Ἄδραστος
ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.
ἀλλʼ, ὦ καθʼ Ἑλλάδʼ ἀλκιμώτατον κάρα,
ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω
πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,
165
πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·
ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.
σῶσον νεκρούς μοι, τἀμά τʼ οἰκτίρας κακὰ
καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,
αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,
170
ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδα
θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,
πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια,
ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν
κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.
175
σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον,
πένητά τʼ εἰς τοὺς πλουσίους ἀποβλέπειν
ζηλοῦνθʼ, ἵνʼ αὐτὸν χρημάτων ἔρως ἔχῃ,
τά τʼ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι.
τόν θʼ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη
180
χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχῃ τόδε,
οὔτοι δύναιτʼ ἂν οἴκοθέν γʼ ἀτώμενος
τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει.
τάχʼ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα
πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;
185
ἐγὼ δίκαιός εἰμʼ ἀφηγεῖσθαι τάδε.
Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,
τὰ δʼ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ
μόνη δύναιτʼ ἂν τόνδʼ ὑποστῆναι πόνον·
τά τʼ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν
190
ἔχει σὲ ποιμένʼ ἐσθλόν· οὗ χρείᾳ πόλεις
πολλαὶ διώλοντʼ, ἐνδεεῖς στρατηλάτου.
Χορός
κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω,
Θησεῦ, διʼ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.
The Suppliant Maidens. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.