ΕΙΣ ΤΗΝ Θ.
διήγησιν, συναχθόμενος τοῖς Ἀχαιοῖς.
“ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ” (66)· ὁτὲ δὲ τὸ τῆς νυκτὸς καὶ ἡμέρας διάστημα, ὡς ἐν τῷ “ἠὼς δέ μοί ἐστιν ἥδε δυω- δεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα” (Il. 21, 80).
ἡμέρα μὲν γέγονεν. τὸ δὲ ἐκίδνατο ἐν παρατάσει· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφʼ ἓν φωτίζεται.
Ἠελίοιο ἤσθιον” (Od. 1, 8). καὶ γὰρ διαφέρει τὸ ἀκούειν ἀπλῶς λεγόμενον τοῦ ὑπακούειν, ἧ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τʼ ἐστὶν ἐκδέ- ξασθαι καὶ τὸ μόνον ἀκοῦσαι, μὴ μέντοι πείθεσθαι τοῖς λεγομένοις. οὕτως οὖν τινὲς ἐδέξαντο “οὐδ᾿ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς” (97)· ἀκούσας γὰρ οὐκ ἐπείσθη. διὸ ἐν ἑτέροις Ὀδυσσεὺς ἐπαινού-
μενος ὑπὸ τοῦ Διομήδους παραιτεῖται καὶ τὸ ἐπισκώπτεσθαι, ἐν οἷς 1 φησὶ “Τμδιίδη μή τʼ ἄρ με μάλʼ αἴνεε μή τέ τι νείκει” (Il. 10, 249). ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντως πείθεσθαι τοῖς λεγομένοις ἤτοι ἑκόντας ἢ ἄκοντας. οὕτως οὖν ἔχει καὶ τὸ ὑπήκοος, ὥσπερ ὑποτεταγμένος τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπή. κουον τῷ Διὶ ὡς ὑποτεταγμένοι.
Τάρταρος· ὁ μὲν γὰρ οὔποτʼ ἀνέμοισι τινάσσεται οὐδέ ποτʼ ὄμβρῳ (Od. 6, 43), ὁ δὲ καὶ τετάρακται καὶ ψυχρὸς εἶναι δοκεῖ· καὶ γοῦν τὸ σφόδρα ῥιγοῦν ταρταρίζειν φασί. καὶ ὁ μὲν ὅλος καταλάμπεται, ὁ δὲ ἠεροειδής ἐστι.
Ἅιδου, καὶ ἐν βαθυτάτῳ κείμενον τόπῳ. ἢ τὸν χαλεπὸν καὶ δυσχερῆ λέγει. ὠνόμασται δὲ διὰ τὸ ἐκτεταράχθαι καὶ συγκεχύσθαι τὰ ἐν αὐτῷ πάντα. οἱ δὲ τὸ ἀφώτιστον τῆς οἰκουμένης μέρος ἀπεδέ- ξαντο.
τοῦ Ἀιδου ὅσον ὁ οὐρανός τῆς γῆς. διὰ δὲ τούτων σφαιροειδῆ τὸν κόσμον συνίστησι, κέντρου λόγον ἐπέχουσαν εἰσαγαγὼν τὴν γῆν, καὶ τὰς ἀπʼ αὐτῆς ἐκβαλλομένας εὐθείας εἰς ἑκάτερα τὰ πέρατα ἴσας λέγων εἶναι.
ματα μείζοσιν ὑπερβολαῖς ἐπιστώσατο.
κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας” (Il. 1, 66).
περισσή.
κοινῆς ὑπαρχούσης, ὥστε ἢ αὐτὸν καθελκυσθῆναι ὑπʼ ἐκείνων, ἢ ἐκείνους ὑπʼ αὐτοῦ.
μαῖος δὲ ὁ τοῦ Ὀροάνδου ἀντὶ τοῦ πρόφρων πρόσσω γράφει.
