ΕΙΣ ΤΗΝ Ι.
εἴχοντο ὑπὸ τοῦ δέους.
δὲ τῆς κατὰ ψυχὴν τρώσεως καὶ ἀλγηδόνος ἀεὶ τοῦτο τάττει· ἐπὶ δὲ τῆς κατὰ σῶμα πληγῆς οὐκέτι οὕτως. τὸ βεβολήατο ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων. τοι- οῦτόν ἐστι καὶ τὸ “πεφοβήατο δινήεντα” (Il. 21, 206) καὶ τὸ “ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν” (Il. 3, 183).
τῆς δύσεως· ἀφʼ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον. οἱ δέ φασιν ὅτι συλληπτικῶς πέφρακε· τὸ γὰρ ἑτέρῳ συμβεβηκὸς καθʼ ἑκατέρων κεῖται· μόνος γὰρ ὁ Βορέας ἀπὸ Θρᾴκης πνεῖ.
2 ἄμυδις κεφαλῆς” (Il. 12, 385). ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο, ὡς ὅτι τὸ ἄλλυδις καὶ ἄμυδις τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο, ᾗ διὰ τοῦ ῡ ἐξηνέχθησαν. ἐχρῆν οὖν ἀμάδις τι εἶναι ὡς χαμάδις. τροπὴ δὲ τοῦ ᾱ ἐγένετο εἰς τὸ ῡ, ὡς τὸ σάρκες σύρκες. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπὴ, καὶ ὁ τόνος
Αἰολικὸς καὶ τὸ πνεῦμα.
παρά· “ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετον” (Od. 12, 276)· “ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ” (Il. 10, 349). ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀσκαλωνίτης παρέλκειν τὴν παρά, ἵνʼ ᾖ ἐξ ἁλός. ἄλλοι δὲ τὴν παρά κυρίως κεῖσθαι, ἵνα γένηται παρʼ ἅλα φῦκος, καὶ τὴν ἐξ συν- τάσσεσθαι πρὸς τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παρʼ ἁλὶ φῦκος
ἐξέχεναν. μετὰ γοῦν τῆς διά οὖσα ἡ ἐξ οὐ τρέπει τὸ ξ· “διὲξ σωλῆνος εἰς ἄγγος.” Τυραννίων δὲ ἓν μέρος λόγου ἤκουσεν, ἵνʼ ᾖ ἐπίρρημα, καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡς Ἡρόδοτος ἐν δ΄ (c. 46.) “πάρεξ τοῦ Σκυθικοῦ ἔθνους.” παρὰ δὲ τῷ ποιητῇ τὸ παρέξ δύο μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις.
λήλως πρὸς τὰ δάκρυα τὸ στενάχων ἀποδεδόσθαι. ἔστι δὲ ἐν τῷ στενάχειν καὶ δακρύειν ἀπὸ προηγουμένου νοούμενον.
Ἄρηος” (Il. 2, 110). διασταλτέον δὲ ἐπὶ τὸ φίλοι διὰ τὴν ἀντέμ- φασιν· ἑαυτῷ μὲν γὰρ προσφιλεῖς. Ἀργείων δὲ ἡγήτορας αὐτοὺς λέγει.
σάφα. ἀδόκιμος δὲ πάνυ ἡ μετὰ τοῦ σ, μέγας.
μέμνηται.
καθολικώτερον γεγράφθαι· καταλείπεται γὰρ ἐν πᾶσιν ἡ δόξα τἀνδρός. καὶ ὅτι νῦν γέροντας τοὺς καθʼ ἡλικίαν, ἐπεὶ μικρῷ πρό- τερον τὸν Νέστορα αὐτὸς ἐσεσώκει ἐν τῷ πολέμῳ.
ἀποκρίνεσθαι τὸν στίχον.
ὑφʼ ἓν μὲν ἀναγινώσκειν, εἰ δὲ καὶ αὐτοὶ φευγόντων, στίζειν δὲ ἐπὶ τὸ γαῖαν, ἵνα λέγηται μὲν ἀποφατικῶς, τὸ δὲ λεγόμενον τοιοῦτον ᾖ, ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν εἰς τὰς πατρίδας. εἴρηται γὰρ ὡς ὁ εἰ σύνδεσμος ἔχει τινὰ δύναμιν παρακελευστικὴν, ὡς ἐκεῖ “ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν” (Il. 24, 74) τοῦ εὐκτικοῦ ἀντὶ
προστακτικοῦ κειμένου, ὡς κἀκεῖ “ἐξελθών τις ἴδοι” (Od. 24, 491) ἀντὶ τοῦ ἰδέτω· ἀπρεπὲς γὰρ εὔχεσθαι τὸν Δία. τάχα δὲ καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς παρακελευστικὸν ἐπίρρημα εἶα ἀπὸ τούτου γέγονε περιττεύοντος τοῦ ᾱ. ἄλλως τε καὶ συντάττεται τῷ ἄγε ἐπιρρήματι· “εἰ δʼ ἄγε νῦν, φίλε Φοῖβε” (Il. 16, 667)· οὐδὲν γὰρ πλέον τοῦ
ἄγε δή. καὶ ἐνθάδε ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν.
λιπεν κἀκεῖνος εἰσηγεῖται.
