Μήδεια
ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι
τούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς.
Αἰγεύς
μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;
Μήδεια
πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος
Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς
735
ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ·
λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
φίλος γένοι’ ἂν τἀπικηρυκεύματα·—
οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,
τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.
740
Αἰγεύς
πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν·
ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι.
ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα,
σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,
τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς.
745
Μήδεια
ὄμνυ πέδον Γῆς, πατέρα θ’ Ἥλιον πατρὸς
τοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος.
Αἰγεύς
τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
Μήδεια
μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε,
μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν
750
χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.
Αἰγεύς
ὄμνυμι Γαῖαν
Ἡλίου θ’ ἁγνὸν σέβας
θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.
Μήδεια
ἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις;
Αἰγεύς
ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.
755
Μήδεια
χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.
κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι,
πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι.
Medea. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.