ΕΙΣ ΤΗΝ M.
φιλίαν δʼ ὑπερβάλλουσαν πρὸς ἀλλήλους διαφυλάξαντες ὁμοῦ ἐπὶ Ἴλιον ἐστράτευσαν. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.
τοῦτο ἀπολλύμενον αὐτὸ εἰσάγει, ἵνα μὴ ἐλέγχηται αὐτοῦ τὸ ψεῦδος ὡς μὴ γενομένου ὑπὸ τῶν μεταγενεστέρων. καὶ τὴν ἀπώλειαν αὐτοῦ εἶπεν.
βέλτιον, ὕπερθε τῆς τάφρου· ταύτης γὰρ ὑπέρκειται.
πόλις ἀνάλωτος ἔμενεν, μετὰ δὲ τὴν ἅλωσιν Ἰλίου καὶ τὸν ἀπόπλουν τῶν Ἀχαιῶν τότε κατερίφθη· ἔτι γὰρ τοῦ πολέμου συνεστῶτος καὶ Ἀχιλλέως μὲν μηνίοντος, Eκτορος δὲ περιόντος καὶ ἀριστεύοντος ὑπὸ τῶν Τρώων τὸ τεῖχος τῶν Ἀχαιῶν κατερίφθη καὶ διοδεύσιμον γέγονε τοῖς πολεμίοις· ὁ μὲν γὰρ Σαρπηδὼν τὰς ἐπάλξεις αὐτοῦ καὶ μέρος
τι καταβέβληκεν, ὁ δὲ Ἕκτωρ τοὺς ὀχῆας αὐτοῦ καὶ τὰς πύλας διέρρηξεν, ὁ δὲ Ἄπόλλων σχεδὸν ὅλον αὐτὸ διέλυσε. τὸ καταριφὲν οὖν τεῖχος οὐχ ὑπʼ ἀνθρώπων μόνον, ἀλλὰ καὶ θεῶν ἐν τῷ τῆς μήνιδος χρόνῳ, τοῦτο λέγειν ἀσφαλὲς καὶ ἀρηρὸς ἐν τῷ τοῦ πολέμου καιρῷ διαμεμενηκέναι μέχρι πορθήσεως Ἰλίου ἄπορον εἰς λύσιν. οἱ μὲν
οὖν γραμματικοὶ ἀπὸ τοῦ πλείστου μέρους ἀξιοῦσι λέγειν ἔμπεδον· ὀλίγον γὰρ εἶναι τὸ σαλευθὲν ὑπὸ τῶν Τρώων. ἀγνοοῦσι δὲ οὗτοι ὅτι τινὰ, κἄν ἐκ μέρους πάθῃ, οὕτε ἐστὶν ἔμπεδα οὕτε ἀρηρότα. καὶ ἀμφορεὺς διατρηθεὶς, κἂν σχεδὸν ὅλον τὸ κύτος ἄθραυστον ᾖ, οὐκέτʼ ἐστὶν ἔμπεδος ἀμφορεὺς ἀλλʼ ὄστρακον· καὶ τεῖχος οὐκέθʼ οἷόν τε
κρύπτειν καὶ φυλάττειν τοὺς τειχίσαντας οὐκέτʼ ἂν εἴη ἔμπεδον τεῖχος, ἀλλὰ σωρὸς λίθων. μήποτʼ οὖν ἡ ἔμπεδον λέξις οὐκ εἴληπται νῦν μεταφορικῶς ἐν ἴσῳ τῷ ἀσφαλὲς καὶ ἀραρὸς, οὐδέ ἐστιν ὅμοιον τῷ “οὐδέ μοι ἤτορ ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι” (Il. 10, 93) οὐδὲ τῷ “ὁ μὲν ἔμπεδον ἡνιόχευεν' (Il. 23, 641). ἀλλὰ κυρίως νῦν ἐξ-
ενήνεκται, τὸ πέδον ἐχούσης ἐντεταγμένον τῆς λέξεως, ὥστε σημαίνοι ἂν ὅτι ἐν τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον· ἀντέθηκε γὰρ τὸ ἔμπεδον τῷ ἁλιπλόῳ, τὸ ἐν τῷ πεδίῳ πρὸς τὸ αθις ἁλίπλουν γιγνό- μενον· οὐ γὰρ ἔφη τόφρα δὲ καὶ μέγα τεῖχος ἀπόρθητον ἦν καὶ ἄθραυστον, ἀλλʼ ἔμπεδον, καὶ πάλιν “οὔτι πολὺν χρόνον ἔμπεδον