δὲ ἀξιοῦσί τινες ὑπερβατὸν ποιεῖν “ἦ μὴν καὶ νέος ἐσσὶ ὁπλότερος γενεῆφι,” δῆλον ὅτι τὰ διὰ μέσον λεγόμενα “ἐμὸς δέ κε καὶ πάῖς εἴης” τῆς ἐοικυίας διορθώσεως τεύξεται.
πολέμου. τὸ δὲ πάλιν (56) οὐκ ἔστιν ἐκ δευτέρου ὡς ἡμεῖς, ἀλλʼ ἀντὶ τοῦ ἔμπαλιν ἐρεῖ, ἐναντίως.
βασιλεῖς εἶπεν ἢ περὶ βασιλέων ἢ εἰς βασιλεῖς. εἴτε οὖν τοῖς ἄνω συνάπτοιτο, γίνεται βασιλεῖς βάζεις· εἴτε τοῖς ἑξῆς, γίνεται βασι- λεῖς ἔειπες.
“ἀτὰρ οὐ τέλος ἵκεο μύθων.”
γραφὴν ποιοῦνται, καὶ οὕτως ἔχει ἡ τοῦ Ἀριστοφάνους παράδοσις. αἱ δὲ Ἀριστάρχου οὕτως εἶχον διὰ τοῦ γάρ, πολέσιν γὰρ ἀνάσ- σεις. ἔχει δέ τι Ὁμηρικὸν καὶ ἡ διὰ τοῦ δέ, πολέεσσι δʼ ἀνάσ- σεις.
ρηγία. ἐπαίρει δὲ τὸν βασιλέα εἰς τὸ μετέπειτα αὐτὸν ὑπήκοον σχήσων.
μέλλοντος δασυνομένου μέσος ἐστίν.
λεγόμενον, ἴσος ἐστὶ πολλοῖς ὁ εἷς ἀνὴρ, ὅταν ᾖ θεοφιλής.
109). ἔστι δὲ λευγαλέον τὸ ὀλέθριον, παρὰ τὸν λοιγόν.
μὲν πρῶτα· ποδώκεσιν ἀγλάʼ ἄεθλα θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργʼ εἰδυῖαν καὶ τρίποδʼ ἀτώεντα δυωκαιεικοσίμετρον, τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον θῆκεν ἑξέτε’, ἀδμήτην, βρέφος ἡμίονον φορέουσαν· αὖτις δὲ τὸ τρίτον ἄπυρον κατέθηκε λέβητα, τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα” (Il. 23, 262). εἰ γὰρ περὶ
τοῦ ταλάντου τῶν Ἑλλήνων ἐστὶ, βραχύ τι τὸ τάλαντον τοῦ χρυσίου ἦν παρʼ αὐτοῖς, ὡς καὶ Δίφιλος ἐν Ἀναγύρῳ “βραχύ τί ἐστι τάλαντον” φησί. τάλαντον δὲ, οὐ τάλαντα. ταῦτα δὲ χρνσίου τάλαντον.
σιτόσπορον, ἣν λήϊον καλεῖ, ἢ ἀπὸ τοῦ μὴ ἔχειν λείαν· λείας δὲ λέγει τὰς ἀγέλας τῶν θρεμμάτων.
συνάπτειν.
“ἐκ δʼ ἄγεν ἑπτὰ γυναῖκας, ἀμύμονα ἔργʼ εἰδυίας, ἓξ, ἀτὰρ ἑβδο- μάτην Βρισηίδα καλλιπάρῃον” (Il. 19, 245). ἔστι δὲ ἐκτὸς ἡ Βρισηίς.
νῦν ἀντὶ τοῦ ταύτης παρείληπται, καὶ ἔστιν ὁ λόγος, μήποτε τῆς ταύτης εὐνῆς ἐπιβήμεναι.
(ll. 2, 289), οὕτως “ἥ τε ξείνων θέμις ἐστίν” (Od. 9, 268). τὸ δὲ ἡδέ ψιλωτέον· σύνδεσμος γάρ ἐστιν ἰσοδυναμῶν τῷ καί, ὁμοίως τῷ “ἡδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι.” (Hesiod. O. 771.) βραχὺ δὲ δια- σταλτέον ἐπὶ τὸ πέλει. σαφέστερος γὰρ γίνεται ὁ νοῦς· ὅπερ ἐστὶν ἔθος ἀνθρώποις, ἀνδράσι τε καὶ γυναιξίν.
σῶν ἐν κάλλει.
τοῦ τόνου, πότερον ὡς ποίμνια ἢ ὡς παιδία. ἡμῖν δὲ δοκεῖ τὸ προ- παροξυνόμενον πλέον εἶναι, σπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτως ὁρισαίμεθα· τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικὰ, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους φύσει μακρὰν, διὰ τοῦ ι ἐκφερομένην ἤτοι μόνου ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται,
Ἴλιον ποίμνιον Σίγιον λείριον αἴτιον· οὕτως καὶ μείλιον. σπάνια δὲ τὰ παροξυνόμενα, ὥσπερ τὸ ἰνίον· τὸ γὰρ τειχίον ὑποκοριστικὸν καὶ τὸ κλειδίον.
τοὺς ἄνδρας. τὴν προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην τὴν ψυχήν. Ἀρίσταρχος δὲ ἐπιφέρνια.