3 ὡς ἑνὸς ἐξῆπται τὰ πάντα· οἱ δὲ ζητοῦσι πῶς πάντων περιγίνεται ὁ Ζεὺς ὁ ὑπὸ τριῶν μόνων δεθείς, καθά φησιν ἐν τῇ A (400). ῥητέον οὖν ὅτι ἐκεῖ μὲν ἐξ ἐπιβουλῆς ἡ ἰσχὺς, ἐνταῦθα δὲ ἐκ τοῦ φανερῶς κρατεῖν.
στίχοι ιγ΄, ὅτι ἐξ ἄλλων τόπων μετάκεινται. καὶ ἐν τοῖς κατὰ μέρος διαπίπτει, οὐκ ὀρθῶς χρώμενος ταῖς λέξεσιν, “ὀδυσσαμένοιο τεοῖο.” τοῦτο γάρ ἐστι τοῦ σοῦ, θέλει δὲ ὁ λόγος ὀργισθέντος σοῦ, ἀσυνάρθρως.
ἀγασσάμενοι τοῖς ἑξῆς συνάδει.
Λιβύης.
4 ἀντὶ τοῦ τῆς Ἴδης εἰς Γάργαρον ἦλθεν· προτάξας γὰρ τὸ γενικὸν τὸ εἰδικὸν ἐπήνεγκεν. μέρη γὰρ τῆς Ἴδης ἄλλα τε καὶ τὸ Γάργαρον.
ἐν πρώτῳ αἰτίων.
ὅπλα, ὅπερ ἀγνοήσαντές τινες γράφουσι τοὶ δʼ αὐτόθι θωρήσσοντο.
(562) “μυρία δʼ ἐν πεδίῳ.”
καταείνυον” (Il. 23, 135).
τὰς ψυχὰς, ἐποίησε τὴν Ψυχοστασίαν, ἐν ᾗ ἐστὶν ὁ Ζεὺς ἱστὰς ἐν τῷ ζυγῷ τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως ψυχήν.
ἑκατέρου ἵστασθαι φήσει, ῥυόμενος τὴν σύγχυσιν τοῦ δυϊκοῦ σχή- ματος, ἄλογον· πρὸς τί γὰρ δύο, ἀλλʼ οὐ μία;
δηλοῖ καὶ ἐντεῦθεν τὸ βραδὺ τῆς ἐνεργείας. προσηκόντως οὖν ἐπὶ τοῦ πρεσβύτου ἐχρήσατο τῷ παρατατικῷ χρόνῳ, εἰπὼν τὸ ἀίσσων, ἐπὶ δὲ τοῦ νέου Αὐτομέδοντος (Il. 16, 474) τῷ συντελικῷ, εἰπὼν ἄϊξε καὶ ἀπέκοψε, συντόμως τὸ πρᾶγμα δηλῶν.
ὅ ἐστι τοὺς ἔξωθεν παρατεταμένους ἱμάντας.
καλῶς ἐν πόᾳ τὴν ἅρπην καὶ τὰ ἄλλα τῆς γεωργίας ὅπλα κινεῖν γινώσκεται, κυβερνήτης δὲ ἀπὸ τοῦ πόδα νηὸς ἰθύνειν καλῶς, τέκτων ἀπὸ τῆς εὐθεσίας τῶν λίθων καὶ τῆς εὐπριστίας τῶν ξύλων καὶ τῆς 5 κλίνης καὶ τοῦ δουρείου ἵππου, ναυπηγὸς ἀπὸ τῆς σχεδίας, κυνηγός ἀπὸ τῆς κυνηγεσίας καὶ τῆς ὀρεσινομίας, μάντις ἀπὸ τῶν ἐκβάσεων, μάγειρος ἀπὸ τοῦ ὡς δεῖ ὀπτᾶν καὶ δαιτρεύειν, ἰατρὸς ἀπὸ τοῦ νόσους γινώσκειν καὶ τάμνειν ἰοὺς, μουσικὸς καὶ ἀοιδὸς ἐξ ᾠδῶν κάλλους καὶ μύθων, πύκτης καὶ παλαιστὴς ἐξ εὐστροφίας καὶ χειρῶν συμ-
πλοκῆς, τοξότης ἀπὸ διασκέψεως ἀρίστης, ἀκοντιστὴς ἀπὸ τοῦ εὖ πάλλειν τὸ δόρυ, ῥήτωρ ἀπὸ πιθανότητος, στρατηγὸς ἀπὸ φρονήσεως καὶ ἀνδρείας, στρατιώτης ἀπὸ πολυμηχανίας καὶ πολυπειρίας. ἔστι δὲ γεωργὸς μέν· “ἐν ποίῃ δρέπανον μέν” (Od. 16, 368). β. κυβερ- νήτης· “αἰεὶ γὰρ πόδα νηός” (Od. 10, 32). γ. τέκτων ἀπὸ τῆς
κλίνης (Od. 23, 189). δ. ναυπηγὸς ἀπὸ τῆς σχεδίας (Od. 5, 243). ε. κυνηγὸς ἀπὸ τοῦ Παρνασσοῦ (Od. 19, 430). V. μάντις· “φήμην τίς μοι φάσθω” (Od. 20, 100). ζ. μάγειρος· “δαιτρεῦσαί τε καὶ ὀπτῆσαι” (Od. 15, 323). η. ἰατρός· “ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι” (Od. 1, 262). θ. μουσικός· “μῦθον ὥστʼ ἀοιδός” (Od. 11, 368).
