Θησεύς
κομψός γʼ ὁ κῆρυξ καὶ παρεργάτης λόγων.
ἐπεὶ δʼ ἀγῶνα καὶ σὺ τόνδʼ ἠγωνίσω,
ἄκουʼ· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
οὐδὲν τυράννου δυσμενέστερον πόλει,
ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι
430
κοινοί, κρατεῖ δʼ εἷς τὸν νόμον κεκτημένος
αὐτὸς παρʼ αὑτῷ· καὶ τόδʼ οὐκέτʼ ἔστʼ ἴσον.
γεγραμμένων δὲ τῶν νόμων ὅ τʼ ἀσθενὴς
ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει,
ἔστιν δʼ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις
435
τὸν εὐτυχοῦντα ταὔθʼ, ὅταν κλύῃ κακῶς,
νικᾷ δʼ ὁ μείων τὸν μέγαν δίκαιʼ ἔχων.
τοὐλεύθερον δʼ ἐκεῖνο· Τίς θέλει πόλει
χρηστόν τι βούλευμʼ ἐς μέσον φέρειν ἔχων;
καὶ ταῦθʼ ὁ χρῄζων λαμπρός ἐσθʼ, ὁ μὴ θέλων
440
σιγᾷ. τί τούτων ἔστʼ ἰσαίτερον πόλει;
καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός,
ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις·
ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,
καὶ τοὺς ἀρίστους οὕς τʼ ἂν ἡγῆται φρονεῖν
445
κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.
πῶς οὖν ἔτʼ ἂν γένοιτʼ ἂν ἰσχυρὰ πόλις,
ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν
τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους;
κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις
450
ὡς τῷ τυράννῳ πλείονʼ ἐκμοχθῇ βίον;
ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,
τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ,
δάκρυα δʼ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι,
εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.
455
καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα.
ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;
κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ ῎πεμψεν πόλις,
περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν
λέξανθʼ ὅσʼ ἂν τάξῃ τις ὡς τάχος πάλιν
460
χωρεῖν. τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέων
ἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον.
Χορός
φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷ
καλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ.
The Suppliant Maidens. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.