“Ῥίπην τε Στρατίην τε” (Il. 2, 606) “Ὄρθην” (ib. 739). ἡ δὲ 12 αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς ος. καὶ πάλιν ὡς ἐπʼ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ ἐπὶ τούτων. καὶ ἔστιν ὁρί- σασθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀναστρέφοντος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων πινυτή· “μήτηρ πινυτή” (Od. 20,
31), Ἀγαυή. οὕτως καὶ ἱρή.
κ έ αται.
βωμός ἐστιν. Αἰσχύλος φησὶν “μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ, οὐδʼ ἄν τι θύων οὐδʼ ἐπισπένδων λάβοις, οὐδʼ ἔστι βωμὸς, οὐδὲ παιωνίζεται” (fr. 156.)
13
ὅτι τοὺς ἀπὸ τοῦ καλεῖσθαι αἱρουμένους. καὶ ἐν Ὀδυσσεῖς “οὗτοι γὰρ κλητοί γε.” (17, 386.) καὶ τὸ ὀτρύνομεν ἀντὶ τοῦ ὀτρύνωμεν.
ἐζήτηται δὲ πῶς μᾶλλον οὐ πρεσβεύει ὁ συνετώτερος. ἔστι δὲ λέ- γειν ὅτι κατʼ οἰκονομίαν ὑπελείφθη, ἵνα, ἂν ἀποτύχωσιν οἱ περὶ Ὀδυσ- σέα, αὐτὸς ὕστερον πείσῃ. ἄτοπον γὰρ ἦν νῦν πρεσβεύειν τὸν Νέ- στορα, ὅτε δεῖ πάντως τὸν Ἀχιλλέα μὴ πεισθῆναι· ἀδοξία δὲ ἦν Νέστορα μὴ δυνηθῆναι πεῖσαι. οἱ δέ φασιν ὅτι ἐπειδὴ ἐχθρὸς ἦν
Ἀχιλλέως, λοιδορήσας αὐτὸν πρὸς Ἀγαμέμνονα “τούσδε δʼ ἔα φθινύ- θειν ἕνα καὶ δόο” (Il. 2, 346).
λαμβάνει, ἀντὶ τοῦ μετὰ ταῦτα, ὡς καὶ “ Ἑρμείας μὲν ἔπειτα” (Od. 10, 307). βούλεται γὰρ πρῶτον τὸν Φοίνικα ἀπεληλυθότα εἰς τὸ σκήνωμα, εἶτα τὸν Ὀδυσσέα καὶ τὸν Αἴαντα ὡς πρεσβεύοντας. ὁ δὲ Κράτης τὸ ἔπειτα ἀντὶ τοῦ δή συνδέσμου λαμβάνει.
πτέον νῦν λέγεσθαι, ἀλλὰ τὸν Ὀδυσσέως (Il. 2, 184), ἐπεὶ κἄν ἐξωρ- γίσθη, τῆς διʼ αὐτοῦ γενομένης ἀφαιρέσεως ὑπομνησθείς.
μὲν δύο πρεσβεύειν, Αἴαντα καὶ Ὀδυσσέα, Φοίνικος προεληλυθότος οὐκ εἰς τὸ πρεσβεύειν, ἀλλʼ εἰς τὸ συλλαβέσθαι· καὶ διὰ τοῦτο ὁ ποιητὴς δυικοῖς κέχρηται· καὶ “χαίρετον, ὦ φίλοι” (197). ἔνιοι δὲ λέγουσι συμπεπρεσβευκέναι καὶ Φοίνικα, καὶ οὐδὲν εἶναι τεκμήριον τὸν παρὰ τῷ ποιητῇ ἀριθμόν· πολλάκις γὰρ καὶ ἐπὶ πλειόνων αὐτὸν
τετάχθαι, ὡς καὶ ἐπὶ τοῦ “μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ ἆσσον ἰόντε” (Il. 1, 567) καὶ ὡς ἐπὶ τοῦ “τὼ κούρω κρινθέντε δυωκαιπεντήκοντα” (Od. 8, 48).
λοντα ἐν πολέμῳ ἄνεσιν ἔχειν, ἀλλʼ ἐκ τῶν λαφύρων ἀνηρῇσθαι ἁρμό- νιον καὶ οὐκ ἄμονσον.
καὶ ὁ Φοῖνιξ.
ἀορίστου ἀπὸ τοῦ θήπω ἐνεστῶτος, καὶ τὰ ψιλὰ εἰς δασέα, ὡς τὸ ἐπιορκῆσαί φησιν. οἱ αὐτοὶ δὲ καὶ τὸ Ἀθάμας, κατʼ ἀφαίρεσιν τοῦ α καὶ τροπῇ τοῦ θ εἰς τὸ τ, Τάμμας λέγουσι· “Τάμμεω θυγατέρος” Καλλίμαχος ἐν δευτέρῳ αἰτίων. ἐκ τῶν τάφων δὲ ἡ μεταφορά· καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα τὸ μέλλον δεινόν.
αἰφνιδίως παραγενομένους.
βάνοντες.
σατο δὲ φλόξ.” γελοῖον δὲ πυρὸς ἄνθος ὡς ῥόδων ἄνθος, τοῦ ποιητοῦ τὸ πῦρ δεινοποιήσαντος.
