ΕΙΣ ΤΗΝ Κ.
ὁ ἐκ τῆς μάχης κάματος καὶ ἡ ἐπὶ τῇ ἥττῃ δυσθυμία. παρὰ νηυσί δὲ λέγει, ἐπεὶ οἱ φύλακες ἐκτὸς τῶν νεῶν ἦσαν, οἷς τὸ ἐγρηγορέναι ἀναγκαῖον. οὕτε δὲ οἱ ἀριστεῖς διʼ ὅλης τῆς νυκτὸς ἐκάθευδον, ἀλλ’ Ομηρος τὸ παννύχιοι καὶ πανημέριοι εἴωθε τιθέναι καὶ ἐπὶ τῶν κατὰ μέρος· “παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο ψυχὴ ἐφεστή-
κει” (Il. 23, 105)· “ παννύχιοι μὲν ἔπειτα καρηκομόωντες Ἀχαιοί” (Il. 7, 476)· “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο” (Il. 1, 472).
πολλὴν χάλαζαν. βέλτιον δὲ τὸ ἀθέσφατον τοῖς ἑξῆς συνάπτειν ἐπὶ τῆς χαλάζης, καὶ μὴ δύο καθʼ ἑνὸς κεῖσθαι ἐπίθετα.
τοῖς ἐπιλογισμοῖς τὰ δεινὰ ὁρῶν καθʼ ἑαυτὸν στένει. ἐντεῦθεν κινηθεὶς 1 Φιλότιμος σοφιστὴς ἐν καρδίᾳ τὸ ἡγεμονικὸν ἔθετο· ὅθὲν γὰρ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει, δῆλον ὅτι ὁ νοῦς ἐκεῖθεν ἤρτηται.
δοτος ἁμαρτάνων ἐκ τοῦ “ὡς δʼ αὕτως Μενέλαον ἔχε τρόμος” (25).
λωνίτης.
ἀκριβῶς διεξέρχεται, τοὺς δὲ ὑπὸ τοῦ Μενελάου ἐπὶ κεφαλαίον λέγει. ἡ διπλῆ δὲ, ὅτι ἀνταποδοτικόν ἐστι τοῦ ἄνω (10) γράφειν “τρομέοντο δέ οἱ·” ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον.
καὶ τὸ τῷ ἰσοδυναμοῦν τῷ τούτῳ, ὁμοίως τῷ “τοῦδʼ εὖ τοῦ λυκά- βαντος” (Od. 14,161). ἴση δέ μοι δοκεῖ ἡ ἀνάγνωσις εἶναι. ἐπὶ μέντοι τοῦ τοῦδʼ αὗ τοῦ λυκάβαντος κατεπεῖγόν ἐστιν αὖ, εἶτα τοῦ ἀναγνῶναι· κωλύεται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ σημαι- νομένου τὸ αὐτοῦ.
τὸ ὀτρυνέεις.
3 χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆσις τοῦ ὀνόματος παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν συνθέσει· “ δμωάων σκοπός ἐσσι” (Od. 22, 396) “καὶ ἐπίσκοπος ᾗσιν ἑταίρων” (Od. 8, 163).
ἀμβρότη.
ζῴων.
(Il. 6. 153).
ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων τὰ περὶ τοῦ ναυστάθμου ὁ Ἀρίσταρχος ἐπραγματεύσατο. ῥητῶς γὰρ λέγεται πλησίον τοῦ Αἴαντος ὁ Ἰδομενεὺς νενεωλκηκέναι.
ἐπεισαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον, ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα, ὡς ἔστιν εὑρεῖν παρά τε Θουκυδίδῃ καὶ Ξενοφῶντι· ποτὲ δὲ τὸ δαπάνημα, ὡς Εὐριπίδης ἐν Πολυείδῳ(fr. 640.) “μάτην γὰρ οἴκῳ σὸν τόδʼ ἐκβαίη τέλος” καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς (p. 73, 8.) “Χερρόνησον δὲ ἐν τοῖς ἑαυτοῦ τέλεσι
διορύξει·” ποτὲ δὲ τὴν ἑορτὴν, ὡς Εὐριπίδης ἐν Μηδείᾳ (1382) σεμνὴν ἑορτὴν καὶ τέλος προσάψομεν.”
