Ὀδυσσεύς
Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου
τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι.
520
Κύκλωψ
ὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται;
Ὀδυσσεύς
μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.
Κύκλωψ
ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.
Ὀδυσσεύς
τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.
Κύκλωψ
θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων;
525
Ὀδυσσεύς
ὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής.
Κύκλωψ
οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν.
Ὀδυσσεύς
τί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν;
Κύκλωψ
μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.
Ὀδυσσεύς
μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.
530
Κύκλωψ
οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;
Ὀδυσσεύς
ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.
Κύκλωψ
διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.
Ὀδυσσεύς
πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ.
Κύκλωψ
μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου.
535
Ὀδυσσεύς
ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν.
Κύκλωψ
ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.
Ὀδυσσεύς
ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ, σοφός.
Κύκλωψ
τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ;
Σιληνός
δοκεῖ. τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ;
540
Κύκλωψ
καὶ μὴν λαχνῶδές τ’ οὖδας ἀνθηρᾶς χλόης . . . .
Σιληνός
καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.
κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.
Κύκλωψ
ἰδού.
τί δῆτα τὸν κρατῆρ’ ὄπισθέ μου τίθης;
545
Σιληνός
ὡς μὴ παριών τις καταβάλῃ.
Κύκλωψ
πίνειν μὲν οὖν
κλέπτων σὺ βούλῃ· κάτθες αὐτὸν ἐς μέσον.
σὺ δ’, ὦ ξέν’, εἰπὲ τοὔνομ’ ὅ τι σε χρὴ καλεῖν.
Ὀδυσσεύς
Οὖτιν· χάριν δὲ τίνα λαβών σ’ ἐπαινέσω;
Κύκλωψ
πάντων σ’ ἑταίρων ὕστερον θοινάσομαι.
550
Σιληνός
καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ.
Κύκλωψ
οὗτος, τί δρᾷς; τὸν οἶνον ἐκπίνεις λάθρᾳ;
Σιληνός
οὔκ, ἀλλ’ ἔμ’ οὗτος ἔκυσεν, ὅτι καλὸν βλέπω.
Κύκλωψ
κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντά σε.
Σιληνός
ναὶ μὰ Δί’, ἐπεί μού φησ’ ἐρᾶν ὄντος καλοῦ.
555
Κύκλωψ
ἔγχει, πλέων δὲ τὸν σκύφον. δίδου μόνον.
Σιληνός
πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα.
Κύκλωψ
ἀπολεῖς· δὸς οὕτως.
Σιληνός
ναὶ μὰ Δί’ οὐ πρὶν ἄν γέ σε
στέφανον ἴδω λαβόντα γεύσωμαί τ’ ἔτι . . .
Κύκλωψ
ὦ οἰνοχόος ἄδικος.
560
Σιληνός
οὐ μὰ Δί’, ἀλλ’ ὦ οἶνος γλυκύς.
ἀπομυκτέον δέ σοί ἐστιν ὡς λήψῃ πιεῖν.
Κύκλωψ
ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.
Σιληνός
θές νυν τὸν ἀγκῶν’ εὐρύθμως, κᾆτ’ ἔκπιε,
ὥσπερ μ’ ὁρᾷς πίνοντα—χὥσπερ οὐκ ἐμέ.
Κύκλωψ
ἆ ἆ, τί δράσεις;
565
Σιληνός
ἡδέως ἠμύστισα.
Cyclops. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.