ἔχω
σωτηρίας ἔπαλξιν. εἴρηται λόγος.
Orestes. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.