ι. πύκτη· “πὺξ μὲν ἐνίκησα Κλυτομήδεα” (Il. 23, 634). ια. παλαιστής· “Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον” (ib. 635). ιβ. δισκευ- τὴς παρὰ Φαίαξιν (Od. 8, 186). ιγ. τοξότης· “εὖ μὲν τόξον οἶδα” (ib. 215). ιδ. ἀκοντιστής· “δουρὶ δʼ ἀκοντίζω” (ib. 229). ιε. ῥήτωρ· “καὶ ἔπεα νιφάδεσσιν ἐοικότα” (Il. 3, 222). ιϚ. ἀστρολόγος·
“Πληϊάδας θʼ ὁρόωντι” (Od. 5, 272).
καλύπτως· ἢ τὸ ἑξῆς ἐστὶ, πῆ φεύγεις ἐν ὁμίλῳ, οἷον καὶ σὺ μετὰ τοῦ πλήθους ὡς εἴς τῶν πολλῶν.
6
δέχεται ὁ Ἀρίσταρχος.
δειλὸς τῶν ἄλλων ἔσχατος φεύγων καὶ τῇ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμενος.
(Il. 6, 2).
7 θέναι τὴν ἱστορίαν τῷ εἰδότι, καὶ ὁ καιρὸς δεῖται συντομίας· καὶ ἵτι τὸ ποτέ χρονικὴν ἔχει ἔμφασιν, τῆς ἀφαιρέσεως γεγονυίας τῇ πρὸ ταύτης ἡμέρᾳ.
καὶ νῦν ὡς ἐπὶ δύο ἵππων διαλέγεται.
ἐν τῇ ζ΄, ὅπου περὶ τοῦ ἰῷ διαλαμβάνει.
οἱονεὶ στηκός τις ὢν, ἀπὸ τοῦ ἵστασθαι ἐν αὐτῷ τὰ θρέμματα. ἔνθεν καὶ οἱ νεώτεροι τῶν ποιητῶν σηκὸν λέγουσι τὸν ναὸν, ἀπὸ τοῦ ἵστασθαι ἐν αὐτῷ τὰ ἀγάλματα.
τητος, δεινῶς βροντήσας. ἐπὶ δὲ τοῦ κεραυνοῦ ἓν ἀρκεῖ ἐπίθετον τὸ ἀργῆτα.
δοτος γράφει ἄγε νῶϊ φόβονδε, ὅ ἐστιν ἡμεῖς ἢ ἡμᾶς, ὧν οὐδέτερον ἁρμόζει.
ἵσταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴση ἐστὶν ἡ χρῆ- σις παρὰ τῷ ποιητῇ.
χεσθαι.