καὶ στέρησιν ἐγκεῖσθαι.
φατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι τετίλθαι ἐσπάρθαι. μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύνασθαι προπαροξύνεσθαι τὸ ἐγρήγορθαι, τὸ τὰ εἰς θαι λήγοντα, τῇ ορ συλλαβῇ παραληγό- μενα, μὴ παρʼ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶσθαι ἢ τῇ Αἰολίδι, τέτορθαι μέμορθαι ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο, καὶ
ὁ τόνος ὁμοίως τοῖς προκειμένοις.
κειμένου προστακτικὰ, καὶ ἱκανῶς τῷ λόγῳ συνηγορεῖ· ὁ δὲ Ἡρω- διανὸς εἰς θι τοὐναντίον· μηδὲ γὰρ εἶναι τὴν εἰς ε κατάληξιν.
ὅταν λέγῃ “διογενὲς Λαερτιάδη,” τὸν πατέρα δηλοῖ, τὸ δὲ διογενὲς τὸν ἀρχηγὸν τοῦ γένους.
περικεφαλαία, τὰ δὲ δόρατα κατʼ ἐπικράτειαν.
ὅτι τὸ παναίολον ἐπὶ τῶν λαμπόντων.
δύναται δὲ καὶ τὸ ἕτερον.
γὰρ πέπτωκεν ὁ δέ.
ἕνεκα τοῦ ἐκπλῆξαι τὸν Νέστορα, ἐπεί τοι οὐκ ἦν ἔθος αὐτοῖς νυκτὸς πολεμεῖν.
βαρύτονόν ἐστι, τοξόκλυτος ὀνομάκλυτος, εἰ δὲ ἄπτωτον, φυλάσσει τὸν αὐτὸν τόνον, περικλυτός ἀγακλυτός. διὸ σημειωτέον τὸ ναυσικλυ- τός ὀξυνόμενον. ὅτι γὰρ σύνθετόν ἐστι, δῆλον ἐκ τοῦ μένειν τὸ α τῆς ναυσί δοτικῆς· κατʼ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η λέγεται ἢ διὰ τοῦ ε, ἐν δὲ συνθέσει διὰ τοῦ α, Ναυσικάα Ναυσίθοος. τὸ μὲν
οὖν δουρὶ κλυτὸς ἐν παραθέσει ἐστίν.
τημα εἰς ἐγκώμιον τῆς πειθαρχίας περιίσταται.
πρὸς πρεσβύτερον.
μιν. ἔστι δὲ ἑνικὸν τὸ μίν, βούλεται δὲ ὁ ποιητὴς διὰ τοῦ σφίν αὐτοῖς σημῆναι. διὸ καὶ ἑξῆς ἐπιφέρει “κείνους δὲ κιχησόμεθα.”
τὰ γὰρ εἰς λος λήγοντα δισύλλαβα, μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθʼ ἑτέρου φωνήεντος, βαρύνεται, πόλος στόλος θόλος κοῖλος δοῦλος. οὕτως καὶ οὖλος. προσέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον διὰ τὸ μοχλός πολλός, τὸ μέντοι θολός ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστι.
καὶ νῦν ἀντὶ τοῦ τί δὴ χρειὼ τόσον ἵκει. ἡ δὲ τῶν ἀναφορικῶν καὶ ἀορίστων ἐναλλαγὴ πρὸς τὰ πευστικὰ συνήθης, ὡς κἀκεῖ “ὁπποίης δʼ ἐπὶ νηός” (Od. 1, 171) ἀντὶ τοῦ ποίας. στικτέον δὲ ἐπὶ τὸ ἀμβροσίην.
