Ἄδραστος
ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,
Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.
Θησεύς
τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;
115
Ἄδραστος
οἶσθʼ ἣν στρατείαν ἐστράτευσʼ ὀλεθρίαν.
Θησεύς
οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα.
Ἄδραστος
ἐνταῦθʼ ἀπώλεσʼ ἄνδρας Ἀργείων ἄκρους.
Θησεύς
τοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται.
Ἄδραστος
τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.
120
Θησεύς
κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς;
Ἄδραστος
κἄπειτά γʼ οἱ κτανόντες οὐκ ἐῶσί με.
Θησεύς
τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν;
Ἄδραστος
τί δʼ; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.
Θησεύς
ξύμβουλον οὖν μʼ ἐπῆλθες; ἢ τίνος χάριν;
125
Ἄδραστος
κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.
Θησεύς
τὸ δʼ Ἄργος ἡμῖν ποῦ ʼστιν; ἢ κόμποι μάτην;
Ἄδραστος
σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δʼ ἥκομεν.
Θησεύς
ἰδίᾳ δοκῆσάν σοι τόδʼ ἢ πάσῃ πόλει;
Ἄδραστος
πάντες
σʼ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.
130
Θησεύς
ἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;
Ἄδραστος
δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.
Θησεύς
τῷ δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν;
Ἄδραστος
οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.
Θησεύς
ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;
135
Ἄδραστος
Τυδεῖ
γε Πολυνείκει τε τῷ Θηβαιγενεῖ.
Θησεύς
τίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών;
Ἄδραστος
Φοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα.
Θησεύς
τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον;
Ἄδραστος
κάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ.
140
Θησεύς
σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;
Ἄδραστος
ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας —
Θησεύς
τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα.
Ἄδραστος
Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα.
Θησεύς
ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;
145
Ἄδραστος
μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.
Θησεύς
ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους;
Ἄδραστος
Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.
Θησεύς
ὁ δʼ Οἰδίπου
τί, τίνι τρόπῳ Θήβας λιπών;
Ἄδραστος
ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι.
150
Θησεύς
σοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν.
Ἄδραστος
ἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.
Θησεύς
οὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται;
Ἄδραστος
ταύτῃ δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην.
Θησεύς
μάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα;
155
Ἄδραστος
οἴμοι; διώκεις μʼ ᾗ μάλιστʼ ἐγὼ ʼσφάλην.
Θησεύς
οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.
Ἄδραστος
τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.
Θησεύς
οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;
Ἄδραστος
νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.
160
Θησεύς
εὐψυχίαν ἔσπευσας ἀντʼ εὐβουλίας.
The Suppliant Maidens. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.