αἱ μαγειρικαὶ τράπεζαι· ἢ ἐπεὶ ἐλιπαίνετο ἐκ τῆς πιμελῆς.
δύο συλλαβὰς καὶ ὀξύνεται, ὥσπερ τὸ γαμφηλή θυηλή, καὶ βαρύ- νεται, ὡς τὸ ἀνθήλη.
εἰς κόρον ἐσθίειν καὶ πίνειν λέγωνται. ἀλλʼ ὅμως ὑπὸ περιττῆς εὐλαβείας οὐδὲν μετέθηκεν, ἐν πολλαῖς οὕτως εὑρὼν φερομένην τὴν γραφήν.
ἀναγκαῖον καὶ συμφέρον ποιήσαι τὴν παρόρμησιν, καὶ εἰς τὴν ἀλλοι- ωτικὴν, ἧς μέρος τὸ ὑπαλλακτικόν· ἀντὶ γὰρ Ἀγαμέμνονος τὴν στρατιὰν ἔλαβεν. κυκλικώτερον δὲ κατακέχρηται τῷ στίχῳ, δεδει- πνηκότων αὐτῶν πρὸ ὀλίγου· οὐ γὰρ ἤρων δαιτός.
εἰ καιρός ἐστι τῶν πρὸς Ἀχιλλέα λόγων· ἐνόησε δὲ Ὀδυσσεύς. ζητεῖται δὲ διὰ τί προαρπάζει τὸν λόγον ὁ Ὀδυσσεύς. ῥητέον δὲ ὅτι καὶ μάλα εἰκότως. οὐδὲ γὰρ μία ἦν ἐλπὶς προαποτυχόντων τῶν οἰκείων αὐτοῦ· ἐβούλετο δὲ προεκκενώσας τὴν ὀργὴν ἀναγκάσαι τι τοῖς οἰκείοις προσδοθῆναι χάριτος.
καὶ ἐνθάδε νῦν] τὸ ἑξῆς ἐστὶ “δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα.” ἐκεῖνα γὰρ μεταξὺ τέθειται “ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο ἠδὲ καὶ ἐνθάδε νῦν.” οὕτως Ἡρωδιανός.
18 οὗτοι δὲ καὶ τὸ ἐξῆς περισπῶσιν “ἧμεν ἐνὶ κλισίῃ,” ἴνʼ ᾖ ᾗμεν ἐτνγχάνομεν. Ἀρίσταρχος δὲ χωρὶς τοῦ σ.
ρικῶς ὁ ἀνὴρ εἰς φιλίαν ἄγει τοὺς ἀμφοτέρους, καὶ τῇ τραπέζῃ δυσωπῶν, καὶ μόνον οὐχὶ τοῦτο λέγων, ὡς ὁμόσιτος αὐτῷ διʼ ἡμῶν γεγένησαι· καὶ γὰρ ἐκείνου καὶ σοῦ μετεσχήκαμεν τραπέζης.
συλλαβὴν τὴν ὀξεῖαν ποιῶν· ὁ δὲ Ἀσκαλωνίτης κατὰ παρολκὴν παραλαμβάνει τὴν ἐν πρόθεσιν, ὥστε εἶναι δεξιὰ σήματα φαίνων. ἄμεινον δὲ τὸ πρότερον.
εἰς ω λήγοντα θηλυκὰ ἐπʼ εὐθείας καὶ αἰτιατικῆς ὁμοτονήσει ὀξυνό- μενα, τὸ δὲ ἠώς καὶ αἰδώς μόνα ἔξει ἐπʼ αἰτιατικῆς τὴν περισπω- μένην τάσιν.
“στεῦτο δὲ διψάων.”
19
τὸν προσηνῆ, ἀπὸ τοῦ πεπείρου καὶ ἁπαλοῦ.
θεῶν Θέτιν” (Il. 24, 74). καὶ τὸ παρακελευστικὸν ἐπίρρημα ἀπὸ τούτου γεγονέναι τοῦ συνδέσμου, τοῦ α περιττεύοντος, τοῦ τόνου ἀλ- λαγέντος εἰς περισπώμενον ἀναγκαίως, καὶ τῆς δασείας Ἀττικῶς προσελθούσης.
οὕτως γὰρ Ἀρίσταρχος τιμήσονται ὡς ἐλεύσονται.
ὁμοίως.
πρὸς μὲν Ὀδυσσέα ἀπιέναι φησὶν, πρὸς Φοίνικα (619) μένειν, μὴ μέντοι πολεμήσειν, πρὸς Αἴαντα (650), ὅτε ἀνάγκη καλεῖ, πολε- μήσειν.
τί γάρ ἐστι τὸ κωλῦον καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖν ;
χοίνικα τὸ μέτρον καὶ τὸ μετρούμενον· “ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν” (Od. 4, 287).
ἐμονομάχουν, ἢ διετέλουν.
ἵππων.
22 παρὰ τὸ ἄρω, θυμαρής. καὶ οὕτως ἀνέγνωμεν “ Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρές” (Od. 17, 199) διὰ τοῦ α. οὐ γάρ ἐστι παρώνυ- μον διὰ τοῦ ηρης· τὰ γὰρ διὰ τοῦ ηρης καὶ ωδης παρώνυμα βαρύ- νεται, ξιφήρης ὀλιγήρης τοξήρης ὀνώδης καὶ βοώδης.
