ΕΙΣ ΤΗΝ Λ.
τισμένος ἀὴρ ἡλίου ὑπὲρ γῆν ὄντος.
κοίτης, καὶ δύο παῖδας ἐξ αὐτοῦ ἔσχεν, Ἡμαθίωνα καὶ Μέμνονα· Ἡμαθίωνα μὲν ἀνεῖλεν Ἡρακλῆς μὴ ἐῶντα δρέψασθαι τὰ χρύσεα μῆλα, Μέμνονα δὲ Ἀχιλλεύς. αἰτήσασθαι δὲ τὸν Τιθωνὸν παρὰ τῆς Ἡοῦς ἀθανασίαν· ὁ δὲ γέρων γενόμενος (διὰ γὰρ ἄγνοιαν οὐκ ᾐτήσατο καὶ ἀγηρασίαν) ἀχθόμενος καὶ τῶν ἐν βίῳ μὴ δυνάμενος
μεταλαμβάνειν, παρεκάλει τὴν θεὸν, ὅπως αὐτὸν τοῦ ζῆν μεταλλάξῃ· ἡ δὲ (οὐ γὰρ ἦν αὐτὸν δυνατὸν ἀποθανεῖν) μετέβαλεν εἰς τέττιγα τὸν μουσικώτατον τῶν πτηνῶν, ὅπως καὶ διὰ τῆς φωνῆς αὐτοῦ τέρποιτο διηνεκῶς ἀκούουσα.
πτολέμοιο.” Ἀπολλώνιος δὲ τὸν κυδοιμὸν ἀναιδέα δηῖοτῆτα. οἱ δὲ τὸ ξίφος· διὰ γὰρ αὐτοῦ τὸν πόλεμον κατορθοῦσθαι. οἱ δὲ λαμπάδα διὰ τὸ ἐμπυρσεύεσθαι τὰς τῶν πολεμούντων ψυχάς. μετὰ δὲ τὸ ἀργαλέην βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον
ὑποτίθεται, ἐφʼ ἑκατέρου δὲ κέρατος τὰς Ἀχιλλέως καὶ Αἴαντος.
κτον τοῖς ἑξῆς προσδιδόμενον, ἵνʼ ᾖ ἀλλήκτως πολεμεῖν. τοῖς δὲ ἄνω συνάπτοντας ποιεῖν σθένος ἄλληκτον φαῦλον, ἐπεὶ προείρηται μέγα, ἀρκεῖ δὲ τὸ ἓν ἐπίθετον.
ὅτι ἐλπίδας ἔσχον ἀνακομιδῆς ἐπὶ τὴν πατρίδα. καὶ παρὰ Ἀρι- στοφάνει δὲ ἠθετοῦντο, παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἤσαν.
ῥάβδοι ἕως τῶν κάτω μερῶν· ῥαβδωτὸς γὰρ ἦν ὁ θώραξ. βαρύνεται δὲ τὸ οἶμος ὡς οἶκος. δοκεῖ δέ μοι κατά τινα ἀφορμήν· φιλεῖ γάρ πως τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα ιβαρύνεσθαι, ὁπότεπρὸ τῆς εἰς ος συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρ- χει—φημὶ δὲ διὰ τὸ Οἰός· οὕτως γὰρ λέγεται δῆμος παρʼ Ἀθηναίοις
κατʼ ὀξεῖαν τάσιν—οἷον οἶκος οἶτος οἶκτος οἶνος. οὕτως καὶ οἶμος.
2 ὠρέχαται, καὶ Ἀττικῶς διπλασιασμὸς ὀρωρέχαται, ὁ ὑπερσυντέλικος ὀρωρέχατο προτὶ δειρήν.
ὁ δὲ Ζηνόδοτος ἐπὶ τοῦ Ἀλεξάνδρου (Il. 3, 334) τὸν ὁπλισμὸν ἐνήλλαχεν.
οἳ περισπῶσιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ κασσιτέρου, κακῶςʼ ἔθος γάρ ἐστι παρὰ τῷ ποιητῇ τὴν Θεσσαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίσκεσθαι, εἰ μὴ μέτρον κωλύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ παραλαμβάνεται. παρεκτέταται τὸ κεφάλαιον Ἡρωδιανῷ.
φυλακτέον.
ὑπομνήματα δὲ συμφωνεῖ, λέγοντα ἓν μὲν εἶναι σῶμα τοῦ δράκοντος, κεφαλὰς δὲ τρεῖς περιπεπλεγμένας ἀλλήλαις. ἠπάτηνται δὲ οἱ χωρὶς τοῦ ρ γράφοντες ἐξ ἐκείνου “τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωται” (36).
Ἀχιλλέως λέγῃ “ ὡς τοῦ χαλκὸς ἔλαμπε” (Il. 22, 32), νοητέον ἀπὸ τοῦ δόρατος τὴν λαμπηδόνα ἀνταυγεῖν· τὰ γὰρ ἄλλα χρυσᾶ εἶχεν.
μέμνονος βασίλεια, οὐκ ἐν Ἀργει, ὡς οἱ νεώτεροι.
(Il. 13, 1). ἔστι δὲ ὁ νοῦς τοιοῦτος, ἔφθασαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺς ἱππεῖς προδιαταγέντες ἐπὶ τῆς τάφρον.
ἀποβάντες γὰρ τῶν ἁρμάτων προέρχονται [εἰς τὸ πεδίον]· φησὶ γοῦν (47) “ἡνιόχῳ μὲν ἔπειτα ἑῷ.ʼ τὸ δὲ ἀπορούμενον, πῶς μέγα προειπὼν ἐπιφέρει ὀλίγο, τοιοῦτόν ἐστι. τὸ ἕτερον αὐτῶν χρονικόν ἐστι, τὸ δὲ ἕτερον τοπικόν· ἤτοι γὰρ πολὺ τοῦ πεδίου προῆλθον αὐτῶν, οἱ δὲ ταχέως ἐπεδίωξαν, ὡς ἂν ἐφʼ ἀρμάτων· ἢ τῷ χρόνῳ
πολὺ προέλαβον οἱ πεζοὶ, ρἱ δὲ ἱππεῖς τῷ καταταχῦναι ὀλίγον ὄπισθεν ἤσαν.
κῶς, οἷον ὀλίγῳ τόπῳ διεστῶτες μετʼ αὐτοὺς ἔκιον.
ἔπεμπον.
ὃν αὐλίζεται τὰ ζῷα. καὶ Καλλίμαχος “αὔλιος ὃς δυθμὴν εἶσι μετʼ ἠελίου.” ἔστι δὲ ἀλύπιος καὶ εἰς ἀνάπαυσιν ἄγων τὰ ζῷα. γραπτέον οὖν οὔλιον, ἵνα τὸν τοῦ κυνὸς σημαίνῃ, τὸν φθοροποιὸν καὶ λαμπρότα- τον, ᾧ καὶ τὸν Ἀχιλλέα ὁμοιοῖ “παμφαίνονθʼ ὥστʼ ἀστέρα ὅς ῥά τʼ ὀπώρης εἶσιν” (Il. 22, 26).
χειρὸς πληγῆς τὸ ἐλάσαι.
5 ἀμφοτέρων ἰσοκέφαλος ἦν ἡ μάχη τῶν τε Ἑλλήνων καὶ τῶν Τρώων.