σχηματίσθη, ὡς πενιχρά, ψυχρά, λέγω δὲ θηλυκῶς. οὕτως ἀβλη- χρά, οὐ κοινωνοῦντός ποτε τοῦ γένους, λέγω δὲ ὁ ἄβληχρος καὶ ἡ ἄβληχρος. ἄλλως τε ἤδη αὐτὸ τὸ βληχρός σημαίνει ὡς ἐπὶ τὸ πλεῖστον μᾶλλον τὸ ἀσθενές. Ἀλκαῖος θʼ “βληχρῶν ἀνέμων ἀχεί- μαντοι πνοαί” καὶ ὁ Νίκανδρος “βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου
ἐν χροὶ νύγμα.” τοῦτο δὴ πλεονάσαν τῷ ᾱ φυλάξει τὸν αὐτὸν τόνον λαλητός ἀλαλητός στεροπή ἀστεροπή· οὐκ ἐκεῖνο μέντοι διηνεκὲς λέ- γομεν ὅτι πλεονασμὸς τοῦ ᾱ φυλάσσει τὸν αὐτὸν τόνον ἀεί. οἴδα γὰρ τὸ ἄβορος, ἄγαυρος, ἀσταφίς.
φροντίς.
πρὸς τὰ ἐπίθετα οὐδέποτε συνδεῖται.
δὲ ὅτι πρὸ τοῦ εὑρεθῆνμαι τὴν τῶν ποτηρίων χρείαν κέρασιν οἶνόν τʼ ἐγκεράσασα ἔπινον.
ὑπὸ Καρῶν, ὡς καὶ Ἀνακρέων φησὶ “καριοεργέος ὀχάνοιο.”
χρόνου ἔχουσα διάστημα, παραπλήσια κἀκεῖνα “ὣς ἔφαθʼ, αἱ δʼ ἐπέμυξαν” (Il. 4, 20)· “ὣς ἔφαθ᾿, οὐδʼ ἀπίθησεν” (Il. 2, 166)· ἕτερον δὲ ὅτι συμβήσεται κατʼ ἀρχὰς τοῦ στίχου μετὰ τὸ ν μόνον στοιχεῖον διάστημα εἶναι τῆς ὑποστιγμῆς.
ἰσχυρὸν, ὥστε εἶναι δεινοεπές.
ἐπλήθυεν ὁμοίως ἵππων καὶ ἀνδρῶν συνελαυνομένων καὶ συνειργομένων ὑπὸ τοῦ Ἕκτορος. Ζηνόδοτος δὲ γράφει τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργεν. ἔνιοι δὲ τὰ δύο διαστήματα πεπληρῶσθαί φασι τῶν Ἑλλήνων, τό τε ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ τὸ ἀπὸ τοῦ τείχους ἕως τῆς τάφρου, ὃ δὴ στεῖνος προσαγορεύει.
12
μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου διάστημα ἀπελείπετο κατὰ τὴν τοποθεσίαν τῆς νεωλκίας.
συνδέσμου· τὸ γὰρ ἔεργέν ἐστι περιώριζεν. ἐντὸς τῶν τε νηῶν καὶ τοῦ τείχους μεταξὺ κενὸν ἦν εἰς δίοδον, τὸ μὲν πλάτος πλεθριαῖον ὑπάρχον, τὸ δὲ μῆκος διʼ ὅλου τοῦ ναυστάθμου. πάλιν δὲ οὕτως τοῦ τείχους ἐκτὸς ἦν διάστημα βραχὺ, μεθʼ ὃ ἡ τάφρος ὤρυκτο. τοσοῦτον μέντοι εἰκάζει τὸ διάστημα ἐκεῖνο ὡς ἐντὸς βέλους εἶναι τὴν τάφρον,
καὶ ἐφικνεῖσθαι τὰ βαλλόμενα τοῦ τείχους ἀπὸ τῶν ἐπιόντων. ἀμ- Φότερα οὖν τὰ διαστήματα ἑκατέρωθεν τοῦ τείχους, τὸ μὲν πρὸς τὴν τάφρον, τὸ δὲ πρὸς τὰς ναῦς ἐπεπλήρωτο. οὕτως Νικάνωρ.
κηλέῳ. ἐκεῖνο γοῦν ἐντελές ἐστι τὸ “σὺν πυρὶ κηλείῳ χάριν Ἕκ- τορος (Il. 15, 744).