τὸν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν πλοῦν, διὰ τὸ τὰ πρὸς ἄρκτους ὑψηλότερα εἶναι.
ἐστὶ περὶ μικρᾶς αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα, πῶς ἅπερ παθὼν ὑπʼ ἀλλοφύλων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ ἀδικεῖν νομίζει; καὶ πρῶτον μὲν ἀπαριθμεῖται τὸ ἀχάριστον, εἶτα τὴν ὕβριν.
μενος τὴν ἀντωνυμίαν· διὸ καὶ τὰς τοιαύτας κατὰ διάλυσιν ἀναγι- νώσκομεν “καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ” (Il. 1, 271) καὶ “πυκάσασα ἓ αὐτήν” (Il. 17, 551). τί οὖν ἐστὶν ἐνθάδε λέγειν; ἢ ὅτι λείπει ἡ ἕο, ὡς τὸ “ἕο τʼ αὐτοῦ πάντα κολούει” (Od. 8, 211). οὕτως καὶ ἐνθάδε “τὴν ἕο αὐτοῦ φιλέει.”
ἐπιχείρησιν τῶν περὶ Ὀδυσσέα λεγόντων βουλῇ καὶ λόγῳ αἱρεθή- σεσθαι τὴν πόλιν. νῦν γὰρ οἷον ἐπισαρκάζων λέγει.
Ἰλίου ἦν.
προσαγορευθεῖσα ἀπὸ Ἕλλης τῆς Φρίξου ἀδελφῆς.
τοῦτο μὲν τὰ τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωικῶν λαφύρων ἐδέξατο.
ται.
χειν ὡς φίλῳ. καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφελέσθαι ἀπάτη ἐστίν· ὃ γὰρ ἔφησεν, οὐκ ἐποίησεν.
24
ἁφαῖς φιλοφρονουμένων. εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπὸ φίλου, τὸ δὲ δὶς μωρίας. ὅρα δὲ ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει.
τοῦ ἔθνους, σὒς ἀεὶ λοιδορεῖ ὁ ποιητής. ἢ ὅτι Ἀθηναῖοι τὸν ἐγκέφαλον οὕτε ἤσθιον οὔτε ὠνόμαζον· ἔγκαρος οὖν τοῦ ἐγκεφάλου. ἢ ὡς ἔνιοι, ἐν τάξει μισθοφόρου· πρῶτοι γὰρ Κᾶρες ἐπολέμησαν ἐπὶ μισθῷ καὶ ἔδοξαν εἶναι ἀτιμότατοι.
βάνωνται ἀρνήσεις· “οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδʼ ἄν ἴτ’ αὖτις ἐξαπάφοιτʼ ἐπέεσσιν, οὐδʼ εἴ μοι δεκάκις τε” καὶ τὰ ἑξῆς. διασταλτέον καθʼ ἕκαστον, ἢ ὑποστικτέον πάντα ἕως τοῦ “ψάμαθός· τε κόνις τε,” ἵνα ἀνταποδίδωται “οὐδέ κεν ὣς ἔτι θυμὸν ἐμὸν πείσῃ.”
ἄλλα ἀναγνωστέον, εἶτα ὑποστικτέον ἐπὶ τὸ ἐρίζοι καὶ ἰσοφαρίζοι, τῆς ἀνταποδόσεως οὔσης “οὐδέ μιν ὣς γαμέω·” ἢ διασταλτέον βραχύ ἐπὶ τὸ Ἀτρείδαο.
κέ σφιν νῆάς τε σοῷ καὶ λαὸν Ἀχαιῶν” (424) καὶ τὸ δεύτερον “ὅππως κεν νῆάς τε σοῷς καὶ λαὸν Ἀχαιῶν” (681). Ἀπίων δὲ διὰ τοῦ α γρά- φει, ἐπεὶ καὶ ἐν ἄλλοις οὕτως εὑρίσκεται· “σάωσε δὲ νυκτὶ καλύ- ψας” (Od. 5, 103) καὶ “ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ” (Od. 13, 230). καὶ ἐπὶ μέλλοντος “κερδαλέης, εἴ τίς κεν ἐρύσεται ἠδὲ
σαώσει” (Il. 10, 44). ἡ δὲ πλείων χρῆσις, ὧν ἐστὶ καὶ ὁ Ἀσκα- λωνίτης, ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς· “τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους” (Od. 9, 430.)
390) “ἔνθα δέ κʼ αὖθι μένων (Od. 5, 208) “ἔνθα δὲ νῦν τρέψας ἀπὸ τείχεος (Il. 22,16).
ἄμεινον οὖν ἐμοί γράφειν.
τοξικοῦ, ἀπὸ τῆς τῶν βελῶν ἀφέσεως.
χρησμῳδουμένοις.
Πυθίας τοὺς μαντευομένους, ἢ ἀπὸ τοῦ τοξευθέντα τὸν τοῦ χρηστη- ρίου φύλακα δράκοντα ὑπὸ Ἀπόλλωνος αὐτόθι πυσθῆναι, ὅ ἐστι σα- πῆναι.