ὡς ἐπὶ ταὐτὸ συνηθροισμένων αὐτῶν λέγει· προείρηκε δὲ “οἱ δʼ ἄλλοι οὗ σφιν πάρεσαν θεοί,” ἀπό τε τοῦ Ὀλύμπου οὐ παρεισάγεται θεωρῶν τὴν ἐπὶ τῆς Τροίας μάχην, ἀλλʼ ἀπὸ τῆς Ἵδης, ὅθεν διὰ τῶν ἑξῆς μεταβαίνει εἰς αὐτόν.
φοντο.
γὰρ ἦν ὥραις μετρητὴ ἡ ἡμέρα. ὁρᾶται δὲ ἡ ἀρετὴ τῶν Ἑλλήνων, ὅτι οὐδὲ τῷ καιρῷ παραχωροῦσι τῷ πάντα τὰ σώματα διαλύειν ἐκ τῶν ἔργων πεφυκότι.
δρυτόμος ἀριστοποιεῖται, ἤγουν ὁ ὑλοτόμος, ὁ ξυλοτόμος· δρῦν γὰρ ἐκάλουν οἱ παλαιοὶ ἀπὸ τοῦ ἀρχαιοτέρου πᾶν δένδρον.
γὰρ τοῦ δόρατος ὑπὸ τοῦ ὀστέου, ἔξω εἴργεται προελθεῖν τὸ αἷμα, ἔσω δὲ συνάγεται, καθάπερ ἐπὶ τῶν πληγέντων λίθῳ, ὅταν συντριβῇ μὲν τὰ ὀστᾶ, μὴ διαιρεθῇ δὲ ἡ ἐπιφάνεια, ἐντὸς χεῖται τὸ αἷμα τῆς. ἔξω φορᾶς εἰργόμενον.
αὐτῶν χιτῶνας ἀφείλατο, γυμνοὺς καὶ φαινομένους τοὺς νεκροὺς κατέλιπεν. ἡ διπλῆ δὲ, ὅτι ἔν τισι γράφεται ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα. ἔσονται δὲ αὐτοὶ οἱ νεκροὶ τοῖς στήθεσι παμφαίνοντες. οὐ λέγει δὲ τοῦτο, ἀλλὰ τοὺς ἐπὶ τοῖς στήθεσι παμφαίνοντας χιτῶνας.
μέντοι ἐπιφερόμενον ἐν τῇ συντάξει ἐν μετοχῇ ὀφείλει κατακλείεσθαι ἐξεναρίζων, ὡς δείκνυται ἐν τῷ περὶ συντάξεως (1, 32 p. 66, 5).
νηται, γεγραμμένου τοῦ ο ὑπʼ ἀρχαικῆς συνηθείας ἀντὶ τοῦ ω, προσθεὶς τὸ ν· ἔστι γὰρ περὶ δυεῖν ὁ λόγος, διὸ καὶ ἐπιφέρει “καὶ γάρ σφε πάρος παρὰ νηυσίν·” καὶ ὅτι οἱ μαχόμενοι παραβάται ἦσαν.
λύγος δὲ ἱμαντῶδές τι φυτὸν καὶ ἁπαλόν, ὃ καὶ οἶσον καλοῦσιν, ἐξ οὗ καὶ τὸ οἰσόκαρπον. τινὲς δὲ αὐτὸ καὶ ἄγνον καλοῦσιν· ὁ γὰρ τούτου καρπὸς ἐσθιόμενος ἀφανιστικός ἐστι τῆς γονῆς· καὶ οἱ ἱερεῖς δὲ τοῦ φυτοῦ τούτου τὰς κόμας τῇ ἑαυτῶν κλίνη ὑποτιθέασιν ὡς φυσικήν τινα δύναμιν ἔχοντα πρὸς ἁγνείαν· διὸ καὶ ἄγνος ἐκλήθη.
ἑνὸς ὁ λόγος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον (104).
τέον· μᾶλλον γὰρ ἐμφαίνει.
ἵππους διὰ τὸ ἐκφεύγειν τὰς ἡνίας.
15). ἡ δὲ ἀναφορὰ πρὸς ἐπίκρισιν τῆς στιχοποιίας, ὅτι εὐτελεῖς τῇ κατασκευῇ δοκοῦσιν εἶναι οἱ τοιοῦτοι. καὶ ὅτι τὸ γουναζέσθην καταχρηστικῶς ἀντὶ τοῦ ἱκέτευον.
πρέσβιν, ὡς ἐνταῦθα “ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆ??.”
ἑνικὸν τοῦ ἑαυτῆς ἢ τοῦ ἑαυτοῦ, ὅπερ οὐχ ἁρμόζει. ἐλλείπει δὲ ἡ πρόθεσις, καὶ ἔστιν ἀντὶ τοῦ περὶ τοῦ πατρός. τινὰς μέντοι φησὶν Ἀρίσταρχος σφοῦ πατρός, αὐτὸς δὲ τοῦ πατρός.
ὑπερβατόν.
τὴν θρυώδη ἀποδεδώκασιν, οἱ δὲ τὴν πολύξυλον. βέλτιον δὲ ἀφʼ ἦς οὐδεὶς ἐξυλίσατο, ὡς Ἡσίοδος “τῆλε γὰρ ἀξυλίῃ κατεπύθετο κήλεα νηῶν.”
θεῖσα συλλαβὴ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίσω συλλαβὴ φύσει μακρὰ, τῷ τονικῷ παραγγέλματι γίνεται περισπώμενον. περισπᾷ γοῦν τὸ δεῖλʼ, ἐν δὲ τῇ Ὁμηρικῇ προσῳδίᾳ ἐναντιοῦται τούτῳ.
πόλεως· “λαὸν δὲ στῆσον παρʼ ἐρινεὸν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις” (Il. 6, 433) καὶ ἀλλαχοῦ “οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεόν” (Il. 22, 145). ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ἐρινεός. ὅτι δὲ καὶ ἐν μέσῳ τῷ πεδίῳ ἐστὶ τὸ Ἴλου σῆμα, φανερὸν ἐξ ἐκείνου “Ἕκτωρ μὲν μετὰ τοῖσιν ὅσοι βουλὰς βουλεύουσιν θείου παρὰ σή-
ματι λοῦ ” (Il. 10, 414). ἐπαυλίζονται δὲ ἐν μέσῳ τῷ πεδίῳ ἐπὶ τοῦ θρωσμοῦ, “οὐκ ἀίεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο” (ib. 160), ὅ τε Ἀλέξανδρος ἐν ταύτῃ τῇ ῥαψῳδίᾳ τοξεύει “στήλῃ κεκλιμένος Ἴλου Δαρδανίδαο” (371)· ἡ δὲ μάχη ἐν τῷ πεδίῳ. συναπτέον οὖν ἀναγινώσκοντας ἕως τοῦ μέσσον κὰπ πεδίον, εἶτα βραχὺ δια-
στείλαντας τὰ ἑξῆς ῥητέον· καὶ οὕτως λυθήσεται τὸ ἐν τῷ τόπῳ ἄπορον καὶ Ἴλου σῆμα καὶ μέσον πεδίον καὶ ἐρινεὸς καὶ ἡ πόλις ἐν ταὐτῷ. παρέρχονται μὲν γὰρ τὸ μέσον πεδίον, ἐν τὸ Ἴλου σῆμα, σεύονται δὲ πρὸς τὸν ἐρινεὸν, ἵενται δὲ τῆς πόλεως. ὡς εἰ οὕτως ἔλεγεν, οἱ δὲ διὰ μέσου τοῦ πεδίου παρὰ τὸ Ἴλου μνημεῖον ἔφυγον
πρὸς τὸν ἐρινεὸν, σπεύδοντες εἰς τὴν πόλιν.