λείας κρινόμενοι φιλοπονωτέρους τοῦ δέοντος ἀποφάσκειν τοὺς ἐγκαλοῦντας, τῷ ἐπαίνῳ ἐκείνων τὸν ἴδιον ἀπολυόμενοι ψόγον, οὐχ ἑαυτοὺς ἧττον τοῦ δέοντος φάσκοντες πονεῖν, ἀλλʼ ἐκείνους τοῦ δυνατοῦ περαιτέρω.
μεμπτικῶς, εἰς ἑαυτὸν ἀγνώμων· καὶ ὅτι πόνον τὴν ἐργασίαν.
τὸν Λοκρὸν τοῦ Τελαμωνίου, καὶ πρὸς Ζηνόδοτον γράφοντα ἐκεῖ( Il. 19, 239) “Φυλείδην τε Μέγην τε,” τὸν Φυλείδην οἰόμενον ὄνομα κύριον.
οὖν οὕτως γράφεται.
φοβούμενοι μὴ ἐπελεύσονται οἱ Τρῶες, τετραμμένοι ἦσαν πρὸς τὸ πεδίον.
εὐθυμίαν τῶν κατασκόπων, ἵνα ἀφοβώτερον τνγχάνωσιν ἐγγὺς ὄντων.
πιφαύσκω.
ἄλλης ἀρχῆς “εἴ τινά που δηίων ἕλοι ἐσχατόωντα,” ἵν’ ὑποστίζωμεν ἐπὶ τὸ ἐσχατόωντα [καὶ σφίσιν] καὶ Ἀχαιούς καὶ πύθοιτο καὶ ἀσκηθής, τοῦ λόγου τοιούτου γινομένου· εἴ τινα τῶν πολεμίων ἀνέλοι καὶ γνοίη τί βουλεύονται οἱ Τρῶες, καὶ ταῦτα πυθόμενος ὑποστρέψειε, μεγάλην ἂν ἔχοι δόξαν.
καὶ οὕτως Λακεδαιμόνιοι ἐπετείχισαν τὴν Δεκέλειαν.
ἀποτέλεσμα ὑποσεσιώπηται· δεῖ δὲ ἡμᾶς συνεκδέξασθαι.
εἴθε, ἢ παρακελευστικὸς, ὡς προείρηται· ἢ ὑποστικτέον ἐπὶ τὸ ἄλλος, ἵνʼ ᾖ ἀνταπόδοσις τὰ ἐπιφερόμενα “ μᾶλλον θαλπωρή.”
κις ἐλογίσατο· ἢ ὑπὲρ τοῦ ἑτέρου, ὡς “ πρό τε παίδων καὶ πρὸ γυναικῶν”(Il. 8, 57).
βρασσόμενος, ταρασσόμενος διὰ τὸ δέος, οὐχ ἑστηκὼς διὰ τὴν ἀγω- νίαν. ἅπαξ δὲ ἐνταῦθα κέχρηται τῇ λέξει.
ἐπιλεγόμενος ἀπαρτίζει τὴν διάνοιαν. ἡ δὲ διπλῆ, ὅτι ἔξωθεν ἐκ τοῦ ἰδίου προσώπου ἀναφωνεῖ, ὡς καὶ τὸ “νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας” (Il. 12, 113). οὐδὲ ἐν τῇ Ζηνοδότου δὲ ἦν.
13 συλλαβὴν ποιοῦντες τὴν ὀξεῖαν, ἵνα μὴ ὡς ἀκατάλληλον φανῇ τὸ ἐμαυτὸν ἑλέσθαι.
διὰ φρόνησιν.
μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεσθαι.
ἐπεὶ προείληφεν ἡ γνῶσις, παρὰ δὲ τοῖς Φαίαξιν οὐδαμῶς ἀρνεῖται, ἵνα γνωσθεὶς μᾶλλον τῆς ἐπανόδου τύχῃ.