ῥοῦν ἱμάτιον, ὃ μεταχειρίζεται ὁ βασιλεὺς ἕνεκα τοῦ εὐχερῶς ἑαυτὸν σημᾶναι τοῖς Ἕλλησιν, ἐπειδὴ ἀδύνατον ἦν διὰ βοῆς αὐτοὺς κατα- στεῖλαι.
τοῦ ἐσθίειν τὸ καυχᾶσθαι συμβαίνει.
δὲ οὕτως ἀρέσκει. τὸ τῆς διανοίας, ἄντικρυς γὰρ Τρώων ἑκατὸν καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαί φησιν. οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα σύνταξις, εἴ γε ἐπὶ γενικὴν φέρεται.
ἀνδρὸς, ἀλλʼ οὐχὶ τοῦ διαφορωτάτου.
μετὰ φθορᾶς· δυσαρεστεῖ γὰρ τῇ παρουσίᾳ.
λίπος. δύναιτο δʼ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω 14 γένοιτο, δέεμος, καὶ ἐν συναλοιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος· τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆς διαλύσεως.
γεννηθῆναι, ἔν τε τῇ πρὸς τοὺς γίγαντας μάχῃ παραπτῆναι· διόπερ ἐν τῇ διανεμήσει τῶν πτηνῶν Ζεὺς τὸν ἀετὸν εἵλετο, καὶ προστάτ- τει καὶ ἀγγέλῳ αὐτῷ χρῆται πρὸς ἐκείνους οὓς ἐπιφανείας ἀξιοῖ· ὅθεν καὶ ἀετὸς ἐκλήθη, οὐχ ὤς τινες παρὰ τὸ ἀίσσειν, ἀλλὰ παρὰ τὸ τὸ ἐτεὸν δηλοῦν, τὸ ἀληθές.
πρὸς ταῖς ναυσὶν, ὥστε τὸ ἐπάνω εὐκρινὲς γίνεσθαι, τὸ “ὣς ἔφατʼ οὐδʼ ἑσάκουσεν” (97), ὅτι ἑκουσίως παρεπέμψατο.
πάντα, ἵνα κύρια γένηται· παραιτητέον δὲ τοὺς διαλύοντας τὸ Ἀμο- πάονα· πιθανώτερον γάρ ἐστι κύριον αὐτὸ παραλαβεῖν, ἵνα τὸ προκεί- μενον αὐτοῦ πατρωνυμικὸν τνγχάνη.
ὅτι ἄκαιρος ἡ γενεαλογία, καὶ οὐκ ἔχουσα προτροπὴν, ἀλλὰ τοὐναν- τίον ὀνειδισμὸν καὶ ἀποτροπήν.
ὡς οὖν ἀπὸ Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν παῖδα Τεῦκρον ἐκάλεσαν, προαναπέμψαντες τὸν τόνον καὶ ποιήσαντες κύριον· Τευκροὶ γὰρ οἱ Τρῶες ἀπὸ τοῦ βασιλεύοντος αὐτῶν Τεύκρου· ἡ δὲ ἱστορία ἀκρι- βέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς καὶ παρὰ Ἀπολλωνίῳ τῷ γραμματικῷ ἐν τῷ δευτέρῳ τῶν γενῶν. ἐζήτηται δὲ πῶς ἐξ
ἀπόντων ἐπαινέσας τὸν Τεῦκρον νῦν ἐπιφέρει νόθον. ἡμεῖς δέ φαμεν τοῦτο μὴ εἶναι πρὸς αἰσχύνης διὰ τὸ παρὰ τοῖς παλαιοῖς ἔθος κρατοῦν· ἐτίμων γὰρ τοὺς νόθους ἐπʼ ἴσης τοῖς γνησίοις. ἄλλως τε εἰ καὶ αἰχμάλωτος ἡ Ἡσιόνη, ἀλλὰ βασιλίς. ἔτι δὲ καὶ αὐξήσεως ἕνεκεν τοῦτο εἰρῆσθαί φαμεν, ὅτι τῇ ἀρετῇ καὶ τοὺς
γνησίους ὑπερέβαλεν.