θρέμματα. τινὲς δὲ τὸ μεσονύκτιον, ὅτι ἐν αὐτῷ οὐδεὶς μολίσκει οὐδὲ πρόεισιν.
11 λιζον ἀνὰ πτολέμοιο γεφύρας” (159). Ζηνόδοτος οὐκ ἔγραφεν· Ἀριστοφάνης δὲ ἠθέτει τὸν “ Ἀτρείδεω ὑπὸ χερσί.”
ἀστεροπὴν λέγει οὐ τὴν ἀποτελουμένην ἀστραπὴν, ἀλλὰ τὸ ὁμώ- νυμον ὄργανον, ὅπερ τινασσόμενον τὴν ἀστραπὴν ἀποτελεῖ “βῆ ῥ” ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν” (Il. 13, 242).
οἷον καὶ “τότε μοι χάνοι εὐρεῖα χθών” (Il. 4, 182). ὁ λόγος δὲ αἱρεῖ στίζειν τελείᾳ ἐπὶ τὸ ταχεῖα· δύο γὰρ λόγοι αὐτοτελεῖς, πορεύθητι ταχέως Ἶρι, τοῦτον εἰπὲ τὸν λόγον Ἕκτορι. ἡ δὲ συνήθεια καὶ τὰ τοιαῦτα συνάπτει.
κατὰ συγκοπήν “οἱ δή τοι εἰς ἄστυ ἄλεν ” (Il. 22, 12), ἀπαρέμ- φατόν τε “ἢ λαοὺς εἰς τεῖχος ὁμοκλήσειεν ἀλῆναι” (Il. 16, 714). καὶ ὥσπερ ἡ φανείς μετοχὴ, οὕτως καὶ ἡ ἀλείς· “οἴμησεν δὲ ἀλείς” (Il. 22, 308), καὶ οὐδέτερον “ᾗ χειμέριον ἀλὲν ὕδωρ” (Il. 23, 420). καὶ πληθυντικὸν ἀρσενικόν “ αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν
ἀλέντες” (Il. 21, 534), καὶ γενική “πόλις δʼ ἔμπλητο ἀλέντων” (Il. 21, 607). τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡς λάβηται. συ- στολὴ οὖν ἐγένετο ἢ μεταβολὴ ἐγκλίσεως, ὁμοίως τῷ “ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων” (Il. 9, 409)· “ὄφρα καὶ ἄλλος πτωχός ἀλεύεται ἠπεροπευτής” (Od. 15, 400)· καὶ τὸ “ἢ αὐτὸς φθίεται
πρώτῳ ἐν ὁμίλῳ” (Il. 20, 173). τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ, ʼὃ σημαντικόν ἐστι τοῦ πλανῶ, ὅπερ ψιλοῦται.
Δωρικὴ οὖσα κατὰ πλεονασμὸν τοῦ ε ἐξηνέχθη, ὅθεν φυλάσσεται ὁ αὐτὸς τόνος.
277), ὅτι ἐγκλιτέον τὴν ἀνάγνωσιν, ἵνʼ ᾖ ἔθελε.
ρον ἀπηντηκώς. γεγέννηται μέντοι ἐν Τροίᾳ· ἡ γὰρ Θεανὼ ἱέρεια τῆς Ἀθηνᾶς οὖσα οὐκ ἄν ποτε εἰς Θράκην ἐξεληλύθει, καὶ ἦν πατρὸς) Τρωός· γεννηθεῖσα δὲ ἐδόθη τρέφεσθαι τῷ μητροπάτορι· οὗτος δὲ μόνος παρὰ τοῖς Τρωσὶ τὴν ἀδελφὴν τῆς μητρὸς ἔγημεν, ὥσπερ καὶ παρὰ τοῖς Ἕλλησι Διομήδης. ἡ διπλῆ δὲ, ὅτι ὡς ἐμπνευσθεὶς ἀντ-
αποδέδωκε καθάπερ ἐν ἀρχῇ τῆς Ἰλιάδος “τίς τʼ ἄρ σφωε θεῶν,ʼ εἶτα “Λητοῦς καὶ Διὸς υἱός”
νυμόν τι ἐγένετο Κισσέας, καὶ κατὰ συναλοιφὴν Κισσῆς.
ἐμπείρων δέ τις ταρβεῖ προσιόντα.”
ἔνερθεν ἐντὸς θώρακος, ἀλλὰ κατὰ ζώνην θώρακος, τὴν θωρακοζώνην λεγομένην· τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μέρος τῆς θωρακοζώνης, ὡς ὅταν λέγῃ “νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθεν” (252), οὐχ ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος. ὁ δὲ λόγος οὗτος, τῆς θωρακοζώνης εἰς τὸ κάτω μέρος ἔνυξεν.
καὶ ἀρσενικὸν γένος ὑπισχνουμένων περιεσπάσθη. καὶ τάχα καθʼ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ σημαῖνον γένος θηλυκὸν καὶ ὀξυ- νόμενον ἀποφύγῃ, λέγω δὲ τὸ λὶς πέτρη (Od. 12, 64). τῷ μέντοι χαρακτῆρι τοῦ κίς καὶ θίς καὶ ῥίς, καίτοι γε διαφόρως κλιθεῖσι πρὸς τὸ λίς, συνεξωμοίωσεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίσταρχοςʼ καὶ οὕτως
ἐπείσθη ἡ παράδοσις.
τῶν ἀλφεσιβοίων παρθένων (Il. 18, 593), ὅτι εἰσὶν αἱ ἀλφάνονσαι βόας, ὁ ἐστιν εὑρίσκουσαι.
ὀξύνεται, ὑπεσταλμένου τοῦ ἅπαξ. σημαίνει δὲ τὸ ἐκ πλαγίου.
γὰρ ἐν εὐηνέμῳ χωρίῳ φυόμενα εὔτονα γίνεται, παλλόμενα καὶ κραδαινόμενα. διὸ καὶ τὴν Ἀχιλλέως μελίαν Πηλίου ἐκ κορυφῆς λέγει τετμῆσθαι (Il. 16, 144). οἱ δὲ ἀπέδωκαν ἀνεμοτρεφὲς τὸ κοῦφον καὶ εὐκίνητον. ἢ στερεόν· τὰ γὰρ ἐν ἀνέμῳ πλέον γυμναζόμενα δένδρα στερεά.
Ἡράκλεες Ἥρακλες. τί οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν, τὸ κατὰ συγκοπὴν πάλιν δασύνεσθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι, ὀπιπεύω ὀπή ὀπώρα. παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο ὀπάων. οὕτως οὖν ἔχει καὶ τὸ ὄπατρος. προσέθηκα δὲ εἰ μὴ ἀναφο-
ρικὴ σημασία, διὰ τὸ ὁποῖος ὅπως καὶ τὰ τοιαῦτα. ἀντιπίπτει δὲ τῷ προκειμένῳ κανόνι τὸ ὁπλή καὶ τὸ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγ- μένα.