οὖν κοινὸν λαβεῖν τὸ ἔσται ἀπὸ τοῦ προκειμένου τοῦ ἄφθιτον ἔσται.
ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος.
θεῖαν οὕτως οἶδεν “ἀπομηνίσας” (Il. 2, 772). οὕτως οἶδε καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων. καὶ εἰ παρέλκει δὲ ἡ ἀπό, οὕτως ἀνα- γνωστέον.
λέως λόγον, φύσει, φρονήματι, ἀξιώματι, ἤθει.
σε εἶναι καὶ δραστήριον ἐν τοῖς ἔργοις.
ὅτι οὐ λέγει νέον κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ μεσότητα, ἀντὶ τοῦ νεωστὶ ἡβῶντα.
μικρὸν ὄντα εἰς ἀνατροφὴν παραδίδωσιν. ἡ ἱστορία παρὰ τῷ ποιητῇ· παρὰ γὰρ τοῖς τραγικοῖς παραλλάσσει.
μήθη ὡς εὐσεβῆ τηρήσας τὸν ἥρωα. πρὸ δὲ αὐτοῦ Σωσιφάνης τὴν τοιαύτην εὗρε γραφήν. καὶ Εὐριπίδης δὲ ἀναμάρτητον εἰσάγει τὸν ἥρωα ἐν τῷ Φοίνικι. ταῦτα ἱστορεῖ Ἁρποκρατίων ὁ Δίου διδάσκαλος ἐν ὑπομνήματι τῆς Ἰ.
βημάτων. τρεῖς δέ εἰσιν, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. εἴρηνται δὲ παρὰ τὸ ἐκ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, εἶναι.
λειφθεῖσαι οὐκ ἀναστρέφονται, σεσημειωμένου ἐκείνου “ στεῦτο γάρ Ἡφαίστοιο πάρʼ οἰσέμεναι” (Il. 18, 191).
(Il. 23, 643) φησὶ γεγραμμένου ἀντιόωντες μεταθεῖναι τὸν Ἀρί- σταρχον ἀμφὶς ἐόντες. ὅτι ἠγαπημένος ἦν διὰ τὴν σπουδὴν, ὁ δὲ πατὴρ ἦν ὀργιζόμενος διὰ τὸν ἔρωτα. ἀνεψιὸς δὲ Φοίνικος Εὐρύ- πυλος.
πρὸς ἥλιον τετραμμένη στοά.
θανον γάρ φασιν εἶναι ἐν μὲν τῷ προδόμῳ πῦρ εἶναι, ἐν δὲ τῷ οἴκῳ ἐλλείπειν.
Πηλέως ἐτιμήθη.
πείθεσθαι.
λιτανεύειν τούτους οὓς ἂν προηδικηκότες ὦσιν.
ἀπὸ γὰρ ὀξυνομένης εὐθείας ἐγένετο τῆς παραβλώψ. τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥσπερ τὸ ἑλικῶπες καὶ Κύ- κλωπες, περὶ ὧν ἐντελέστερον λέγεται ἐν τοῖς περὶ σχημάτων.
ἄρθρῳ τὸν σύνδεσμον.
βαρντόνως, ἢ καὶ ἐκεῖνο κατʼ ὀξὺν προφέρεσθαι τόνον. ἀλλὰ μήποτε τὸ μὲν ζάφελος προπαροξύνεται λόγῳ τούτῳ, ὡς τὰ εἰς ος λήγοντα συγκείμενα παρὰ τὸ ζα προπαροξύνεται, ζάθεος ζάκοτος· οὕτως ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λῶς ἐπιρρή- ματα, παραληγόμενα τῷ ε, ὡς ἐπὶ τὸ πλεῖστον φιλεὶ περισπᾶσθαι,
ἐντελῶς ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ εὐτραπέλως ἰκέλως.
δείγματι χρῆσθαι τῷ κατὰ τὸν Μελέαγρον.
εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίσις τοῦ κουρῆτες ἐν τῇ κλίσει τῶν ὀνομάτων.
τῶν καρπῶν.
προῆλθον ἐπὶ τοῦτον. Μελέαγρος δὲ ὁ Οἰνέως πρῶτος ἐπιτυχὼν, γέρας τὰ τοῦ συὸς ἀκροθίνια λαβὼν, τὴν κεφαλὴν καὶ τὸ δέρος, 33 Ἀταλάντῃ διʼ ἔρωτα δωρεῖται. καὶ γὰρ αὐτὴ συνεξῆλθεν αὐτοῖς ἐπὶ κυνηγίᾳ. οἱ δὲ Θεστίου μὲν παῖδες, ἀδελφοὶ δὲ τῆς Μελεάγρου μητρὸς, Ἀλθαίας, ὀργίλως ἐπὶ τούτῳ διατεθέντες ἐπεβούλευον τῷ Μελεάγρῳ. ὁ δὲ προγνοὺς σὓς μὲν ἀπέκτεινεν, σὓς δὲ εἰς φυγὴν τραπῆναι παρεσκεύασεν· διόπερ οἱ Πλευρώνιοι τοῖς Καλυδωνίοις
ἐπεστράτευσαν. Μελέαγρος δὲ κατʼ ἀρχὰς τῇ μητρὶ μηνιῶν οὐκ ἐβοήθει τῇ πατρίδι, πορθουμένης δὲ ἤδη τῆς πόλεως πεισθεὶς ὑπὸ Κλεοπάτρας τῆς γυναικὸς, προελθὼν σὓς μὲν ἀνεῖλεν, οὓς δὲ διώκων ἠνάγκασεν ἐκεῖθεν κατὰ κρημνῶν ἐνεχθῆναι. Ἀλθαία δὲ μηνιῶσα τῷ παιδὶ τὴν ὑπὸ Μοιρῶν δεδομένην δᾷδα κατέφλεξεν· ἦν δὲ πεπρω-
μένον ἐκείνης κατακαείσης καὶ τὸν Μελέαγρον ἀποθανεῖν. φθαρέντος δὲ τοῦ παιδὸς Ἀλθαία μετανοήσασα ἑαυτὴν ἀναιρεῖ.
