ΕΙΣ ΤΗΝ Η.
λέλυνται ἐπὶ τὰ γυῖα ἀνενεκτέον.
ρεται πληθυντικῶς. *τὼ οὕτως Ἀρίσταρχος τώ δυϊκῶς.
Ἀρηϊθόοιο] Ἀρηΐθοος ὁ Βοιώτιος, ἄριστος τῶν κατʼ αὐτὸν ἀνθρώπων, διαβὰς εἰς τὴν Ἀρκαδίαν (ἦν γὰρ ἁψιμαχία τις Βοιωτοῖς πολίταις καὶ τοῖς Ἀρκάσι περὶ γῆς ὅρων) πλείστην ἐντεῦθεν κατεσύρατο λείαν. καταφρόνησιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος Ἀρκάσι, Αυ- κοῦργος ὁ τῶν ἐνταῦθα κράτιστος ἀνὴρ λόχον ποιήσας ἔπεισε τὴν
πολλὴν τοῦ Ἀρηϊθόου φάλαγγα, ἀνεῖλέ τε αὐτὸν, καὶ ὑπολαβὼν τὴν λείαν ἔτι καὶ πρὸς ἄμυναν παντευχίαν μετὰ καὶ τῆς κορύνης. ἡ ἱστορία παρὰ Φερεκύδει.
Ἄρνην. διὸ ἡ διπλῆ ἐν τῷ Ἄρνῃ.
144).
νοις συνάπτεσθαι. ἢ γὰρ Ἰφίνοον Δεξιάδην, ἢ βάλε δεξιάδην ὦμον, ἢ δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δεξιῶν μερῶν ἐφαλλόμενον.
αὐτῇ κέχρηνται τῇ τροφῇ.
ὑπὸ δὲ μέθης ἐκείνων ἐκλαθομένων περὶ τῶν παίδων οἴκαδε χωρισθῆναι· τῇ δὲ ὑστεραίᾳ ἐλθόντας εἰς τὸ ἱερὸν θεάσασθαι τοὺς παῖδας ταῖς τῶν ὄφεων γλώτταις τοὺς πόρους τῶν αἰσθητηρίων καθαιρομένους. ὡς οὖν διὰ τὸ παράδοξον αἱ γοναῖκες ἀνέκραγον, συνέβη ἀπαλλαγῆναι τοὺς ὄφεις καὶ καταδῦναι ἐν ταῖς παρακειμέναις δάφναις, τοὺς δὲ
παῖδας ἀμφοτέρους τῆς μαντικῆς οὕτω μεταλαβεῖν. ἡ ἱστορία παρὰ Ἀντικλείδῃ.
τόνον.
εἰ μὴ παρέλκῃ ἡ πρόθεσις, ὅπερ οὐ πιθανόν· οὐ γὰρ κατεπείγει. φρὶξ δὲ ἡ ἐξ ἐπιπολῆς κίνησις τοῦ κύματος ἀρχομένου, ἢ τὸ ἐπιπο- 3 λάζον τῷ κύματι ἀφρῶδες, ὅταν ἄνεμος ἄρχηται πνεῖν. βέλτιον δὲ τὴν πρώτην ἔγερσιν τῶν κυμάτων ἀκούειν.
δὲ πόντος ὑπʼ αὐτοῦ.
ἑαυτὸν ὁ Ἕκτωρ.
ασμὸς λελάχωσι.
πάντων τὸ ὄφρα, ἵνα ταρχύσωσι καὶ χέωσι καὶ εἴπῃ ποτέ τις.
δὲ πρόσταγμα ἀποπεμψάμενος τὴν Ἰνὼ καὶ ἐπιγήμας Νεφέλην ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἕλην τε καὶ Φρῖξον. μιγνύμενον δὲ αὐτὸν λάθρα τῇ Ἰνοῖ κατοπτεύσασα ἡ Νεφέλη ᾤχετο, 4 πάλιν δὲ τῆς οἰκίας ἐπικρατήσασα ἡ Ἰνὼ ἐπεβούλευσε τοῖς τῆς Νεφέλης παισίν· εὑροῦσα δέ τινα μηχανὴν ἔφρυγε τὰ σπέρματα. καὶ δὴ πολλῆς οὕσης ἀκαρπίας ἐν τῇ χώρᾳ ἔπεμπεν ὁ Ἀθάμας εἰς Πμθὼ θεοπρόπους· ἡ δὲ νὼ συνέπεισε τούτονς τεχνήσασθαί τινα χρησμὸν κατὰ τοῦ Φρίξου, ὡς θῦμα τῆς αὑτοῦ γονῆς προσενεγκὼν
ἀπαλλαγήσεται τοῦ δεινοῦ. πυθόμενος οὖν παρὰ τῶν θεοπρόπων ὁ Ἀθάμας τὸ λόγιον, μεταπέμπεται ἐκ τῶν ἀγρῶν τὸν Φρῖξον· πρό- φασιν δὲ ἐκέλευσεν αὐτὸν ἄγειν ὅ τι κάλλιστον πρόβατον ἐν τοῖς θρέμμασιν εἰς ἱερουργίαν ὑπάρχει. μυθολογεῖται δὲ ὅτι παραγενο- μένῳ τῷ Φρίξῳ μετὰ τῆς ἀδελφῆς κατά τινος δαίμονος ἐπιφάνειαν
ἀνθρωπίνῃ φωνῇ λαλῆσαι τὸν κριὸν, καὶ πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν ἀναγγεῖλαι, κελεῦσαί τε αὐτῷ μετὰ τῆς ἀδελφῆς ἐπικαθίσαι τῷ νώτῳ, ὅπως τὸν ἐπικείμενον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν. οὗ καὶ γενομένου λέγεται τὸν κριὸν μετὰ πολλῆς βίας διὰ μέσου τοῦ ἀέρος ποιήσασθαι τὴν πορείαν, τὴν δὲ Ἕλλην μὴ δυναμένην ἀντέχειν κατα-