ἦεν.” τί οὖν πάσχει ὕστερον; τῶν ποταμῶν πάντων, φησὶν, “ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων —λεῖα δʼ ἐποίησεν παρʼ 2 ἀγάρροον Ἑλλήσποντον” (24—31). ὥστε εἰ καὶ πεπτωκὸς ἦν τὸ τεῖχος, ἀλλʼ ἐπὶ τῷ πέδῳ ἦν τὰ πτώματα καὶ τὰ θεμέλια· ὕστερον δὲ πάντα διʼ ὕδατος εἰς θάλασσάν φησιν ἐξενεχθῆναι. συνεστώσης δὲ τῆς πόλεως οὐδὲν τοῦ τείχους ἁλίπλουν γέγονεν, οὐδʼ ὅτε Ξάνθος ἐπλήμμυρε κατʼ Ἀχιλλέως· καὶ τὸ κατὰ μεταφορὰν δʼ ἔμπεδον,
τὸ σημαῖνον τὸ ἀκίνητον, ἀπὸ τῶν ἐν τῷ πεδίῳ μενόντων ἀκινήτων λέγεται. τὸ δὲ τεῖχος κατʼ αὐτὸ μὲν ἐκινήθη, ἐκ μέντοι τοῦ πεδίου οὐ κατηνέχθη ἐπὶ θάλασσαν, ὅπερ φησὶν αὐτὸ ὕστερον παθεῖν.
μητιόωντο·” τὸ γὰρ χρονικὸν ἐπίρρημα ἀνταποδέδοται τῷ ἐπεί.
χος βαρύνει ὡς Κάνωβος. εἴπομεν δὲ ἐν ἑτέροις ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν ἱθμηρικὴν ἀνάγνωσιν, ὁπότε περὶ τοῦ Γλισᾶντα (Il. 2, 504) διελάβομεν, εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ καὶ μὴ περισπᾶν. τό τε Λύκαστος ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι, ἡμῶν ἀναγινωσκόντων βαρυ-
τόνως (Il. 2, 647). οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρησος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν. τάχα δὲ, ἐπεὶ ἑώρα τὰ εἰς ος λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνό- ιμενα, τῷ η παραληγόμενα, ἕτερον ἔχοντα σ, τοῦτο δὲ ἓν ἀναδεξά- μενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως, εἴγε τὸ
Ἁλικαρνησσός δισσὸν ἔχει τὸ σ, Λυκαβησσός Ταρτησσός, τὸ μέντοι Κάρησος ἓν ἔχει τὸ σ. ἴσως οὖν διὰ τοῦτο ἐξηλλάγη.
τῶν θεῶν δύναμιν μὴ δυνηθέντων στρέψαι λόγῳ· θᾶττον δὲ ὑπὸ τῶν Ἕλλήνων ἐν μιῷ ἡμέρᾳ γεγονός. οἱ δέ φασι, διὰ τοῦτο τέσσαρας ποταμοὺς εἰσάγει καὶ θεοὺς παρίστησιν, οὐχ ἵνα μόνον ἀφανίσῃ τὸ τεῖχος, ἀλλὰ καὶ τὸν τόπον διὰ τὸ μηδὲ ἴχνος φανῆναι.
πρωτόπλοος προπαροξύνομεν. καὶ δῆλον ὅτι εἰς ἀποφυγὴν τῶν οὕτως παραγομένων, διπλόος τριπλόος.
τεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον ὁμοίως τῷ “ἄσσον ἴεν πολυκάρπον ἀλωῆς” (Od. 24, 221)· ὅπερ οὐ πιθανόν· ἡ μέντοι κοινὴ ἵει ἐστὶν ὁμοίως τῷ “ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον (25). καὶ μήποτε εἶη 4 πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶς τεθειμένα “τεῖχος ἀμαλδύνας, ποταμοὺς δʼ ἔστρεψε νέεσθαι.”
ἐκανάχιζε ξύλα. Διονύσιος δὲ ὁ Σιδώνιος τὴν μὲν πτῶσιν οὐκ ἐνήλλαξε, τὴν δὲ πρόθεσιν προσλαβὼν εἴρηκεν ἐπὶ πύργους βαλλό- μενα.