βοηθήσοντι διὰ τὰς ναῦς.
ἀρχὴν κατὰ νοῦν ἔσχεν.
ται καὶ ἀγριώτεροι γίνονται. οἱ δὲ τὸν ἐν χλόῃ διάγοντα· τὸν γὰρ οἰκοτραφῆ σίαλον φησιν· οἱ δὲ τὸν εἰς γῆν καταβάλλοιφα τὰ φυτά. ἄλλοι δὲ τὸν ἐπὶ χλούνῃ), χωρίῳ οὕτω καλουμένῳ, ἐνδιατρίβοντα.
τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περὶ καρποὺς ἡμαρ- τηκότι.
τινων φερομένην ἔδων παραιτητέον.
ὅτι ἐκ τοῦ παρακολουθοῦντος σημαίνει ἀνεῖλεν. καὶ ὅτι διὰ πυρὸς ἔθαπτον.
γένος. λοχήσαντες δὲ αὐτὴν οἱ μήτρωες τοῦ Μελεάγρου ἀφείλαντο τὰ γέρα τῆς κόρης. ἐφʼ ᾧ ὀργισθεὶς ὁ Μελέαγρος διεχρήσατο αὐτούς. λυπηθεῖσα δὲ ἐπὶ τοῖς ἀδελφοῖς Ἀλθαία ἡ τοῦ Μελεάγρον μήτηρ κατέφλεξε τὸν ὑπὸ Μοιρῶν αὐτῇ δοθέντα δαλὸν, ὄντα συνεκ- τικὸν τῆς Μελεάγρου ζωῆς, ᾧ συνδιεφθάρη καὶ ὁ Μελέαγρος.
οἶδεν, ἀλλὰ περιγίνεσθαι παραινεῖ, καὶ ἡμᾶς μὲν αὐτῆς ἐκτρέπει, Ἀχιλλεῖ δὲ συγγινώσκει.
μὴ πνεῖν μέχρι ιδ΄ ἡμερῶν τοῦ χειμῶνος αὐξανομένου. οἱ οὖν γονεῖς ἀπὸ τῶν αὐτῇ συμβεβηκότων τὴν Κλεοπάτραν οὕτως ἐκάλουν, ὡς Μεγαπένθην καὶ Εὐρυσάκη καὶ Ὀδυσσέα καὶ Νεοπτόλεμον. “οὕπω” γὰρ “εἰδόθʼ ὁμοιίου πτολέμοιο” (440). ἔκλαιεν οὖν ἡ Μάρπησσα καλοῦσα τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτὴν ἀνήρπασεν ὁ Ἀπόλλων, ἢ ἡ
μήτηρ Ἀλθαία.
εἶχεν ἀδελφόν. δύναται μέντοι καὶ τὸ βαρυνόμενον ἑνικὸν ἰσοδυνα- μεῖν τοῦ κασιγνητικοῦ. ἀδελφοὶ δὲ Ἀλθαίας Ἴφικλος, Πολυφάντης, Φάνης, Εὐρύπυλος, Πλήξιππος.
τὴν Περσεφόνην, ὑπακούουσι δὲ αἱ Ἐρινύες ὡς ὑπηρέτιδες.
θῆβις πολιῆτις ἀλεῖτις πλανῆτις πρεσβῦτις. οὕτως δὲ καὶ ἱερο- φοῖτις. ὅσα δὲ παρὰ τὸ πωλεῖν ἐστὶν, ἀνεβίβασε τὸν τόνον, ἀρτό- πωλις ἀλφιτόπωλις· ἀλλ’ οὖν καὶ ὅσα παρὰ τὸ κοῖτος, παράκοιτις ἄκοιτις. τὸ μέντοι δολόμητις οὐκ ἔστι θηλυκὸν, ἀλλὰ καὶ ἀρσενικόν· καὶ ἴσως τὸ μῆτις ἔγκειται, ὡς τὸ πολύμητις δολόμητις. καὶ ἔστισύνθετον.
στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου. ἀπʼ ἄλλης δὲ ἀρχῆς ὁππόθι πιότατον, καὶ ὑποστικτέον ἐπὶ τὸ ἐραννῆς.
περιφραστικῶς τὰς θύρας, ἀπὸ τοῦ καλῶς συνηρμόσθαι.
καὶ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ τὰς ἀδελφὰς ἀκουστέον Γόργην καὶ Δηϊάνειραν.
θνοὺς τοὺς φίλους.