(Il. 3, 152). ὁμοτονεῖν δὲ θέλει τὰ εἰς ι λήγοντα τοῦ ἐνεστῶτος ταῖς πληθυντικαῖς δοτικαῖς τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦσιν. ἱέντες ἱέντων ἱεῖσι· οὕτως οὖν καὶ τὸ ῥῆμα. μάχεται τὸ φασί· ῥῆμα γὰρ ὀξύνεται, μετοχὴ δὲ ὂν βαρύνεται.
ἐστιν· οὐ γὰρ αἱ Εἰλείθυιαι πάσχουσιν, ἵνα προπαροξύνωμεν, ἀλλʼ ἐνεργοῦσι κατὰ τῶν τικτουσῶν. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν συνθέτων ἐνέργειαν ὑπισχνούμενα παροξύνεσθαι, εἰ μὴ κανών τις κωλύοι· εἰσὶ γάρ τινες κανόνες καθʼ σὓς κἂν ἐνέργεια σημαίνηται, πάντως προπα- ροξύνεσθαι δεῖ. μάχεται μέντοι ἄντικρυς τὸ “ὄρνυσθ’ ἱππόδαμοι
Τρῶες” (Il. 4, 509)· ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦντι προπαρωξυτονήθη.
φωνεῖ μὲν ὦ φίλοι, κελεύει δὲ ἀνδρείους γίνεσθαι.
προπερισπωμένου ἐπιθετικοῦ ἐγένετο. τὸ μέντοι Πείραιος προπαροξυ- νόμενον παρὰ τὸ πειρῶ ἐγένετο ὡς παρὰ τὸ φιλῶ Φίλαιος. οὕτως καὶ παρὰ τὸ βέβηκα ὁ βέβαιος.
τίδης” (Il. 15, 525), Λάμπου υἱὸς τοῦ Πριάμου ἀδελφοῦ, καὶ τῶν μνηστήρων εἷς Ἀγέλαος (Od. 20, 231).
ἔχει ἡ ὁμοίωσις· καὶ γὰρ τοὺς Ἕλληνας ὑπʼ Ἀγαμέμνονος ἐπιστρε- φεστέρους γενομένους διέλυσεν ὁ Ἕκτωρ.
νέφη ὁ Ζέφυρος διατινάσσει. ὁ δὲ καλούμενος Λευκόνοτος σφοδρότερός ἐστιν. Ὅμηρος δὲ τέσσαρας ἀνέμους μόνους οἶδεν.
ἑνικὰ συντάσσει ῥήματα.
μετοχὰς ἐν τῇ A, ὅτε περὶ τοῦ πλαγχθέντας διελαμβάνομεν.
τὸ κατόρθωμα. ἔστι δὲ Διομήδης μόνος ὁ ἀνελών· ἐπιφέρειγοῦν (333) τοὺς μὲν Τυδείδης.
ἐξέτεινεν.
ἥλατο.
εἶτα δὲ καὶ τὸ ἀναδραμεῖν πολὺ ἐρρωμένου τινός ἐστι. πῶς οὖν καὶ ἔπεσεν ἐπὶ γούνατα καὶ ἀπέθανε μικροῦ δεῖν;
ἐστὶ, κατεργάσομαι δή σε καὶ ἀνελῶ, καὶ τέλος τῇ πράξει ἐπιθήσω, ἐξ ὑστέρου ἀπαντήσας.
ἰφθίμοιο” (373). διὰ τοῦ ζ οὖν γραπτέον παρατατικῶς· σκυλεύ- οντα γὰρ αὐτὸν βάλλει ὁ Ἀλέξανδρος.
οὖν, φησὶ, τὸ τόξον.
ἀπόλυτος εἶναι.
οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοσις, ὡς καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ συνέστειλαν, πληθυντικὸν ἐκδεχόμενοι οὐδέτερον, ὁμοίως τῷ “κρέα ἔδμεναι” (Il. 4, 345), ἐξεδέξαντό τε ἐκ τῆς λέξεως τὴν τρίχωσιν καὶ ἐμπλοκῆς εἶδος. οἱ δὲ ἐξέτειναν τὸ α πάλιν πληθυν- τικὸν ἐκδεχόμενοι, τιθέντες δὲ τὴν λέξιν ἐπὶ τοῦ τόξου, ὥστε εἶναι
κατὰ κέρας, συναλοιφὴν ἐκδεχόμενοι τοῦ κέραα. περὶ δὲ τῆς τοιαύτης ἀναγνώσεως δεδήλωται ἡμῖν, ὁπότε διελάβομεν περὶ τοῦ “κέρα ἐκ κε- φαλῆς” (Il. 4, 109). τοσοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπὶ τοῦ νοη- τοῦ, ὡς ὅτι σπάνιόν ἐστιν ἐπʼ ἀνθρωπίνης φύσεως παρὰ τῷ ποιητῇ τὸ κέρας ἐπὶ τριχὸς τάσσεσθαι· κόμην δὲ λέγει καὶ τρίχας καὶ πλοκάμους
καὶ ἐθείρας. τὸ δὲ παρ θενοπῖπα τινὲς παρθενοπῖα, παρθένοις ἐοικώς.
τόξῳ ἀγαλλόμενε· προείρηκε δὲ “τοξότα λωβητήρ.”
ἀκοὴν ἐπὶ τὸ κατὰ τὴν ἁφὴν κωφὸν τὸ ἀνεπαίσθητον.
2, 129)· οὐ γὰρ πολλοὺς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι τοῦ “πλέονές κεν μνηστῆρες” (Od. 18, 247) συγκοπή ἐστιν ἡ πλέες φωνὴ, μὴ ὄντος δὲ ἄρα τοῦ συνθέτου περιπλέονες, δοθήσεται μηδὲ τὸ ἀπʼ αὐτοῦ συγκεκομμένον. ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγι- νώσκειν, λειπούσης τῆς αὐτόν.
παρὰ τῷ ποιητῇ ἡ διὰ τοῦ δε ἐπὶ ταύτης τῆς ἀντωνυμίας ἐπέκτασις σπανίως μὲν εὑρέθη ἐπʼ ἀναφορᾶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ “τούσδε δʼ ἔα φθινύθειν” (Il. 2, 346), ὥστε οὐδὲν κεκώλυκε καὶ 21 ἐνθάδε τὸ τοιοῦτο παραδέξασθαι διὰ τὸ ἤδη πεπεῖσθαι τὴν παράδοσιν· βεβαιοτέρα μέντοι ἐστὶν ἡ τοῦ Τυραννίωνος ἀνάγνωσις· οὐδὲν γὰρ ἐναντιοῦται.
στεύῃσι ληψόμεθα ἀντὶ τοῦ ἄριστος ᾖ, οἷον ἄξιον τὸν ἐν εἰρήνῃ τιμώμενον ἀνδραγαθεῖν ἐν πολέμῳ· τὸ δὲ δεύτερον, ἐπεὶ τὸν ἐπαγ- γελλόμενον κατὰ μάχην ἄριστον εἶναι ἑστάναι δεῖ καὶ τὸν κίνδυνον ὑπομένειν.
