Αἰγεύς
τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;
Μήδεια
Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.
690
Αἰγεύς
τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
Μήδεια
ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
Αἰγεύς
τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
Μήδεια
γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.
Αἰγεύς
οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε;
695
Μήδεια
σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
Αἰγεύς
πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;
Μήδεια
μέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις.
Αἰγεύς
ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.
Μήδεια
ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.
700
Αἰγεύς
δίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον.
Μήδεια
Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
Αἰγεύς
συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι.
Μήδεια
ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.
Αἰγεύς
πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν.
705
Μήδεια
Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας.
Αἰγεύς
ἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα.
Μήδεια
λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.
ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος
γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι,
710
οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα
καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς,
δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.
οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος
γένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις.
715
εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε·
παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς
σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα.
Αἰγεύς
πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,
γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,
720
ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς·
ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.
οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,
πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
τόσον γε μέντοι σοι προσημαίνω, γύναι·
725
ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι,
αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους,
μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.
ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα·
ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.
730
Medea. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.