ἐπιθυμίᾳ. ὑποχωρήσας, ἀντὶ τοῦ οὐκ ἀντιταξάμενος.
λεὺς ἀποκρινόμενός φησιν “οὔ τί μέ ταύτης χρεὼ τιμῆς” (607), ἀντὶ τοῦ οὐ χρείαν ἔχω τήν τε τῶν Ἑλλήνων καὶ Ἀγαμέμνονος τιμήν. καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις.
ἄνευ τοῦ ι. οὐχ ὑγιῶς δὲ γενικὴν ἐκδέχεται, λειπούσης φράσεως· τιμῆς γὰρ, φησὶν, ἄξιος ἔσῃ. ὁ δὲ Χαῖρις βοηθῶν αὐτῷ φησὶν ὅτι ἐπιφέρει “οὔτι με ταύτης χρεὼ τιμῆς.”
τῷ “μή μοι οἶνον ἄειρε” (Il. 6, 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλʼ ἀποβεβλῆσθαι. καὶ ὁμοία ἐστὶν ἡ πλάνη τῷ “ἤ μʼ ἀνάειρε ἢ ἐγὼ σέ” (Il. 23, 724) καὶ τῷ “τάχα δή με διαρραίσουσι καὶ αὐτόν” (Od. 1, 251), εἴ γε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι. ἀλλὰ τῷ μὴ ὁρᾶσθαι κατʼ ἀρχὴν τὸ ε οὕτως ἀνέγνωσαν· τοῦτο
γὰρ ἐπακολουθεῖ ταῖς πρωτοτύποις. ἐχρῆν δὲ αὐτοὺς ἐπιγνῶναι ὅτι κρᾶσις δύναται ἐπακολουθεῖν, καὶ οὕτως ῥῶσαι τὴν ὑγιῆ ἀνάγ- νφβιν.
39 (Il. 7, 127), ἵνʼ ᾖ στερισκόμενος τῆς στρατείας. οὐ τίθησι δὲ τὸ μείρεσθαι ἀντὶ τοῦ στερίσκεσθαι, ἀλλʼ ἀντὶ τοῦ μερίζεσθαι.
ἀνάγκην ἕξει. οἱ δὲ ὡς ὁμολογούμενον αὐτὸ λαμβάνουσιν, ὅτι ὡς τροφέα αὐτὸν κατέχει.
τῆς ἀφόδου μνείαν λάβοιεν οἱ περὶ τὸν Ὀδυσσέα.
καιγνητικοῦ.
σοφός σοφηλός. σύνθες μετὰ τῆς α στερήσεως, ἀσόφηλος· μετά- βαλε τὸ ο εἰς τὸ υ, καὶ γίνεται ἀσύφηλος, ὡς ἄγυρις καὶ ἄγορις.
καὶ ἐν πολλαῖς τῶν ἀρχαίων.
οἱ δὲ, τάπητα. οἰκεία δὲ ἡ κοίτη τῷ γέροντι. καὶ ὁ Νέστωρ καθεύ- δει “εὐνῇ ἔνι μαλακῇ” (Il. 10, 75). οἱ δὲ ἑταῖροι τοῦ Διομήδους ὑπὸ κρασὶν εἶχον ἀσπίδας, καὶ αὐτὸς “ῥινὸν ὑπέστρωτο βοὸς ἀγραύ- λοιο (ib. 155). καὶ ῥηγεῖς οἱ βαφεῖς.
Λεσβόθεν ἦγε.” πῶς δὲ δύναται ἡ Καρίνη Λεσβία εἶναι, εἰ μὴ ἄρα ῥητέον ὅτι τὴν Λέσβον τότε Κᾶρες κατῴκουν;
μία δὲ τῶν Κυκλάδων, ἣν οὐ πορθήσας, ἀλλʼ εἰρηνικῶς καταλαβὼν ἐλαφυραγώγησεν.
Ἀχαιῶν, ἵνα ᾖ τοιοῦτος ὁ λόγος, ἄγε εἰπέ μοι εἰ βούλεται βοη- θῆσαι.
συμμαχήσει, παραλέλοιπεν, ἵνα μὴ ἀμελῶσι τοῦ βοηθεῖν.
ὅτι καὶ νεώτεροι τοῖς νοήμασι, καὶ τῇ συνθέσει πεζότεροι, καὶ ὅτι ὡς ἀπιστησόμενος μάρτυρας ἐπισπᾶται.
γὰρ εἴωθεν ἐπιφωνεῖσθαι, ὅταν ὁ αὐθεντῶν τοῦ λόγου καταπληκτικά τινα προενέγκηται. νῦν δὲ πῶς ἂν ἐπὶ Ὀδυσσέως λέγοιτο τοῦ μηνύ- οντος τὰ ὑπʼ Ἀχιλλέως εἰρημένα;
Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται.
καὶ διὰ τῆς ἀνδρείας ὑπερπεπτωκὼς εἰς ὕβριν.
τὸ σιωπώμενον ὁ Ἀχιλλεύς. διό φησιν “οὐ γὰρ Τυδείδεω Διομή- δεος ἐν παλάμῃσι μαίνεται ἐγχείη” (Il. 16, 74). καὶ ὅτι τῷ ἀπα- ρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται. καὶ ὅτι τῇ ἐχομένῃ Ἀγαμέμνων ἀριστεύει.
Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.