φεται καὶ οὕτως “ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.” τριφύλακος γὰρ ἦν καθʼ Ὅμηρον ἡ νύξ. καὶ ἐν ἄλλοις “ἔσσεται ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ” (Il. 21, 111). οὕτως καὶ Δωρόθεος ἐν τριακοστῷ πρώτῳ τῆς Ἀττικῆς λέξεως ἀξιοῖ γράφειν, τὴν μὲν πρώτην διὰ τῆς
οι διφθόγγου, τὴν δὲ δευτέραν διὰ τοῦ ω, παροίχωκεν, ἀποτεινό- μενος πολλὰ πρὸς Ἀριστόνικον καὶ Τρύφωνα ἄλλως γράφοντας, 14 ἐπιδείξας τὸ οἴχωκεν Ἰακόν. οὕτως δὲ καὶ Ἀπολλώνιος ὁ τεχνικὸς οἶδε τὴν γραφήν.
σαφεῖν κατὰ τὸ ἀκριβὲς τὸ παρεληλυθὸς καὶ τὸ περιλειπόμενον ὥσπερ ἀστρονόμου τινός. οὐχ Ὁμηρικὸν δὲ καὶ τὸ τῶν δύο. οἱ δύο μὲν γὰρ λέγει καὶ τοὺς δύο, τῶν δύο δὲ ἢ τοῖς δύο οὐκ ἔστιν εὑρεῖν παρʼ Ὁμήρῳ. Ζηνόδοτος οὐδὲ ἔγραφεν. Ἀριστοφάνης ἠθέτει.
διὰ μέσου.
459), κἀκ τοῦ “ψαῦόν θʼ ππόκομοι κόρυθες λαμπροῖσι φάλοισι” (II.13.132).
τὰ εἰς υξ συστέλλει τὸ υ, τὰ μέντοι διὰ τοῦ κ κλινόμενα ἐνἱοτε ἐκτείνει τὸ ν· τὸ γὰρ “κήρυκι ἠπυτίδῃ (Il. 17, 324) συνέσταλται διὰ τὸ μέτρον.
15 κεφαλαίαις εἰπόντος τοῦ ποιητοῦ ζωγράφοι καὶ πλάσται πιλίον ἐπέθεσαν τῷ Ὀδυσσεῖ.
εἶδος περικεφαλαίας τὴν σκάνδειαν ὡς στεφάνην. Κύθηρα δὲ νῆσος τῆς Λακωνικῆς, ἐν ἡ λαμπρῶς τιμᾶται Ἀφροδίτη· διὸ καὶ Κυθέρεια ἐπιθετικῶς ἡ θεός.
δύναται ἀναστρέφεσθαι κατὰ δύο τρόπους, καὶ ἐπεὶ συνήλειπται καὶ ἐπεὶ μεταξὺ πέπτωκεν ὁ δέ σύνδεσμος.
μᾶλλον τὴν γλαῦκα, οὖσαν ἱερὰν τῆς Ἀθηνᾶς; λυτέον οὖν τὸ ἄπορον καιρῷ καὶ τόπῳ· διατρίβει γὰρ τὸ ὄρνεον περὶ τοὺς ἑλώδεις τόπους, καὶ θηρευτικὸν τὸ ζῷον. ἱστορεῖ περὶ αὐτοῦ Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (l. an. 9, 18).
16 τὰ βουλεύματα αὐτῶν παρὰ Δόλωνος ἀκούειν. ἄλλως δὲ ὅτι οὐκ αἴσιος ὁ ἐρωδιὸς ὁ ὁρώμενος ὑπὸ τῶν εἰς ἐνέδραν ἀπιόντων.
λειν, εὐκλεῖας καὶ δυσκλέα· οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὰ τοιαῦτα.
φρῆσα, κατὰ τροπὴν φράσσα καὶ πρόφρασσα. ἔστι δὲ τὸ φρῶ, ὥς φησιν, ἀπὸ τοῦ προΐω, πρῶ κατὰ συγκοπὴν, καὶ τροπῇ τοῦ π εἰς φ φρῶ· ἔστιν οὖν τὸ πρόφρασσα παρὰ τὸ προῖέναι καὶ προθυμεῖσθαι. μέμνηται Ὠρίων τούτων ἐν τῷ περὶ ἐτυμολογιῶν.