ἐπὶ τοῦ ἐννεακαιδεκάτου χρόνου, οὕτε τὸ πλῆθος εἰκὸς αὐτὸν παρα- καλεῖν, ἀλλὰ τοὺς ἑταίρους μόνους.
ῥήματος ἐψιλοῦτο, συγκατατίθεται δὲ καὶ ὁ Ἀσκαλωνίτης τῷ τοιαύτῃ ἀναγνώσει· καὶ ἡμεῖς.
πρόθεσιν.
οὐδέτερον εἰς ος λῆγον ἐν ὀνόμασι βαρύνεσθαι θέλει. οὕτως οὖν καὶ μακρός ὀξύνομεν ἀρσενικὸν ὑπάρχον· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύ- νεται. οτως καὶ τὸ κλειτός· οὐδέτερον γὰρ γενόμενον βαρύνεται παρʼ Ἀλκμᾶνι “τῷ ἐν Θεσσαλίῳ κλείτει.”
βουκόλου, ὃς ἄρκτον αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος ἀνέθρεψεν. ἐκλήθη οὖν Πάρις, οὐχ ὥς τινές φασιν, ὅτι ἐν πήρᾳ ἐτράφη, ἀλλʼ ὅτι τὸν μόρον παρῆλθεν ὕστερον δὲ Ἄλέξανδρος, ὅτι τῇ πατρίδι ἠλέξησεν, ὅ ἐστιν ἐβοήθησε, πολεμίων ἐπελθόντων.
ἅπαξ. πρὸς τοὺς χωρίζοντας.
τινος ἐξ οὗ γνωρίζεται, οἷον βῶν ἀζαλέην (lI 7, 238).
λελίληκα, παθητικὸς λελίλημαι, μετοχὴ λελιλημένος, πληθυντικὴ λελιλημένοι, ἐλλείψει τοῦ λ λελιημένοι. Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς.
ἐπορεύθη ἀπὸ τοῦ εἶμι, ἐν ἑτέροις δὲ ἐφάνη “εἴσατο δʼ ὡς ὅτε ῥινόν” (Od. 5, 281) καὶ τὸ γνῶναι “εἴσομαι αἴ κέ μʼ ὁ Τυυδείδηςʼ (Il. 8, 532). καὶ ὅτι κατὰ ἀριστερὰ τοῦ ναυστάθμου ἡ πύλη. καὶ ὅτι μία. καὶ ὅτι εἴσατο νηῶν ἀντὶ τοῦ ἐπὶ τὰς ναῦς. ψιλοῦται δὲ ἐνταῦθα τὸ εἴσατο, ὅτι σημαντικόν ἐστι τοῦ ἐπορεύθη· καὶ τὸ “νῦν δʼ εἴμι”
(Il. 1, 169) ψιλοῦται.
δύναται δὲ τὸ φρονέων καὶ καθʼ ἑαντὸ παραλαμβάνεσθαι, ἀντὶ τοῦ βουλευόμενος.
ἄνωγα ἀνώγω, πέπληγα πεπλήγω, ἔνθεν τὸ “ἐπέπληγον πόδες ἵππων” (Il. 5, 504). ἀκόλουθος δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων βαρν- νομένη, ἔνθεν τὸ κεκλήγοντες.
υἷε ὑπερθύμω, κιέτην.
μεταφραζόμενον, ἐπεὶ καὶ τὸ ξηράς ὀξύνεται. εἴρηται δὲ περὶ τῶν τοιούτων, ὅτι οὐ δεῖ πρὸς μεταφραζόμενα τὰς λέξεις τονοῦν. ὁ δὲ Ἀσκαλωνίτης βαρύνει. χρὴ μέντοι γινώσκειν ὅτι μονήρης ἐστὶν ἡ λέξις· οὐδὲν γὰρ εἰς ος λῆγον καθαρὸν δισύλλαβον, τῇ αν διφθόγγῳ 8 κατὰ τὴν ἡμετέραν διάλεκτον παραληγόμενον, τριγενές ἐστιν· διὸ οὐδὲ ἀντιπαράθεσιν ἔσχεν. ἴσως δὲ βεβαρυτόνηται, ἐπεὶ καὶ τὸ ναῦος ἐβαρύνετο καὶ τὸ Τραῦος κύριον καὶ τὸ ψαῦος παρʼ Ἀλκμᾶνι.
