Θεοκλύμενος
χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον
Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.
Ἑλένη
οὔκουν ὅδʼ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;
Θεοκλύμενος
μάλιστʼ· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.
1415
Ἑλένη
αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.
Θεοκλύμενος
αὖθις κελεύω καὶ τρίτον γʼ, εἴ σοι φίλον.
Ἑλένη
ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων.
Θεοκλύμενος
μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα.
Ἑλένη
ἥδʼ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.
1420
Θεοκλύμενος
τὰ τῶν θανόντων οὐδέν, ἀλλʼ ἄλλως πόνος.
Ἑλένη
ἔστιν τι κἀκεῖ κἀνθάδʼ ὧν ἐγὼ λέγω.
Θεοκλύμενος
οὐδὲν κακίω Μενέλεώ μʼ ἕξεις πόσιν.
Ἑλένη
οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.
Θεοκλύμενος
ἐν σοὶ τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῷς.
1425
Ἑλένη
οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.
Θεοκλύμενος
βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;
Ἑλένη
ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ.
Θεοκλύμενος
ἀλλʼ εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·
καθαρὰ γὰρ ἡμῖν δώματʼ· οὐ γὰρ ἐνθάδε
1430
ψυχὴν ἀφῆκε Μενέλεως· ἴτω δέ τις
φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων
ἀγάλματʼ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ
γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις
ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ.
1435
σὺ δʼ, ὦ ξένʼ, ἐλθών, πελαγίους ἐς ἀγκάλας
τῷ τῆσδε πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε,
πάλιν πρὸς οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων,
ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ
στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς.
1440
Μενελέως
ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός,
βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.
ἕλκουσι δʼ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς
σπουδῇ σύναψαι· κἂν ἄκρᾳ θίγῃς χερί,
ἥξομεν ἵνʼ ἐλθεῖν βουλόμεσθα τῆς τύχης.
1445
ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.
κέκλησθέ μοι, θεοί, πολλά χρήσθʼ ἐμοῦ κλύειν
καὶ λύπρʼ· ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς,
ὀρθῷ δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν
δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.
1450
Helen. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.