παρίσταο καὶ πόρε κῦδος· χωρὶς δὲ τοῦ σ καὶ αὐτός· οὕτως δὲ καὶ αἱ πλείους εἶχον.
καὶ δῆλον ὅτι δώσει καὶ τὴν ἐπὶ τέλους ἐκτείνεσθαι· ὀξεῖα γὰρ μετὰ 17 μακρᾶς βραχείας ἐπιφερομένης οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθος, ὑπε- σταλμένων τῶν σεσημειωμένων, λέγω δὲ τοῦ εἴθε αἴθε ναίχι, περὶ ὧν καὶ λόγον δεδώκαμεν. τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικόν “ἤνις ἠκέστας” (Il. 6, 94)· καὶ γὰρ πόλις λέγουσι καὶ πόλιν καὶ μάντις καὶ μάντιν.
Τρῶας εὕδειν.
κείμενον μάχεται· πῶς γὰρ ἔτι μόνος ἦν, εἰ πέντε ἦσαν;
τῇ λέξει.
καὶ γὰρ Πελίαν ἐντεῦθέν φασιν ὠνομάσθαι. Τυρὼ γὰρ ἡ Σαλμωνέως γεννήσασα δύο παῖδας ἐκ Ποσειδῶνος, παρὰ τοῖς Ἐνιπέως τοῦ ποτα- μοῦ ῥείθροις κατέλιπε. τὸν μὲν οὖν ἕτερον κύων, ἀφαιρεθέντων αὐτῆς τῶν πόνων, παρέχουσα θηλὴν ἔτρεφε· τὸν δὲ ἕτερον ἵππος κατὰ τὸ μέτωπον ἐπάτησεν. ἐπελθόντες οὖν οἱ ἱπποφορβοὶ ἀνελόμενοί τε τὰ
παιδία ἔτρεφον, καὶ ὠνόμασαν τὸν μὲν, ἐπεὶ ἐκ συνδρομῆς αἵματος ἐπελιώθη, Πελίαν, τὸν δʼ ἕτερον, ἐπεὶ κύων κατηλέησεν, Νηλέα.
ἐν ἑτέροις φησὶ “τοῦ δʼ ἀπὸ μὲν κτιδέην” (458).
ὶκτὶς γάρ ἐστιν, ὡς Νίκανδρος “ἰκτίδος ἥ τʼ ὄρνισιν” (Ther. 196). τὸ γὰρ μονοσύλλαβον οὐ δύναται κατʼ ἔκτασιν οὐδὲ κατὰ συστολὴν λέγεσθαι. οὔτε γὰρ ἐκτείνεται ὡς κρηπῖδος ψηφῖδος· ταῦτα γὰρ ὑπὲρ μίαν συλλαβήν· οὕτε συστέλλεται· ἀρκεῖ γὰρ τὸ τίς.
ὀρνιθοφάγον καὶ πανοῦργον, μεῖζον μὲν γαλῆς καὶ δασύτερον, παρα- πλήσιον δέ. οἱ δὲ τὴν ἀγρίαν γαλῆν εἶπον.
Ὀδυσσείᾳ δὲ τὸ ἄθροισμα.
Δόλωνα.
ἀθανάτους ἀπεβήτην” (Il. 21, 287). ἐν μέντοι τῇ Ἀριστοφάνους καὶ ἄλλαις ἑτέρως ἐφέρετο· “ὣς ἔφατ᾿, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Διομήδης· ἐλθόντες δʼ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην.”
εὐήρε’ ἐρετμὰ, τά τε πτερὰ νηυσὶ πέλονται” (Od. 11, 125).
πονησάμενος κατὰ οἶκον, αὐτόγυον καὶ πηκτόν” (O. 433).
