Κῆρυξ
τίς γῆς τύραννος; πρὸς τίνʼ ἀγγεῖλαί με χρὴ
λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς
400
Ἐτεοκλέους θανόντος ἀμφʼ ἑπταστόμους
πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;
Θησεύς
πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,
ζητῶν τύραννον ἐνθάδʼ· οὐ γὰρ ἄρχεται
ἑνὸς πρὸς ἀνδρός, ἀλλʼ ἐλευθέρα πόλις.
405
δῆμος δʼ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει
ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς
τὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον.
Κῆρυξ
ἓν μὲν τόδʼ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως
κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμʼ ἄπο
410
ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται·
οὐδʼ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις
πρὸς κέρδος ἴδιον ἄλλοτʼ ἄλλοσε στρέφει,
τὸ δʼ αὐτίχʼ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν,
ἐσαῦθις ἔβλαψʼ, εἶτα διαβολαῖς νέαις
415
κλέψας τὰ πρόσθε σφάλματʼ ἐξέδυ δίκης.
ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους
ὀρθῶς δύναιτʼ ἂν δῆμος εὐθύνειν πόλιν;
ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους
κρείσσω δίδωσι. γαπόνος δʼ ἀνὴρ πένης,
420
εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο
οὐκ ἂν δύναιτο πρὸς τὰ κοίνʼ ἀποβλέπειν.
ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,
ὅταν πονηρὸς ἀξίωμʼ ἀνὴρ ἔχῃ
γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.
425
The Suppliant Maidens. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.