παντελῶς ἐπὶ τὸ κρατερῶς καὶ ἐπὶ τὸ ἔβλητο, ἵνα ὁ ἢ σύνδεσμος κέηται ἀντὶ συναπτικοῦ. ὁ δὲ λόγος· ἑστάναι δεῖ, εἴτε ἐβλήθη εἴτε ἔβαλεν ἄλλον, οἷον εἴτε βληθείη εἴτε βάλοι τινά. ἢ στικτέον ἐπὶ τὸ κρατερῶς. ὃ καὶ βέλτιον· ἔσονται γὰρ διαζευκτικοὶ οἱ σύν- δεσμοι. ὁ δὲ λόγος, ἰσχυρῶς ἑστάναι δεῖ· ἢ γὰρ ἐβλήθη ἢ ἔβαλεν
ἄλλον.
τοῖς πῆμα τιθέντες οἱ Τρῶες, ἀλλὰ τῷ Ὀδυσσεῖ.
βολον δὲ καὶ τὸ ἑξῆς. ἤτοι γὰρ μετάλμενος ὀξέῖ δουρί, οἷον σὺν τῷ δόρατι ἐφαλλόμενος, ὡς ἐκεῖ “καὶ αὐτῷ φάρει ἀναίξας λάβε δίσκον” (Od. 8, 186)· ἢ καὶ ὑπερβατὸν, οὔτασεν ὀξέι δουρί, καθὸ δια- στελοῦμεν βραχὺ ἐπὶ τὸ μετάλμενος.
ἴσα ὁ ἄνθρωπος.
χιονʼ οὐ γὰρ ἐπιτρέπει τὰ τῆς περιστάσεως σκυλεύειν. ἔφαμεν δὲ τὴν διὰ τοῦ δε ἐπέκτασιν προπερισπᾶσθαι, εἰ ἔχοι πρὸ τέλους φύσει μακράν· διὸ σημειούμεθα τὸ “τώδε δὲ νῶι” (Il. 8, 109) παροξυνό- μενον.
στικτέον δὲ ἐπὶ τὸ ἔργαθεν· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι, τὸ δόρυ διελθὸν τὴν πανοπλίαν ὅλον τὸν ἐπὶ ταῖς πλευραῖς χρῶτα ἐχώ- ρισεν αὐτῶν, οἷον διέσπασε τὰς σάρκας ἀπὸ τῶν ὀστῶν. οὐ μὴν εἴασεν ἡ Ἀθηνᾶ κατὰ βάθος ἐλθεῖν, ὥστε τῶν ἐντοσθιδίων ἅψασθαι.
ἅπασαι· ἔγνω ἵτι οὐ κατὰ καίριον τέλος ἦλθεν ἡ πληγὴ, οὐκ εἰς 23 καίριον τόπον ἐτελεύτα. Ζηνόδοτος δὲ γράφει βέλος, κακῶς· οὐ βέβληται δὲ, ἀλλʼ ἐκ χειρὸς πέπληγε· λέγει δὲ τέλος τὸ τῆς ζωῆς.
ἔστι δὲ πλήρης, ἀλλὰ συνήλειπται, οὕτως δὲ ἡμῶν ἀναγινωσκόντων πεπονθυῖαν τὴν λέξιν βαρβαρισμὸς γίνεται, εἴτε ὀξύνοιμεν εἴτε περι- σπάσοιμεν, ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν λέξιν, ἆ δειλέ, δεῖ, ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλληνικῶς ἔχῃ. οὕτως δὲ καὶ Ἀρίσταρχος ἔγραφεν ἐκ πλήρους, ὡς Δίδυμος μαρτυρεῖ· τὸ
μὲν γὰρ μέτρον οὐκ ἂν δόξαι βλάπτεσθαι τοῦ στοιχείου προστεθέντος, ἐπεὶ ὅταν δέῃ ὑγιὲς αὐτὸ παριστάναι, πάλιν ἀφαιρεθήσεται, ὡς “βουκόλε ἐπεὶ οὔτε κακῷ” (Od. 20, 227) “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω” (Il. 15, 18). οὕτως δὲ καὶ ἐν τοῖς ἐξῆς “ἆ δειλὲ, οὐ μὲν σοί γε (452).
μέρη λόγου εἰσίν. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.
ἀντὶ μέλλοντος.
ἑαυτοῦ ἔγχος εἷλκεν ὁ Ὀδυσσεὺς, ἢ ἐκ τοῦ ἰδίου χρωτὸς τὸ τοῦ Σώκου δόρυ· ὃ καὶ ἔστιν ὑγιές· λέγει γὰρ “κῆδε δὲ θυμόν” οὐ τοῦ νεκροῦ, ἀλλὰ τοῦ Ὀδυσσέως· τὸ δὲ ἑαυτοῦ ἔγχος εἴασεν οὕτως. κατὰ δὲ τὸ τέλος τοῦ στίχον βραχὺ διασταλτέον· τὸ γὰρ τοῦ Σώκου δόρυ ἐκ τοῦ ἰδίου χρωτὸς ἐξέλκει. μένει μὲν οὖν ἡ ἀμφιβολία καὶ
οὕτως, ἐπεὶ μὴ πρόσκειται τὸ τίνος χρωτός· ἐὰν δέ τις συνάπτῃ, μᾶλλον ἁμαρτήσεται.
σθέντος· γίνεται δὲ τὸ ἑαυτοῦ, ὃ οὐχ ἁρμόζει.
ἔδει μὲν περισπωμένως, ὡς μῦς μῦν· τὸ γὰρ πληθυντικὸν παρὰ Καλλιμάχῳ “αἱ μέν ῥα λίεσσιν” ὡς μύεσσιν· Ἀριστάρχῳ δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι.
τὴν τροφὴν ποριζόμενα. ἔμπειρος οὖν τούτων καὶ πρὸ Ἀριστοτέλους ὁ ποιητής.
ἀπιθάνως, ἵνα μὴ συνάπτωμεν τῷ πατρωνυμικῷ τὸν υἱὸν καὶ ζήτημα ποιῶμεν περί τινα ὥσπερ ἐξήγησιν ἢ ἐπανάληψιν. περισσὸν δὲ τὸ υἱόν· κτητικοῖς μὲν γὰρ προστίθεται τὸ ὑπὸ τὴν κτῆσιν πεσεῖν δυνά- μενον, πατρωνυμικοῖς δὲ ἐμπεριέχεται.
κάτεισι τὴν ἐξ ὕψους καταφορὰν δηλοῖ.
ὁ ἀμαιμάκετος περιμήκετος· τὸ δὲ λαιλαπετός μὴ ὂν ἐπιθετικόν ὠξύνθη, καὶ τὸ Ἰαπετός ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυσγετός οὐκ ἔστιν ἐπιθετικὸν, ὑγιῶς ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι.
συμβάλλειν.
τοιαύτης ὑπαρχούσης τῆς διανοίας, τὰς πρὸ τῶν νεῶν τάξεις.
ἀκούοντες, θέλει δὲ εἰπεῖν ἐπαισθόμενοι τῆς πληγῆς· ἡ γὰρ ἀκοὴ εἴδός ἐστι τῆς αἰσθήσεως.