γὰρ ὁ Δόλων ἑταίρους αὐτοῦ ἐκ τῶν Τρώων ὑπάρχειν, ὡς κελεύσαντος τοῦ Ἕκτορος εἰς τὰ ὀπίσω αὐτὸν ὑποστρέψαι. ἀποστρέψαντας γὰρ εἰς τοὐπίσω καλέσαντας.
χορον γὰρ τὸ τραχύ. ἤγουν οἱ κύνες τοῦ Ἅιδου.
οἱ δὲ κύνες τὸ ἐναντίον.
ἐδίωκον. τρία δὲ ῥήματά ἐστι παρὰ τῷ ποιητῇ τὸ τοῦ παρῳχημένου δυῖκὸν τρίτον εἰς ον λῆγον ἔχοντα παραλόγως, τοῦτο καὶ τὸ “ἀνδρά- σιν ἡρώεσσιν ἐτεύχετον” (Il. 13, 346) καὶ τὸ “ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον” (Il. 18, 583). οὐκ ἔστι μέντοι ἄντικρυς δυικῆς σημασίας· ἀναθεώρησιν γὰρ ἔχει πληθυντικὴν παρατατικήν· τὸ γὰρ
διώκετον ἀντὶ τοῦ ἐδίωκον κεῖται, καὶ τὸ ἀνδράσιν ἡρώεσσι ἐτεύχετον ἀντὶ τοῦ ἔτευχον, καὶ τὸ λαφύσσετον ἀντὶ τοῦ ἐλάφυσσον.
λύουσιν ἔξωθεν προσλαμβάνοντες τὸν ἄν σύνδεσμον· καὶ βάλεν, οὐδʼ ἀφάμαρτεν ἂν, ἑκὼν δʼ ἡμάρτανεν. ἀγνοοῦσι μέντοι ὅτι Ὀμηρος τὸ βαλεῖν ἐπὶ τοῦ ἐπιτυχεῖν τίθησιν.
μενος, ἐκ δὲ τούτου ἀνάνδρως κινούμενος· οἱ δὲ ἐσχημάτισαν ἀπὸ τοῦ γινομένου κατὰ τὸ στόμα ψόφου, συρρήσσων καὶ συγκρούων τοὺς ὀδόντας. ἢ ἀσαφῆ φωνὴν προῖέμενος ὑπὸ τοῦ φόβου, βαμβαλύζων, ὅπερ ἡμεῖς φαμέν. ἔστι γὰρ τῶν κατὰ μίμησιν ἡ λέξις· οὐ γὰρ ἔγκειται τὸ βαίνειν.
αὐτῶν τοὺς νεκρούς. καὶ ὁ Ὀδυσσεὺς ἀσύνετος ἔσται πρόφασιν αὐτῷ πορίζων. ἠθέτει καὶ Ἀριστοφάνης.
διὰ τὸ ὑφʼ ἔνα χρόνον ὅλην τὴν γῆν μελαίνεσθαι, ὡς ἐν ἄλλοις “δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί” (Od. 2, 388).
οὕτως εὗρον περὶ τῶν στίχων τούτων· τῶν παρακειμένων ὀβελῶν οὐκ ἔστιν αἰτίαν εὑρεῖν διὰ τῶν Ἀρισταρχείων ὑπομνημάτων. Ἀμμώ- νιος δὲ ὁ Ἀριστάρχειος πρῶτον μὲν στιγμαῖς φησὶ τὸν Ἀρίσταρχον παρασημειώσασθαι αὐτοὺς, εἶτα δὲ καὶ τέλεον ἐξελεῖν, τάχα διὰ τὸ ἐπὶ δευτέρον προσώπου τὸ σφίσι τετάχθαι καὶ ἄνωθεν μετενη-
νέχθαι.
αὐτῷ ἔθος· “ποῦ δαὶ νηῦς ἔστηκε” (Od. 24, 298). “τίς δαὶ ὅμιλος (Od. 1, 225).