ἰωχμός. ταύτῃ καὶ πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ ἐντελές ἐστιν, ὀξυτονηθήσεται. οὕτως οὖν καὶ τὸ δοχμός.
τοὺς βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς ν περατωθείσης (Od. 12, 313). ῥηθήσεται δὲ ἐν τῇ M τῆς Ὀδυσσείας περὶ τῆς προσῳδίας.
9 οὗ πολλαὶ ἤσαν χρήσεις παρὰ τοῖς παλαιοῖς καὶ παρʼ Ὀμήρῳ. καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγινώσκει ὁ Θράξ, ἐπεκράτησε δὲ ἠ Ἀριστάρχου.
λήγοντα ὑπὲρ μίαν συλλαβὴν, ὀξυνόμενα, συντιθέμενα πάντα θέλει φυ- λάσσειν τὸν αὐτὸν τόνον, ὑπεσταλμένου τοῦ ἀληθής, σαφής ἀσαφής, ἀντεραστής, φιλαθλητής. οὕτως καὶ φιλοψευδής. οὐ λέλησμαι ὅτι τὸ κριτής ἔσθʼ ὅτε καὶ μεταβολὴν ποιεῖται τόνου, οἷον ἐν τῷ ξενοκρίτης.
καλεῖ.
αἰόλος ἵππος” (Il. 19, 404). ἄμεινον δὲ ἀκούειν τοὺς εὐκινή- τους.
ἐμάχοντο νέεσσι” (Il. 15, 414). πρὸς ποίας δὲ πύλας ἐμάχοντος οὐδέπω γὰρ διαβεβήκασι τὴν τάφρον. γελοῖον δὲ καὶ τὸ “ ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·” τί γὰρ εἴρηται ἤδη τῆς τειχομαχίαςς πόθεν δὲ θεσπιδαὲς πῦρ οὐδέπω γὰρ πυρὶ κέχρηνται, ἀλλʼ ὕστερον λέγει ὁ Ἕκτωρ “οἴσετε πῦρ ” (ib. 718). εὔηθες δὲ
καὶ τὸ λέγειν ὅτι ἠνιῶντο οἱ βοηθοῦντες τοῖς λλησι θεοὶ ἐπὶ τῷ ἐλαττοῦσθαι αὐτούς. τῷ δὲ “λάῖνον Ἀργεῖοι δέ” (178) διπλῆν παρατιθέασιν ἔνιοι διὰ τὸ ὑπερβατὸν, περὶ τεῖχος λάῖνον. ἠθετοῦντο δὲ καὶ παρὰ Ἀριστοφάνει· παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἐγράφοντο.
10 κυρίως πῦρ λέγειν, ἵνα καὶ τὸ τεῖχος αὐτὸ ἐμπρῆσαι ἐπιχειροῦντας τοὺς βαρβάρους εἰσάγῃ.
ἵνα ᾖ ἀχνύμενοι περὶ νηῶν.
ἐὰν μὲν ἀπὸ τῆς ἰάσεως, ψιλωτέον, ἐὰν δὲ ἀπὸ τῆς ὁρμῆς, δασυντέον. ἄμεινον δὲ προκρίνειν τὴν Ἀριστάρχου· οὐδὲν γάρ ἐστι κωλῦον τὴν ἀνάγνωσιν αὐτοῦ.
διαστολαὶ δὲ ἔσαν, νῆες. ἡ δὲ ἀνταπόδοσις οἵ ῥ ἔτι μερμήριζον. διόπερ οὐ χωριστέον στιγμαῖς· εἷς γὰρ ὁ λόγος.
εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς τὸ α, ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις. τινὲς μέντοι ἐτόλμησαν τὸ ὑψιπέτης περισπάσαι, ἐπεὶ ἐν ἑτέροις ἔφη “ὥστʼ αἰετὸς ὑψιπετήεις” (Il. 22, 308). ὡς οὖν τὸ τιμήεις ἔσομαι ἐγένετο τιμῆς “οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι ” (Il. 9, 605)· οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλʼ ἐπὶ μὲν τοῦ τιμῆς
εὕρομεν αἰτιατικὴν “καὶ χρυσὸν τιμῆντα” (Il. 18, 475), ἥτις ἐδί. δασκε τὸ τῆς εὐθείας πάθος· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχω.