καὶ ἡ Ἀριστοφάνους.
καὶ ἐν ἄλλοις δὲ εἴωθεν. κατὰ δὴ ταύτην τὴν ἐξήγησιν ἐπὶ μὲν τὸ βάλεν διαστελοῦμεν, ἐπὶ δὲ τὸ εἰαρινῇσιν ὑποστίξομεν. δύναται δὲ καὶ ὑποστίζεσθαι ἀμφότερα ἐν ὑποκρίσει, ἵνα μία ἀνταπόδοσις ᾖ ἡ ἐπιφερομένη· ἔσται δὲ τὸ ἑξῆς, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλεν, ὣς ἑτέρωσʼ ἤμυσε κάρη. ἢ περισσόν ἐστι τὸ ἡ ἄρθρον καὶ ὁ τέ
σύνδεσμος· ὁ δὲ λόγος, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλεν [ὣς ἑτέρωσʼ ἤμυσε κάρη, βάλλει] καρπῷ βριθομένη, ὡς ἑτέρωσʼ ἤμυσε. βέλτιον δὲ ὑποστίζειν.
ἅμαρτε.
τονα τόξα ἀπὸ τούτου. οὐ πάντως διασταλτέον ἐπὶ τὸ αὐε ρύοντα, ὡς ἀξιοῖ Νεοτέλης· ἀμφότερα γὰρ συμβέβηκε πρὸς τὸν ὦμον, καὶ τὸ βληθῆναι αὐτὸν καὶ τὸ ἐρύσαι. ὁ μέντοι Νεοτέλης Σκυθικὴν εἶναι τὴν τοξείαν ἔφασκεν, τοῦ τόξου πρὸς τὸν ὦμον ἑλκομένου.
δʼ ἐξέρρηξε νεοστρεφέα” καὶ ὅτι οὕτως εἶπε τὸ ἐνάρκησεν ἐν ἴσῳ τῷ ναρκᾶν ἐποίησε τὴν χεῖρα κατὰ τὸν καρπόν.
πρὸς τὸ “Χρύσην ἀμφιβέβηκας” (Il. 1, 37).
διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούς. ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν διώκοντα κυνὶ, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ ζώῳ, τῷ λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ εἴ- κασται κυνὶ ἑνὶ καὶ ὁ διωκόμενος θηρὶ ἑνί· φησὶ γὰρ “αἰὲν ἀποκτεί- νων τὸν ὀπίστατον (342). πρὸς δὲ τὸ δεύτερον ὅτι ἡ παραβολὴ οὐ
πρὸς ἰσχὺν, ἀλλὰ πρὸς τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί.
ἐστίξαμεν ἂν ἐπὶ τὸ ἀνίσχοντες. καὶ τάχα γραφικὸν ἁμάρτημα γέγονεν.
Ἀρίσταρχος δὲ γράφει σὺν τῷ ῑ, οἴματʼ ἔχων· καί φασι παρὰ τὴν οἶμον γεγενῆσθαι, τὰς ὁδοὺς καὶ τὰ ὁρμήματα. αἱ μέντοι πλείους τῶν δημωδῶν εἶχον Γοργοῦς ὄμματʼ ἔχων, οἷς συλλαμβάνει καὶ τὸ ἀλλαχοῦ λεγόμενον “τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις.” χαλεπὸν οὖν τὸ σαφὲς εἰπεῖν.
ἵνα ᾖ ὑστάτιον οἶτον· βέλτιον δὲ ὡς σύνηθες τοῖς ἄνω. ἡ δὲ διάνοια, οὐκέθʼ ἡμεῖς τῶν Ἑλλήνων ἀποστησόμεθα τό γε πανύστατον νῦν. ὑστάτιον ἀντὶ τοῦ ὕστατον, ὡς μάλλιον τῶν ἄλλων.
ἔργα τάδʼ ἔσσεται, οὐκέτʼ ἀνεκτά” (Il. 1, 573).
