Πηλεύς
οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται·
ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός,
οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε,
695
ἀλλ’ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται,
ὃς εἷς μετ’ ἄλλων μυρίων πάλλων δόρυ,
οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον.
σεμνοὶ δ’ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν
φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες·
700
οἱ δ’ εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι,
εἰ τόλμα προσγένοιτο βούλησίς θ’ ἅμα.
ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοι
Τροίᾳ κάθησθε τῇ τ’ ἐκεῖ στρατηγίᾳ,
μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.
705
δείξω δ’ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν
ἥσσω νομίζειν Πηλέως ἐχθρόν ποτε,
εἰ μὴ φθερῇ τῆσδ’ ὡς τάχιστ’ ἀπὸ στέγης
καὶ παῖς ἄτεκνος, ἣν ὅ γ’ ἐξ ἡμῶν γεγὼς
ἐλᾷ δι’ οἴκων τῶνδ’ ἐπισπάσας κόμης·
710
ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται
τίκτοντας ἄλλους, οὐκ ἔχουσ’ αὐτὴ τέκνα.
ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,
ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;
φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω
715
εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.
ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων
πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.
ὧδ’, ὦ κάκιστε, τῆσδ’ ἐλυμήνω χέρας;
βοῦν ἢ λέοντ’ ἤλπιζες ἐντείνειν βρόχοις;
720
ἢ μὴ ξίφος λαβοῦσ’ ἀμυνάθοιτό σε
ἔδεισας; ἕρπε δεῦρ’ ὑπ’ ἀγκάλας, βρέφος,
ξύλλυε μητρὸς δεσμόν· ἐν Φθίᾳ σ’ ἐγὼ
θρέψω μέγαν τοῖσδ’ ἐχθρόν. εἰ δ’ ἀπῆν δορὸς
τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών,
725
τἄλλ’ ὄντες ἴστε μηδενὸς βελτίονες.
Χορός
ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος
καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.
Andromache. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.