ἀέκων” (557), ἴσως ὅτι νῦν μὲν λέοντι παραβέβληκεν, ἑξῆς δὲ ὄνῳ. ἔστι δὲ πρὸς διάφορα σημαινόμενα· ὁ μὲν γὰρ λέων πρὸς τὴν πρᾶξιν, ὁ δὲ ὄνος πρὸς τὴν ὑπομονήν· καὶ γὰρ τοῦτον ἐπιτριβῆ πληγῶν λαμβάνει.
οὖν ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται, αὐξήσεως, ἐναργείας, σαφηνείας· εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον διετήρησεν ὁ ποιητὴς, εἰπὼν Αἴαντα καὶ φονεύοντα λέοντος δίκην καὶ τῶν πολεμίων ἀνα- χωρεῖν ὡς ὄνον. ταῖς γὰρ φύσεσι τῶν ζῴων καὶ τὸ ὀκνηρὸν πρὸς φυγὴν καὶ τὸ ταχὺ πρὸς μάχην τοῦ ἥρωος δεδήλωκεν.
28
οὐ δύναται ἡ βία τῶν τυπτόντων νηπία εἶναι. ἀλλʼ ἔστι τοιοῦτο τὸ λεγόμενον, ᾧτινι πρότερον κατεάγη ῥόπαλα πολλὰ, ὥστε ἐντριβῆ αὐτὸν πληγῶν εἶναι· διὸ ἡ τῶν παίδων βία ἀσθενὴς αὐτῷ φαίνεται.
(Il. 4, 535)· ἀναχωροῦντες γὰρ τὰ ἐμπεπηγότα δόρατα ταῖς ἀσπίσι διετίνασσον.
μέγισται παραφρονήσεις. πηγὴ δὲ ὅλου τοῦ νευρώδους γένους ὁ ἐγκέ- φαλος, ὥσπερ ἀρτηριῶν καρδία καὶ φλεβῶν ἧπαρ.
εἰ δὲ καὶ κατὰ συναλοιφὴν ἐν τῷ ψιλῷ ἀντιστοίχῳ γέγραφεν, ἵνʼ ᾖ τὸ πλῆρες Αἴαντʼ ὃς βελέεσσιν, οὐκ ἔστι τῆς καθ’ Ὅμηρον Ἰάδος τὸ ψιλοῦν τὰ τοιαῦτα.
προσερείσαντες.
ἰωκὴν, οἷον δίωξιν, ὡς Ἡσίοδος (Q. 538) τὴν κρόκην κρόκα.
νηται, διὰ Πατρόκλου Νέστορα βούλεται τοῦτο κατορθῶσαι ὅπερ οὐκ ἐποίησαν οἱ πρέσβεις. ὥστε προῳκονόμησε τοῦτο ὁ ποιητὴς, ἵνα καὶ 30 Νέστορος τὴν τῶν λόγων δύναμιν παραστήσῃ καὶ Ἀχιλλέα δείξῃ μετʼ εὐλόγου προφάσεως εἰς τὸν πόλεμον ἐξάγειν.
αἰγιαλόν ἀπὸ τοῦ περικατάσσεσθαι αὐτῷ τὰ κύματα.
ἐναντίον τοῦ στόματος λαμβάνηται, ἀλλʼ ἑκατέρωθεν τοῦ ποτηρίου 31 δύο καὶ δύο. τούτων δὲ ἅπτεσθαι μακρὰν πελειάδα μίαν ἑκατέρωθεν· ἀντεστραμμέναι δέ εἰσιν αὑταῖς, ἀνὰ μέσον δὲ αὐτῶν δύο· κατὰ γὰρ ἕκαστον τῶν ἄτων τοσαύτας φησίν· εἶναι γὰρ ώσεὶ φιάλην κοίλην, ὥστε ταῖς δύο χερσὶν ὑπολαμβάνοντας τῶν ὤτων προσλαμβάνεσθαι.
καὶ Ἀλεξίων.
μογέων, τουτέστιν ὁ Μαχάων. ἡμεῖς δὲ ἐκεῖνο παραφυλάξαι ἔχομεν, ὡς ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶσις εἶναι· εἷ γὰρ καὶ κρᾶσιν ἠβούλοντο, παραλαμβάνειν ἐχρῆν εἰς τὸ 9, ὁμοίως τῷ “οἴχετʼ ἀνὴρ ῶριστοςʼ (288). εἰσὶ δὲ οἳ διέστειλαν ἀλλʼ ὅς, τὸ ὅς δασύνοντες, ἀλλʼ ὃς μὲν μογέων, ἵνα τὸ αὐτὸ ὑπάρχ) νοητόν· ἐπὶ
γὰρ τοῦ Μαχάονος πάλιν βούλονται τὴν διαστολὴν λαμβάνειν. ἡμεῖς δὲ συγκατατιθέμεθα τῷ Ἀριστάρχῳ ψιλοῦντι, ἐπεὶ βούλεται ὁ ποιητὴς καὶ διὰ τούτου τὸ εὔρωστον τοῦ γέροντος παριστάνειν.
τὴν προσῳδίαν, ἀλλὰ νοεῖν ὅτι καὶ τοῦτο τῶν ἐπαίνων λεγομένων έέστορός ἐστι, καθάπερ καὶ τὸ “Νέστωρ δὲ πρῶτος κτύπον ἄῖε φώνησέν τε” (Il. 10, 532).
τυρὸν κνήστει χαλκείῳ, τουτέστι μαχαιρίῳ τυροτόμρ.
ἑξῆς, σχῆμα ἔσται, ὅσσον πένθος· Ἀττικὴ δὲ ἡ χρῆσις καὶ ἀρχαία.
ἐπὶ τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει, εἰ μὴ ἄρα ἐκεῖνό τις ὑπὲρ τοῦ Ἀριστάρχου λέγοι, ὅτι οὐκ ἐνεστὥτα ἐκδεχόμενος οὕτως ἀνεγί- νωσκεν, ἀλλὰ παρακείμενον πεπονθότα. ἔχει δὲ οὕτως· παρὰ τὸ 33 οὐτῶ περισπώμενον ἐκπίπτει παραγωγὸν εἰς μι λῆγον τὸ οὔτημι, ἀφʼ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ οὐτάμεναι. ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενος καὶ οὐτάμενοι ὡς κιχράμενοι. ἀλλʼ οὔ φαμεν ταύτην εἶναι ἐν τῇ συντάξει, ἀλλʼ ἕτερόν τι αὐτῷ σύνηθες ῥῆμα εἶναι, τὸ οὐτάζω, ὅθεν καὶ οὔτασεν ὁ ἀόριστος· οὐ γὰρ δὴ
συστολὴ τοῦ οὔτησεν, ὡς πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου “οὐτάσαι οὐδὲ βαλεῖν” (Il. 14, 424) καὶ ἐκ τοῦ “οὔτασται δʼ Ὀδυσεύς” (661). τούτῳ δὴ τῷ οὔτασται παρέθηκε μετοχὴν τὴν οὐτασμένος “οὅτʼ αὐτοσχεδίην οὐτασμένος” (Od. 11, 535), ἥτις κατʼ ἔλλειψιν τοῦ σ ἐγίνετο οὐταμένος, προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριστάρχου διὰ
τὸν χαρακτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, ἱστάμενος κιχράμενος· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει. ἄλλως τε καὶ ἡ γινομένη τοῦ σ ὕφεσις καὶ ἀναδρομὴν ἐργάζεται τόνου.