αὐτοὺς ἰδίαν ἐμίσει, ἀλλὰ χαριζόμενος Θέτιδι.
παρίστησι· καὶ παρεῖται ἡ πρόθεσις· ἐν ἀγοραῖς γάρ. τινὲς δὸ οὕτως, ὅτι ἀγορῇσιν ἀντὶ τοῦ ἀγορεύσεσιν εἴρηκεν.
ἕνα τῶν Δελφῶν ἄγουσιν, ὅπως κατὰ τὸ συνεχὲς μαντεύηται Πρίαμῳ. γήμας δὲ οὗτος θυγατέρα Κλυτίου Προνόμην Πολυδάμαντα γεννφ, τήν τε μαντικὴν ἀναδιδάσκει. λέγεται δὲ μιᾷ νυκτὶ τοῦτον καὶ τὸν Ἕκτορα γεννηθῆναι.
μένου ἐν τῇ Θ ῥαψωδίᾳ (240). ὁ Ἡρωδιανός.
ἔσται τοῦ μάντεως. εἰ δὲ χωρίζοιτο τῇ ἀνυποκρίτῳ ὑποστιγμῇ, ἐκεῖνο μὲν ἔσται διὰ μέσου “ὅς σάφα θυμῷ εἰδείη τεράων,” τὸ δὲ ἐξῆς, ὁδέ χʼ ὑποκρίναιτο θεοπρόπος καί οἱ πειθοίατο λαοί. οὕτως ἂν ἀποκρίναιτο μάντις, καὶ αὐτῷ πεισθείη τὸ πλῆθος.
πρῶτα” (Il. 1, 459).
ἐπὶ τὸ μειλιχίοις, ἵνα τοῖς ἄνω προσδιδῶμεν τὸ ἡμιστίχιον· ἁρ- μόζει γὰρ ὀτρύνειν μειλιχίοις· ἐξαλλαγὴ δὲ ἔσται, ἀπʼ ἄλλης ἀρχῆς ἀναγινωσκόντων ἡμῶν ἄλλον στερεοῖς ἐπέεσσι νείκεον.
ἅπασιν, ὃς ἔξοχος ὁς τε μεσήεις ὅς τε χερειότερος.
ἐνδίεσαν” γένοιτʼ ἂν τὸ ἀπαρέμφατον δίεσθαι, ὥστε καὶ ἀπὸ τῶν εἰς μι ἐσχημάτισται· καὶ δέον ἐστὶ τὸ δίω βαρυνόμενον πολὺ πρότερον περισπᾶσθαι, ἵνα ἀποτελέσῃ τὸ δίημι, ἐξ οὗ τὸ ἐνδίεσαν καὶ δίεσθαι.
τἄλλα δὲ πάντα κεκάλυπται.
εσθαι ῥῦσθαι ἔφη· “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε” (Il. 15, 141), καὶ τὸ “ἄρχετε νῦν νέκυας φορέειν” (Od. 22, 437) ἐν τοῖς ἑξῆς ἔφη “ἐκ δὲ νέκυς οἴκων φόρεον” (Od. 24, 417). τινὲς δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμις τὸ δὲ καθύπερθε πρὸς ἄμφω δύναται συντάσσεσθαι· διὸ διασταλτέον.
τὸν μοχλὸν ἔνα, διὰ τῶν ἑξῆς δύο παραδιδούς.
ἐμίγη αὐτῇ. εἶδʼ οὕτως συνῷκισεν αὐτὴν Ἀστερίωνι τῷ Κρητῶν 14 βασιλεῖ. γενομένη δὲ ἔγκυος ἐκείνη τρεῖς παῖδας ἐγέννησε, Μίνωα, Σαρπηδόνα καὶ Ῥαδάμανθυν. ἡ ἱστορία παρʼ Ἡσιόδῳ καὶ Bακχυ·
σημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοσούτων ἐλασμάτωνσυγκειμένην αὐτήν. ὁ δὲ Ζηνόδοτος, φησὶν, ἔοικε ψιλῶς προφέρεσθαι, ἐκδεχόμενος τὴν ἐξηλασμένην, οὐκ εὖ. οὐκ ἀπιθάνως δὲ ὁ Ἀρίσταρχος, εἴγε καὶ ἑπτα- βόειον σάεος που λέγει καὶ ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος “πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες” (Il. 18, 481) καὶ “ἐπεὶ πέντε
πτύχας ἤλασε κυλλοποδίων” (Il. 20, 270).
