Πηλεύς
σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν;
590
σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;
ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος,
ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών,
ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχων
πασῶν κακίστην. οὐδ’ ἂν εἰ βούλοιτό τις
595
σώφρων γένοιτο Σπαρτιατίδων κόρη,
αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους
γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις
δρόμους παλαίστρας τ’ οὐκ ἀνασχετοὺς ἐμοὶ
κοινὰς ἔχουσι. κᾆτα θαυμάζειν χρεὼν
600
εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;
Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμων
τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε
νεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα.
κἄπειτ’ ἐκείνης οὕνεχ’ Ἑλλήνων ὄχλον
605
τοσόνδ’ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;
ἣν χρῆν σ’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ,
κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένειν
μισθόν τε δόντα μήποτ’ εἰς οἴκους λαβεῖν.
ἀλλ’ οὔτι ταύτῃ σὸν φρόνημ’ ἐπούρισας,
610
ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας,
παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις,
πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα.
ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲ
μιάστορ’ ὥς τιν’ εἰσδέδορκ’ Ἀχιλλέως.
615
ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,
κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασιν
ὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν.
κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ
κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν
620
κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ
μητρῷ’ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,
μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν.
πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας,
σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα;
625
οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς.
ἑλὼν δὲ Τροίαν—εἶμι γὰρ κἀνταῦθά σοι—
οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,
ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος
φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα,
630
ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.
κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων
πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ
κτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σε
καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην,
635
κεἰ τρὶς νόθος πέφυκε. πολλάκις δέ τοι
ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ,
νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.
ἀλλ’ ἐκκομίζου παῖδα. κύδιον βροτοῖς
πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον
640
γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ.
Andromache. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.