μετʼ αὐτό. βραχὺ δὲ διασταλτέον μετὰ τὸ ἐών (665).
τοῖς ἑξῆς συνάπτεσθαι. οὕτως δὲ ἑνικῶς Ἀρίσταρχος, βοηλασίῃ.
μέσου.
ἦγε. Νέστωρ δὲ ὁ τῶν παίδων αὐτοῦ νεώτατος στρατιὰν ἀθροίσας ἐπῆλθεν λιδι, καὶ πολλοὺς ἀποκτείνας ἀπέλαβε τοὺς ἵππους, καὶ οὐκ ὀλίγην τῶν πολεμίων ἀπέσυρε λείαν. ἡ ἱστορία παρὰ Φερεκύδει.
βαρύνεσθαι ἐπὶ ἑτέρου σημαινομένου, εἰρήσεται ἡμῖν ἀλλαχόθι. τὸ δὲ ζῖῖς δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν “βωστρεῖν δὲ Κράταιιν” (Od. 12, 124)· τάχα δὲ καὶ τοῦτο πρὸς ἀντιδιαστολήν.
νοῦν καὶ μὴ ἀκριβής. ἢ παρὰ τὸ ἀλίσαι, ὅ ἐστιν ἀθροῖσαι.
ὑφʼ Ἡρακλέους, ὅτε τὴν Πύλον ἐπόρθησεν. φαίνεται γὰρ καθʼ Ὅμηρον περιὼν καὶ μετὰ τὸ πορθηθῆναι. ὁ γὰρ πρὸς Ἠλείους πόλεμος τῶν Πυλίων μεταγενέστερος τοῦ πρὸς Προκλέα.
δύναται προσδίδοσθαι καὶ τοῖς ἑξῆς· ἤτοι γὰρ ἡμέρας γενομένης ἐκή- ρυσσον ὅπως ἐκεῖνοι συναχθῶσιν, ἢ ἄλλοτε ἐκήρυσσον ἵνα ἐκεῖνοι ὑπὸ τὸν ὄρθρον ἔλθωσι. καὶ ἀμφότερα λόγον ἔχει.
χρέως καλεῖ. Ἀριστοφάνης δὲ χρεῖος καὶ ὠφείλετο.
τέλης ἐν τᾥ πέπλῳ.
χωρίσωμεν δὲ, καὶ ἀκούωμεν οὕτως, ἔσται θαυμαστικὸς ὁ λόγος περὶ τῆς καταφρονήσεως ῆν ἐποιήσαντο οἱ Ἠλεῖοι περὶ τῶν Πυλίων.
ἐκ λλώριδος τοὺς τρεῖς γεγονέναι· καὶ γὰρ ὁ Πρίαμός φησι (Il. 24. 495) “πεντήκοντά μοι ἤσαν, ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν· ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἤσαν· τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγά- ροισι γυναῖκες.”
λέως παίδων, ἤτοι ὅτι νέος ὑπάρχων ἔξω ἐτρέφετο παρὰ τοῖς Γερήνοις, ἢ ἐπεὶ συνεβούλευσεν εἰσαχθῆναι τὸν Ἠρακλέα, ὥς τινές φασιν.
ἀφίει ἀκαχήμενον ἵππων.” ἐνδέχεται δὲ δύω συνωρίδας ἐπὶ τὸν ἀγῶνα πεπορεῦσθαι, μή τι περὶ τὴν ἑτέραν γένηται· εἰρῆσθαι δὲ τὸν ἐλατῆρʼ ἀφίει συλληπτικῶς, τὸν ἑκατέρας ἐλατῆρα, ὡς “ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη” (Od. 1, 335)· οὐ μία ἐπὶ ἀμφοτέρων τῶν μερῶν, ἀλλʼ ἑκατέρωθεν μία. οἱ δὲ ὡς Ποσειδῶνος υἱὸν τετρώρῳ
φασὶ χρῆσθαι· ἵππιος γὰρ ὁ θεός.
μενος κατέκρινε τὸν πατέρα· ὁ δὲ ἀγανακτήσας ἐξέβαλεν αὐτὸν τῆς χώρας· ρακλῆς δὲ ἐπιστρατευσάμενος Ἦλιν ἐπόρθησε, καὶ μετα- πεμψάμενος τὸν Φυλέα ἐκ Δουλιχίου παραδίδωσιν αὐτῷ τὴν βασι- λείαν. ὀλιγανδρίας δὲ οὔσης διὰ τὸ πολλοὺς ἐν τῷ πολέμῳ συνεφθάρ- θαι, Ἡρακλῆς συγκατέκλινε τὰς τῶν τετελευτηκότων γυναῖκας τῷ
στρατῷ, οὕτως τε πολλῶν γεννηθέντων ἔθηκε τῷ Διὶ τὸν Ὀλυμπιακὸν ἀγῶνα, καὶ αὐτὸς πρῶτος τῶν ἀγώνων ἥψατο. ἡ ἱστορία παρὰ Καλλιμάχω.
μετάκειται ὁ στίχος· ἔνθα καὶ εὔλογον αὐτοὺς τὰ λάφυρα ἐξ ἴσου μερίζεσθαι. ἐνταῦθα δὲ οὐκ ἐπέβαλεν ἐξ ἴσου μερίζεσθαι, ἀλλʼ ἀνάλογον ἑκάστῳ τοῖς ὀφειλομένοις· οὐ γὰρ ἐκ πολέμου λαφυραγω- γίας. Ζηνόδοτος οὐδὲ ἔγραφεν.
τιμῆς· ἴσης γὰρ τῆς τὸ δίκαιον καὶ ἴσον ἐχούσης.
φύσιν τῶν λοιπῶν ἔσχον ἀνθρώπων· διφυεῖς γὰρ σαν, ἔχοντες ἑκάτερος δύο κεφαλὰς, τέσσαρας δὲ χεῖρας καὶ πόδας τοὺς ἴσους, ἓν δὲ σῶμα. διὰ τοῦτο τοὺς πολεμικοὺς καὶ γυμνικοὺς ἐνίκων ἀγῶνας. Ἡροκλῆς δὲ πολεμῶν καὶ μὴ δυνάμενος κατὰ τοὐμφανὲς αὐτῶν περι- γενέσθσι συμμαχούντων ὐγέᾳ, λοχήσας αὐτοὺς ἀνεῖλε, καὶ οὕτως
ἐπόρθησε τὴν Ἧλιν. ἡ ἱστορία παρὰ Φερεκύδει.
λίους.
τὸ ἡμιστίχιον.
Ὀκεανοῦ.
αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν ἐν Κορίνθῳ τεκνοκτονίαν φυγὰς εἰς Ἀθήνας ἀφίκετο, καὶ ἐγαμήθη ἐκεῖ Αἰγεῖ τῷ Πανδίονος. κἀκεῖ Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ, ἐπὶ τὸν τοῦ πατρὸς ἀναγνωρισμὸν ἐκ Τροιζῆνος ἀφικόμενον, πείθει τὸν Αἰγέα φάρμακον αὐτῷ δοῦναι θανάσιμον, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα
παραγίνεσθαι. πεισθεὶς δὲ Αἰγεὺς παραγενομένῳ τῷ παιδὶ φάρμακον ἔδωκεν. μέλλοντος δὲ καταπίνειν ἐπιγνοὺς τό τε ξίφος καὶ τὰ ὑποδήματα (ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπεν) τὸ μὲν φάρμακον ἀφείλετο, τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττικῆς. οἰκή- σασα δὲ αὕτη τὴν πλησίον Ἤλιδος Ἕφυραν πολυφάρμακον ἐποίησεν
αὐτὴν ἐπονομασθῆναι. ἡ ἱστορία παρὰ Κράτητι.
ἀσπιδέος καὶ σπιδέος· ὅ τε Ἀρίσταρχος ἐκεῖνο ἀποφαίνεται ὡς ὅτι τινὲς μὲν ἀπὸ τοῦ α ποιοῦνται τὴν διαστολὴν, ἵνʼ ᾖ ἀσπιδέος, ὡς εἰκαστικώτερον τοῦ ποιητοῦ ἀσπίδες τὸ πεδίον εἰρηκότος τῷ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περιφερῆ φαίνεσθαι, μηδενὸς ἄλλου ὁρωμένου τέρματος, ἀλλὰ τοῦ ὁρίζοντος ἀέρος. ἄλλοι δὲ ἐκδέχονται ἀσπιδέος
τοῦ ἔχοντος πολλὰς ἀσπίδας, καθότι ἐπιφέρει “ἀνά τʼ ἔντεα καλὰ λέγοντες.” οἱ δέ φασιν ἐκ πλήρους σπιδέος καὶ ἀποδιδόασι πολλοῦ καὶ μακροῦ· καὶ γὰρ Αἰσχύλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν τίθησιν, ὅταν λέγῃ “σπίδιον μῆκος ὁδοῦ,” καὶ ὁ Ἀντίμαχος “οὐδὲ σπιδόθεν προνοῆσαι,” τουτέστι μακρόθεν. καὶ ταῦτα μὲν ὁ Ἀρίσταρ-
χος. Κράτης δὲ προκρίνει τὴν διὰ τοῦ ᾱ γραφήν. καὶ Ζηνόδοτος δὲ συναινεῖ τῇ δίχα τοῦ ᾱ γραφῇ, καί φησι σπιδέος τοῦ ἀπόρου καὶ τραχέος καὶ μεγάλου. καὶ Ἀμερίας δὲ λέγει, σπιδέος τοῦ πολλοῦ καὶ εὐρέος καὶ μεγάλου. κἀγὼ δὲ συγκατατίθεμαι τοῖς ἀνδράσιν· ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρῆσιν παρὰ τοῖς ἀρχαίοις. ἡ διπλῆ
πρὸς τὸ σημαινόμενον τὸ ἀπὸ τῆς λέξεως.
σταρχος γράφει, προστιθεὶς ὅτι τῶν Ἱπποδαμείας μνηστήρων εἷς ἦν ὁ Ἀλίσιος. ἢ Ἀλίσιος μὲν πόλις, Κολώνη δὲ οὕτω καλούμενος τόπος.
ὅτι ἃ Πηλεῖ ἐπέβαλλε ποιεῖν, ὁ Ἀχιλλεὺς πράσσει, αὐτὸς δὲ ὡς εἴδωλον σπένδει· ἐς δʼ ἄγε χειρὸς ἑλὼν, κατὰ δʼ ἑδριάασθαι ἄνωγεν, ξείνιά τʼ εὗ παρέθηκενʼ ὁ δὲ Πηλεὺς οὐδʼ εἰ πάρεισι προσποιεῖται. εὐτελὴς δὲ ἡ σύνθεσις καὶ τοῦ “ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἔπεσθαιι.” ἠθετοῦντο καὶ παρὰ Ἀριστοφάνει οἱ ιθ΄.
σὺ δὲ πρεσβύτερος εἶ.
μενον· “ἐΐσκω πηγεσιμάλλῳ” (Il. 3, 197). οἱ δὲ περὶ τὸν Ἄλεξ- ίωνα διὰ τοῦ ὶ μόνου συνεσταλμένου. κἀγὼ δὲ τούτοις συγκατατί- θεμαι τὸ μὴ δύνασθαι τὰ τοιαῦτα τῶν ῥημάτων, λέγω δὲ τὰ διὰ τοῦ σκῶ, ἔχειν πρὸ τέλους δίφθογγον ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ ῦ, πιφαύσκω. ὁ δὲ λόγος παραιτεῖται τὴν Αἰολίδα διάλεκτον διὰ
τὸ μιμναίσκω καὶ θναίσκω. ὥστε ὅτε λέγει ἐίσκω κατὰ διαίρεσιν, 41 ὑγιῶς πάνυ ἀποφαίνεται, εἴγε παρὰ τὸ εἰδῶ ἐξέπιπτε μέλλων ὁ εἴσω, ὃς ώφειλεν ἐπενθέσει τοῦ κ ποιῆσαι τὸ ἐίσκω, ὡς μεθύσω μεθύσκω, δράσω δράσκω. ἀλλʼ ἐπεὶ ἀνέφικτον ἦν χωρῆσαι τὴν τοιαύτην δίφθογγον πρὸ τῆς σκω παραγωγῆς, διαιρέσει ἐχρήσατο· ὤπου δὲ οὐ παραδέχεται αὐτὸ ἡ διαίρεσις, ἐκεῖ ἐκβάλλει τὸ ε.
καὶ τῷ ὄντι κεκμήκασι τῆς ἐπὶ ναυσὶ μάχης συνεστώσης· οὐδὲ γὰρ νῦν συμβέβηκεν ἤδη τοὺς Τρῶας ἐπὶ ταῖς ναυσὶν αὐταῖς καὶ ταῖς κλισίαις εἶναι ἐντὸς τοῦ τείχους γεγονότας. διασταλτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου τοῦ ῥεῖα δέ κ’. οἱ δὲ τοῖς ἑξῆς συνάπ- τοντες τὴν ἐσχάτην λέξιν μάτην ἐπιτηδεύουσιν· μᾶλλον γὰρ τὸ
κεκμηῶτας ἀῦτῇ λόγον ἔχει.
καὶ τὰ δικαστήρια ἐγίνετο· ἡ γὰρ Θέμις ἐπόπτης τῶν ἐκκλησιῶν· “Ζεὺς δὲ δέμιστι κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι” (Il. 20, 4).
πρὸς τὸ σαφές.
τὴν ῥίζαν ἀνέσπασεν, ἔχων τὴν περὶ τὰς βοτάνας ἐμπειρίαν. ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισεν. χερσὶ δὸ καὶ οὐ λεαντικοῖς ὀργάνοις ταύτην τρίβει, ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ως φησι, κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου εἰς τὸ ἐμ-
φράξαι τὸ τραῦμα. τῷ δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον βραχείας οὔσης τῆς τοῦ αἵματος φορᾶς. ἄλλοι δὲ αὐτὴν ἀριστολόχειαν φασὶν, ἣν καὶ ἴσχαιμον προσαγορεύουσιν.
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.