Ἰόλαος
ὦ τέκνʼ, ἔοιγμεν ναυτίλοισιν, οἵτινες
χειμῶνος ἐκφυγόντες ἄγριον μένος
ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν
πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.
430
οὕτω δὲ χἡμεῖς τῆσδʼ ἀπωθούμεσθα γῆς
ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσῳσμένοι.
οἴμοι· τί δῆτʼ ἔτερψας ὦ τάλαινά με
ἐλπὶς τότʼ, οὐ μέλλουσα διατελεῖν χάριν;
συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδʼ, εἰ μὴ θέλει
435
κτείνειν πολιτῶν παῖδας· αἰνέσαι δʼ ἔχω
καὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδε
πράσσειν ἔμʼ, οὔτοι σή γʼ ἀπόλλυται χάρις.
ὦ παῖδες, ὑμῖν δʼ οὐκ ἔχω τί χρήσομαι.
ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;
440
ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;
ὀλούμεθʼ, ὦ τέκνʼ· ἐκδοθησόμεσθα δή.
κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,
πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·
ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,
445
καὶ τὴν γεραιὰν μητέρʼ Ἀλκμήνην πατρός.
ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,
τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.
χρῆν χρῆν ἄρʼ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας
πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.
450
ἀλλʼ οἶσθ’ ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρ
πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας·
ἔμʼ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδʼ, ἄναξ,
καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι
τέκνʼ· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.
455
μάλιστα δʼ Εὐρυσθεύς με βούλοιτʼ ἂν λαβὼν
τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·
σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δʼ εὐκτὸν σοφῷ
ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·
πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.
460
Χορός
ὦ πρέσβυ, μή νυν τήνδʼ ἐπαιτιῶ πόλιν·
τάχʼ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλʼ ὅμως κακὸν
γένοιτʼ ὄνειδος ὡς ξένους προυδώκαμεν.
Δημοφῶν
γενναῖα μὲν τάδʼ εἶπας, ἀλλʼ ἀμήχανα.
οὐ σοῦ χατίζων δεῦρʼ ἄναξ στρατηλατεῖ·
465
τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον
θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν.
δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,
νεανίαι τε καὶ πατρὸς μεμνημένοι
λύμας· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.
470
ἀλλʼ, εἴ τινʼ ἄλλην οἶσθα καιριωτέραν
βουλήν, ἑτοίμαζʼ, ὡς ἔγωγʼ ἀμήχανος
χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.
Heracleidae. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.