λόγων μετενηνεγμένοι εἰσὶν οὐ δεόντως. γελοῖος γὰρ ἔσται ὁ Ὀδυσ- σεὺς, ἤδη τῆς ὥρας προκεκοφυίας, ἐρωτῶν εἰ μένουσιν ἢ ἀπέρχονται ἐπὶ τὴν πόλιν. καὶ ὡς ἂν τούτων μὴ εἰρημένων ὁ Δόλων πρὸς μὲν τὰ ἄλλα ἀποκρίνεται, πρὸς δὲ ταῦτα οὔ. τὸ δὲ ἅσσα ἐνθάδε ψιλω- τέον· ἰσοδυναμεῖ γὰρ τῷ τίνα.
τὸν Ῥῆσον· οὐδεμίαν γὰρ αὐτῶν διὰ τοῦ καταλόγου μνήμην πε- ποίηται.
μένους Καυνίους.
τόπος ἐστὶ τῆς Τροίας, ἔνθα καὶ Θυμβραίου Ἀπόλλωνος ἱερὸν ἐπιφανές.
Τρωσὶ συμμαχήσῃ, καὶ συμβαλὼν πολλοὺς τῶν Ἑλλήνων ἀπέ- κτεινεν. δείσασα δὲ Ἥρα περὶ τῶν Ἑλλήνων Ἀθηνᾶν ἐπὶ τὴν τούτου διαφθορὰν πέμπει. κατελθοῦσα δὲ ἡ θεὸς Ὀδυσσέα τε καὶ Διομήδη ἐπὶ τὴν κατασκοπὴν ἐποίησε προελθεῖν. ἐπιστάντες δὲ ἐκεῖνοι κοιμω- μένῳ Ῥήσῳ αὐτόν τε καὶ τοὺς ἑταίρους αὐτοῦ κτείνουσιν, ὡς ἱστορεῖ
Πίνδαρος. ἔνιοι δὲ λέγουσι νυκτὸς παραγεγονέναι τὸν Ῥῆσον εἰς τὴν Τροίαν, καὶ πρὶν γεύσασθαι αὐτὸν τοῦ ὕδατος τῆς χώρας φονευθῆναι· χρησμὸς γὰρ ἐδέδοτο αὐτῷ, φασὶν, ὅτι εἰ αὐτὸς γεύσεται τοῦ ὕδατος καὶ οἱ ἵπποι αὐτοῦ τοῦ Σκαμάνδρου πίωσιν καὶ τῆς αὐτόθι νομῆς, ἀκαταμάχητος ἔσται εἰς τὸ παντελές.
ἀνέμοισιν ὅμοιοι, ἵνα φθάσωσιν ἐπʼ αὐτὸν διασωθῆναι. ἰστέον δὲ ὅτι ἐμείωσε τὴν ὑπερβολὴν ἐκ τοῦ μὴ εἰπεῖν αὐτοὺς καὶ τῶν ἀνέμων ταχυτέρους.
γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. καλῶς οὖν τῷ μὲν ἀδυνάτῳ εἴκασε, τοῦ δὲ δυνατοῦ μεῖζον ἀπέφηνεν. ἐπαινε- τέον δὲ καὶ τὴν φράσιν, ὅτι κατʼ αἰτιατικὴν δυνάμενος εἰπεῖν λευκο- 25 τέρους χιόνος, καὶ τοῦ μέτρου ἐπιδεχομένου, θαυμαστικῶς κατʼ ἰδίαν ἀνεφώνησε τὸν ἔπαινον, καὶ λείπει τὸ εἰσίν. οἱ δὲ πτώσεως μετά- θεσιν τὸ τοιοῦτον ὠνόμασαν. πῶς ἐδόκει εἰδέναι ὅτι ταχεῖς εἰσὶν, εἴ γε νεήλυδες ἦσαν; ἢ ὡς ἀκούσας, ἢ ὡς ἀποσεμνύνων, ὡς καὶ σωθη- σομένων αὐτῶν διὰ τῶν ἵππων μετὰ τὴν Θρᾳκῶν ἐπανάστασιν.