τοῦ ἄθλου μέμνηται κατὰ τὸ ῥητὸν, τίνες ἦσαν, καὶ ὅτι κύνα μόνον λέγει, Κέρβερον δὲ οὐκ ὀνομάζει, ὡς οἱ νεώτεροι. ἀπὸ δὲ τοῦ μείζονος ἄθλου πάντας δηλοῖ. οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίν- δαρος γοῦν ἑκατὸν, Ἡσίοδος δὲ πεντήκοντα ἔχειν αὐτὸν κεφαλάς φησιν.
φρικωδέστατον ὅρκον τῶν θεῶν ἐποίησε τιμήσας αὐτὴν, ὥς φησιν Ἡσίοδος ἐν Θεογονίᾳ (775). ἔστι δὲ καὶ κρήνη ἐν Ἅιδου.
τοῦ ἡμῖν ἢ ἡμῶν· οὐδέτερον δὲ ἁρμόζει· τὸ γὰρ νῶι ἐστὶν ἢ ἡμεῖς ἢ ἡμᾶς.
φανείσας ἰδὼν ἐς δοῦπον ἀκόντων, συστέλλων τὴν τελευταίαν, παροξυτόνως προφερόμενος [μετʼ ἐκτάσεως τοῦ ᾱ]. ἔστι δὲ ἄκρατον Δώριον. σπάνιον δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητή.
Ὁμηρικοῦ χαρακτῆρος διὰ τοῦ ν προφέρεται λάζυτο. καὶ ἔστιν οὐκ ἀδόκιμος ἡ φράσις.
τὸν γὰρ ὑπὲρ τὰ νέφη τόπον ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν καλεῖ. πρὸς τὰ περὶ Ὀλύμπου.
σμένον ἔσται.
ἀποθραυομένων δοράτων. οὕτως δὲ γραπτέον, ὅττι κεν εἴπω, οἷον κατακάμπειν καὶ μὴ ἐᾶν τὰ ὑπʼ ἐμοῦ εἰρημένα· καὶ πάλιν ἑξῆς ἐν οἷς ἡ Ἶρίς φησιν, ὅττι κεν εἴπῃ γράφεται (422).
κατὰ τὸ τάχος παραπλησία.
διὰ τοῦ 5, ᾗ τελέει περ· καὶ γὰρ ὁ Ζεύς φησι “τὸ δὲ καὶ τετε- λεσμένον ἔσται.”
22 ἐπιλογίσηται τὴν ποιητικὴν, ἕπεται τοῖς μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγῳδεῖ, σνμμαχίας καὶ θεομαχίας παράγων.
λόγου παραλαμβάνει καὶ προπερισπᾷ· λέγει γοῦν καὶ ἀλλαχοῦ “χρύσειοι δʼ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν” (Od. 7, 100). χρὴ. μέντοι γινώσκειν ὅτι διὰ τοῦ μ γράφεται, κἂν παράθεσις ᾖ ὁμοίως τῷ “ἂμ φόνον, ἂν νέκυας” (Il. 10, 298). τὸ δὲ αἴτιον ἐν τοῖς περὶ ὀρθογραφίας εἴρηται.
Ἥρα καὶ Ἀθηνᾶ.
κάμετον πρὸς τὸ πρόσωπον ἀντὶ τοῦ ἐκάμετε, ὃ καὶ συμφωνεῖ.
γείσα. καὶ Ἡσίοδος “προλιπόντʼ ἀνθρώπων” (O. 199) ἐπὶ αἰδοῦς καὶ νεμέσεως, ἀντὶ τοῦ προλιποῦσαι.
Ἀχιλλέα. καὶ ἀκριβολογεῖν οὐκ ἀναγκαῖον κατὰ τίνα καιρὸν ἐξα- ναστήσεται, ἀρκεῖ δὲ “πρὶν ὄρθαι παρὰ ναῦφι ποδωκέα Πηλείωνα.” τό τε ἐπιφερόμενον ψεῦδός τι ἔχει· οὐ γὰρ ἐν τῷ στείνει μάχονται. στείνει δὲ εἴωθε λέγειν τὴν στενὴν ὁδόν· λέγει δὲ τὴν ὑπὸ πολλοῦ πλήθους στενοχωρίαν. αἰνοτάτῳ δὲ τῷ χαλεπῷ διὰ τὸν φόβον.