βοείας ῥαφαῖς ῥαβδοειδέσιν ώσανεὶ φλεψίν. τὸ δὲ περίκυκλον ἄμεινον δύο ποιεῖν, περί καὶ κύκλον, ἵνα ᾖ περὶ τὸν τῆς ἀσπίδος κύκλον. οὕτως καὶ ὁ Ἀσκαλωνίτης.
διορθωτέον.
ἔσκε γεγωνέμεν” (Il. 8, 223). προσέθηκα δὲ παρὰ τῷ ποιητῇ, ἐπεὶ οἱ μετʼ αὐτὸν καὶ ὡς βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡς περισπώ- μενον.
τὸ δὲ ἐπῴχατο διὰ τοῦ ᾱ καὶ σὺν τῷ ῑ, οἷον ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο. Ζηνόδοτος ἐπῷχετο.
τοθετικὸς ὁ ποιητής. Ζηνόδοτος δὲ ἐν ἀμφοτέροις τοῖς στίχοις Αἴαντε γράφει.
ἔστι δὲ εἰς ἐκεῖνον. τὸν τόπον * πολεμός ἐστιν, ἀλλʼ ἐν ἐκείνῳ.
οὐχ ὑγιῶς εἰς ἐκεῖνον τὸν τόπον· δεῖ γὰρ ἐν ἐκείνῳ τῷ τόπῳ. δεῖ δὲ γράφειν ὧδε· τὸ γὰρ λεγόμενόν ἐστιν, οὕτως ἐπεβάρησαν ὥστε χρείαν ἔχειν ἡμᾶς σνμμαχίας.
λεγόμενος διὰ τὰ αὐτά.
ἑξῆς σύνδεσμος ὁ οἱ δʼ ὲπʼ ἐπάλξεις βαῖνον.
διὰ τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα ὀξύτονα ἐπιδέχεσθαι τὴν διὰ τοῦ τ κλίσιν. ἔνθεν γὰρ καὶ τὸ ἑκών μετοχή.
κοντος τοῦ τέ· διὸ τὴν πει συλλαβὴν ὀξυτονητέον. τοῦ δὲ ὅμως τὴν προτέραν ὀξυτονητέον· ἔστι γὰρ σύνδεσμος. προείρηται δὲ τὸ αἴτιον.
διὰ τοῦ δ ἐέλδετο.
καὶ γὰρ ἀλλαχοῦ φησὶ “τῷ ὅτεῳ τε πατὴρ κέλεται” (Od. 2, 114).
ὅγ’ ὁ λυσσώδης” (Il. 13, 53). οὐκ ἀναγκαῖον δέ ἤδη γὰρ πρόκειται τὸ πάντη τοπικόν.
μουσα. ἄμεινον δὲ, φησὶν, ἀεικέα, τὸν εὐτελῆ. ἐν δὲ τῷ πρὸς τὸ Σένωνος παράδοξον προφέρεται ἀμεμφέα μισθόν.
βολίας. οὐ γὰρ δὴ ἄλλως ἐδύναντο πάντες ἀκούειν, εἰ μὴ ὁ Ζεὺς ἐπεφώνησεν.
κατὰ δὲ τὸ ἕτερον ὀξύς.
ῥυπωδέστερος, ἐμφερής τε τῇ τραχύτητι καὶ τῷ χρώματι τοῦ λίθου ἐστί.
ἕνα, ἐπαλλασσομένους κατὰ μέσον, καὶ ἐπὶ τοῖς ἄκροις ἐπικλειο- μένους διὰ τὴν συμβολὴν μιᾷ κλειδί.
Τυραννίων ἀναστρέφει, ἵνα τὸ ἑξῆς ὑπάρχῃ ὑπὸ λίθου ῥιπῆς. οὐκ ἀναγκαῖον δέ· τί γὰρ κωλύει φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως καὶ εἶναι ὑπὸ ῥιπῆς λίθου;
Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιπνοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.