Χορός
σμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα
γλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶν
ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.
Μενέλαος
τί δῆτ’ ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί,
645
καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε;
ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,
κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις
ἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον,
ἣν χρῆν σ’ ἐλαύνειν τήνδ’ ὑπὲρ Νείλου ῥοὰς
650
ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί
οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα
πλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,
τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην.
Πάρις γάρ, ὃς σὸν παῖδ’ ἔπεφν’ Ἀχιλλέα,
655
Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ’ ἥδ’ Ἕκτορος.
καὶ τῇδέ γ’ εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγος
καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,
τίκτειν δ’ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς.
ἁγὼ προνοίᾳ τῇ τε σῇ κἀμῇ, γέρον,
660
κτανεῖν θέλων τήνδ’ ἐκ χερῶν ἁρπάζομαι.
καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου·
ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ’ ἄπο
βλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδος
στήσεις τυράννους, βάρβαροι δ’ ὄντες γένος
665
Ἕλλησιν ἄρξουσ’; εἶτ’ ἐγὼ μὲν οὐ φρονῶ
μισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς;
κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν
δούς τῳ πολιτῶν, εἶτ’ ἔπασχε τοιάδε,
σιγῇ καθῆσ’ ἄν; οὐ δοκῶ· ξένης δ’ ὕπερ
670
τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους;
καὶ μὴν ἴσον γ’ ἀνήρ τε καὶ γυνὴ στένει
ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ’ αὔτως ἀνὴρ
γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.
καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος,
675
τῇ δ’ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα.
οὔκουν δίκαιον τοῖς γ’ ἐμοῖς ἐπωφελεῖν;
γέρων γέρων εἶ. τὴν δ’ ἐμὴν στρατηγίαν
λέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.
Ἑλένη δ’ ἐμόχθησ’ οὐχ ἑκοῦσ’, ἀλλ’ ἐκ θεῶν,
680
καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα·
ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες
ἔβησαν εἰς τἀνδρεῖον· ἡ δ’ ὁμιλία
πάντων βροτοῖσι γίγνεται διδάσκαλος.
εἰ δ’ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ
685
γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.
οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.
ταῦτ’ εὖ φρονῶν σ’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν·
ἢν δ’ ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγία
μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία.
690
Χορός
παύσασθον ἤδη· λῷστα γὰρ μακρῷ τάδε·
λόγων ματαίων, μὴ δύο σφαλῆθ’ ἅμα.
Andromache. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.