24
τρὶ Κρόνῳ τὴν τούτων βασιλείαν παραδίδωσιν. Ὀφίωνα δὲ τὸν δοκοῦντα πάντας ὑπερέχειν κατηγωνίσατο, ὄρος ἐπιθεὶς αὐτῷ τὸ ἀπʼ αὐτοῦ Ὀφιώνιον προσαγορευθέν.
Ὑπεριονίδην καλεῖ· ἢ ὑπερίων ὁ ὑπεράνω ἡμῶν ἰὼν καὶ περιπολῶν τὸν κόσμον· διὰ τούτου γὰρ τὰ ὅλα συνέχεται.
νεκρῶν.
τὸ ἐν τῷ στρατεύματι διαλέγεσθαι.
ἐτράπετο φρήν. ἐξ ἄλλου δὲ στίχου (Il. 10, 45) τὸ ἡμιστίχιόν 25 ἐστι νῦν ἀναρμόστως προστεθειμένον· οὐ γὰρ κατὰ Διὸς προαίρεσιν νὺξ ἐγένετο.
ἄγετε.
δὲ, καθὸ ὑπὸ θεῶν ᾠκοδομήθη τὸ τεῖχος τῆς Ἰλίου.
αὔριον ὑπὸ τὴν ἕω μηνύσω.
ἐγχεσίμωροι, τειχεσιπλήτης. κατʼ ἀρχὴν δὲ προσέθηκα διὰ τὸ παρʼ Ἐπιχάρμῳ κατὰ τέλος συντεθειμένον “γυναικάνδρεσσι ποθεινοί.” εἴπερ οὖν τοῦτο ἀληθὲς, δῆλον ὅτι παράλογον τὸ κηρεσσιφορήτους κατὰ σύνθεσιν ἀναγνωσθέν. ἀλλʼ ὅμως ἐπεκράτησεν ἡ Ἀριστάρχειος, διʼ ὃν εἴπομεν λόγον.
τοῦ ἐφάνη· “εἴσατο ὡς ὅτε ῥινεός” (Od. 5, 281).
νικος· διὸ οὐκ ἐγράψαμεν τὰ Διδύμου.
Τρώων κελάδησαν λέγει· θορυβῶδες γὰρ τὸ βαρβαρικόν.
ἐχρῶντο. λόγον δὲ ἔχει καὶ τοῖς ἄνω συνάπτειν, ἵνʼ ᾖ περίφρασις, πολέμοιο γεφύρῃ ἀντὶ τοῦ τῷ πολέμῳ· ὁ δὲ λόγος, μέγα φρονοῦντες ἐπὶ τῷ πολέμῳ, τουτέστι τῷ κεκρατηκέναι κατὰ τὸν πόλεμον.
λου φαεινὴν, ἀεὶ δὲ τὰ φαινόμενα ἐν οὐρανῷ φησὶ καὶ οὐκ Ὀλύμπῳ.
ἐφέροντο δὲ οὐδὲ παρὰ Ζηνοδότῳ. ἠθέτει δὲ καὶ Ἀριστοφάνης.
δʼ ἀνταποδιδόμενον τὸ τοῦ πλήθους παρεμφαίνει. καὶ ὅτι οὐ προ- συστήσας τὸν Σκάμανδρον Ξάνθον καλεῖ, ἀλλὰ διὰ τῶν ἐξῆς “ὃν Ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ Σκάμανδρον.”
ἑκάστῳ εἵατο πεντήκοντα σέλᾳ,” ὥστε γίνεσθαι μυριάδας πεντή- κοντα. ἐὰν δὲ γράφηται χίλια, πέντε μυριάδας, συμφώνως· διὰ παντὸς γὰρ τοὺς βαρβάρους ἐλάσσονας τῶν Ἐλλήνων συνίστησιν.
τὸ πλῆθος τῶν Τρώων ὅτι πέντε μυριάδες ἦσαν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.