ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος·
σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι
βίου τ’ ὄνησις καὶ φίλων συνουσία,
ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι
255
πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη,
οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ
μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.
τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,
ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ
260
πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν,
τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματο
σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·
ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ,
265
οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.
Χορός
δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν,
Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας.
ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς,
στείχοντα, καινῶν ἄγγελον βουλευμάτων.
270
Κρέων
σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,
Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶν
φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα·
καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου
τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν,
275
πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.
Μήδεια
αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι.
ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,
κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.
ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ ὅμως·
280
τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον;
Κρέων
δέδοικά σ’—οὐδὲν δεῖ παραμπίσχειν λόγους—
μή μοί τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν.
συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος·
σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις,
285
λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.
κλύω δ’ ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι,
τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην
δράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι.
κρεῖσσον δέ μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι,
290
ἢ μαλθακισθένθ’ ὕστερον μέγα στένειν.
Medea. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.