Μήδεια
φεῦ φεῦ.
οὐ νῦν με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον,
ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά.
χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ
παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς·
295
χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας
φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.
σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ
δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·
τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον
300
κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.
ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης.
σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος,
τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,
τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή.
305
σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς;
οὐχ ὧδ’ ἔχει μοι—μὴ τρέσῃς ἡμᾶς, Κρέον—
ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.
σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην
ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν
310
μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε.
καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·
νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα
ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι
σιγησόμεσθα, κρεισσόνων νικώμενοι.
315
Κρέων
λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν
ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν,
τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι·
γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ,
ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός.
320
ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε·
ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως
μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.
Medea. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.