χωριστέον τοῦ ἐπάνω στίχου, ἵνα μὴ σόλοικον γένηται· καὶ ἄλ- λως καθʼ ἑαυτὸ λεγόμενον πλείονα ἔμφασιν παρίστησιν. λείπει δὲ τὸ εἰσί ῥῆμα, λευκότεροί εἰσιν.
Δόλων, ὃν ἐπέφνομεν” (478). εἰκὸς δέ τινων γινώσκεσθαι ὀνόματα ὡς ἂν δεκαετοῦς γεγονότος χρόνον, καὶ μάλιστα τοῦ Δόλωνος· ἦν γὰρ κήρυκος υἱὸς πολύχρυσος πολύχαλκος (315).
δηλον, ἀπὸ τοῦ δήεις, φησὶν ὁ Ἀρίσταρχος, τὸ εὑρετόν.
ἐντέων καὶ αἵματος.
κακῶς δασύνουσιν, ὥστε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππους δεδέσθαι.
μόνον, ἐν Ἰλιάδι δὲ τοπικῶς.
ματαίως.
ἀναιρεῖ, ἀλλʼ οὐ σὺν αὐτῷ δώδεκα, ὥς τινες.
ριθμεῖ τὸν Ῥῆσον, πρὸς τὸ “τρεισκαιδέκατον σκοπόν” (561)· καὶ ὅτι ἐν σχήματι ἐξήνεγκε, τὸν τρεισκαιδέκατον τὴν ψυχὴν ἀφείλετο.
περίστασιν δὲ ἀναγκασθέντες ἐπὶ γυμνοῖς τοῖς ἵπποις καθίζουσιν οἱ ἥρωες, συναρτήσαντες αὐτοὺς τοῖς ἱμᾶσι· καὶ μιμεῖται τὸ γινόμενον ἐν ταῖς ταραχαῖς.
μῆλα (Od. 9, 315).
ἀντιδιέσταλκεν “ἢ ἔτι τῶν πλεόνων Θρῃκῶν.”
κεχώρισται κατὰ τὸν ἀριθμὸν ὁρίσας, ὡς ἐπὶ τοῦ “Ζεὺς δʼ ἐπεὶ οὖν Τγῶας τε καὶ Ἕκτορα” (Il. 13, 1).
ἐνήρμοσται, θώραξ καὶ κυνέα καὶ κνημῖδες.
νιᾷ, μόνον οὐχὶ καὶ τὴν ψυχὴν ἔχων συναποδημοῦσαν.
ἑξῆς πευστικῶς λέγηται, καταδύντες ὅμιλον Τρώων, οὕτως καὶ Τήλεφος ἐν τῷ η΄ τῶν γραμματικῶν ἀξιοῖ· εἰ γὰρ μὴ οὕτως, φησὶν, ἀναγνῶμεν, ἐπιταραχθήσεται ἡ διάνοια.
ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφώ, εἰ μὴ ὅτε ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστὶ καὶ σημαίνει τὸ ὑμεῖς ἢ ὑμᾶς· “σφὼ δὲ 29 μάλʼ ἠθέλετον” (Il. 11, 782). ἔνθεν οὖν οἱ ἀκριβέστερον αὐτὰ παρα- φυλάξαντες ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ “εἰ μή σφω Αἴαντε διέκρινον” (Il. 17, 531), ἵνα τὸ διηνεκὲς φυλαχθῇ. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει σφῶϊ. τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ὑμεῖς ἢ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει, τὸ δὲ σφωέ· ἔστι γὰρ αὐτοὺς τοὺς δύο.
τετρακαιδέκατον σκοπὸν εἵλομεν.
τῶν δώρων ἐσιώπησεν, ἀρκεσθεὶς τῷ ἄνω κεφαλαιωδῶς εἰρημένῳ.
πρωῖνὴ ἐπέστη.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.