Ὀρέστης
ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη,
τὸ σῶμα δʼ ἐν γυναιξὶ θηλείαις πρέπον,
1205
ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.
Πυλάδη, τοιαύτης ἆρʼ ἁμαρτήσῃ τάλας
γυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος.
Πυλάδης
εἰ γὰρ γένοιτο, Φωκέων δʼ ἔλθοι πόλιν
καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.
1210
Ὀρέστης
ἥξει δʼ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;
ὡς τἄλλα γʼ εἶπας, εἴπερ εὐτυχήσομεν,
κάλλισθʼ, ἑλόντες σκύμνον ἀνοσίου πατρός.
Ἠλέκτρα
καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ·
τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.
1215
Ὀρέστης
καλῶς· σὺ μέν νυν, σύγγονʼ Ἠλέκτρα, δόμων
πάρος μένουσα παρθένου δέχου πόδα,
φύλασσε δʼ ἤν τις, πρὶν τελευτηθῇ φόνος,
ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός,
ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τʼ ἐς δόμους,
1220
ἢ σανίδα παίσασʼ ἢ λόγους πέμψασʼ ἔσω·
ἡμεῖς δʼ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον
ἀγῶνʼ ὁπλιζώμεσθα φασγάνῳ χέρας,
Πυλάδη· σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους.
ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ,
1225
καλεῖ σʼ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν
τοῖς δεομένοισι. διὰ σὲ γὰρ πάσχω τάλας
ἀδίκως· προδέδομαι δʼ ὑπὸ κασιγνήτου σέθεν,
δίκαια πράξας· οὗ θέλω δάμαρθʼ ἑλὼν
κτεῖναι· σὺ δʼ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ.
1230
Ἠλέκτρα
ὦ πάτερ, ἱκοῦ δῆτʼ, εἰ κλύεις ἔσω χθονὸς
τέκνων καλούντων, οἳ σέθεν θνῄσκουσʼ ὕπερ.
Πυλάδης
ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς,
Ἀγάμεμνον, εἰσάκουσον· ἔκσῳσον τέκνα.
Ὀρέστης
ἔκτεινα μητέρα —
1235
Ἠλέκτρα
ἡψάμην δʼ ἐγὼ ξίφους —
Πυλάδης
ἐγὼ δʼ
ἐπεβούλευσα κἀπέλυσʼ ὄκνου —
Ὀρέστης
σοί, πάτερ, ἀρήγων.
Ἠλέκτρα
οὐδʼ ἐγὼ προύδωκά σε.
Πυλάδης
οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα;
Ὀρέστης
δακρύοις κατασπένδω σε.
Ἠλέκτρα
ἐγὼ δʼ οἴκτοισί γε.
Πυλάδης
παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα.
1240
εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσʼ ἀραί,
κλύει. σὺ δʼ, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας,
δότʼ εὐτυχῆσαι τῷδʼ ἐμοί τε τῇδέ τε·
τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία,
ἢ ζῆν ἅπασιν ἢ — θανεῖν ὀφείλεται.
1245
Orestes. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.