πεσεῖν εἰς τὸ ὑποκείμενον πέλαγος, προσαγορευθῆναι δὲ τοῦτο διὰ τὴν προειρημένην Ἕλλήσποντον. τὸν δὲ κριὸν κομίσαντα εἰς Κόλχους ἐκ τοῦ πόντου τὸν Φρῖξον τελευτῆσαι. ἐπὶ τούτου λέγεται τὸ δέρας τοὺς Ἀργοναύτας ἀποσταλῆναι ἀπὸ τῆς Θετταλίας μετὰ Ἰάσονος· τὸν δὲ Ἀθάμαντα πυθόμενόν φασιν ἕκαστον τῶν συντε-
θέντων ὑπὸ τῆς Ἰνοῦς, μὴ φείσασθαι μηδὲ τῶν ἐξ αὐτῆς γενομένων αὐτῷ παίδων, ἀλλʼ αὐτοχειρὶ μὲν ἀποκτεῖναι Λέαρχον, ἐπιδιῶξαι δὲ μετὰ ξίφους καὶ τὴν Ἰνώ. τὴν δὲ καταλαμβανομένην σωτηρίαν ἐπισπάσασθαι, σὺν τῷ υἱεῖ ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν, καὶ τυχεῖν ἐκ θεῶν τῶν ἐναλίων τιμῶν· ὕστερον δὲ αὐτὴν προσαγορευθῆναι
διὰ τὸν ἐκ τῆς θαλάσσης ἀφρὸν Λευκοθέαν, τὸν δὲ Μελικέρτην Παλαίμονα, εἶναι δὲ αὐτὸν σωτῆρα τῶν τὸ πέλαγος πλεόντων ἀνθρώπων. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ.
θαρρεῖ μάλʼ αὐτόθεν, ἔπειτα φεύγει.” ἔστιν δὲ τὸ ἔπος ἰσόκωλον, ὅπερ ἐστὶ φράσις δύο ἢ πλειόνων κώλων ἀπηκριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν· δεύτερον δέ “χρὴ ξεῖνον παρεόντα” (Od. 15, 74), τρίτον, ὁμοιόπτωτον καὶ ὁμότονον Ὕλλῳ ἐπʼ ἰχθυόεντι” (Il. 20, 392). τινὲς δείσαντες Ἀγαμέμνονα, ὡς καὶ
“σιγῇ δεδιότες” (Il. 4, 431).
τοὺς δὲ τοιούτους καὶ καυχηματίας λέγουσιν. ἐν ἄλλῳ, ὑβρισταί.
ταῦτα πάλιν ἀναστοιχειωθείητε. τῶν στοιχείων ὕδωρ καὶ γῆ κατὰ φύσιν ἀκίνητα, τὰ δὲ ἄλλα κινητὰ διʼ ἑαυτῶν· ταῦτα οὖν φησὶ τὴν ἀκινησίαν ὀνειδίζων. καὶ Ξενοφάνης “πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα· ἐκ γῆς γὰρ πάντα καὶ εἰς γῆν τελευτᾷ.” ἢ ὅτι τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει.
6 γὰρ. οὐ φρονίμως ἐπὶ τῇ μάχῃ ἐσπούδακεν. δεῖ οὖν τὸ κατὰ δύνα- μιν, οὐ τὸ κατὰ προθυμίαν σκοπεῖν.
τόνον, ἀνάσχεο.
(sic etiam margo inter.) ἀφʼ ἑτέρας δὲ ἀρχῆς ταῦτα· διόπερ ὑπο- στικτέον ἀκόρητος· ὁ γὰρ λόγος, εἰ καὶ πάνυ ἄφοβος καὶ ἀπλή- ρωτος πολέμου ἐστὶν, ἀγαπητῶς ὑπολαμβάνω αὐτὸν φεύξεσθαι.
δέον οὖν εἰρόμενος, ἐρωτῶν. προκρίνει δὲ ὁ Ἀρίσταρχος τὴν μέγʼ ἐγήθεεν γραφήν.
εὐγένειαν ἐπίφθονον.
(Il. 1, 89).
ἀμφὶ ῥέεθρα· οὕτω γὰρ καὶ Φερεκύδης ἱστορεῖ.
Κορυνήτου ὀνομασίας αὕτη. καὶ τὸν ἑξῆς δὲ ὁμοίως συνάπτειν δεῖ “ἀλλὰ σιδηρείῃ κορύνῃ,” βραχὺ μόνον διαστέλλοντα.
τέ, τεύχεα τʼ ἐξενάριξε.
ὅτι παρέλκει συνήθως αὐτῷ τὸ πάντες.
γὰρ δὴ ὀνήσει, ἤτοι περὶ τοῦ κλήρου ἐστὶν ἢ τοῦ λαχόντος, ὃ καὶ βέλτιον· ἐπιφέρει γὰρ “καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται.” ἄλλως μέντοι γε ὕποπτος οὗτος ὁ στίχος ἦν· δυσέλπιδας γὰρ τούτους ποιεῖ. τὸ δὲ ἐν τῷ πρώτῳ στίχῳ δοκοῦν ἀκατάλληλον εἶναι “κληρώθητε ὃς ἂν λάχῃσι” σύνηθες Ὁμήρῳ ἐστὶν, οἷον κληρώθητε, λάχοι γὰρ ἄν
τις. τὸ δὲ διαμπερές πρόσκειται ἀντὶ τοῦ διηνεκῶς, οἷον πάντες. 9 ταῦτα δέ τινες ὑπιδόμενοι ἀφʼ ἑτέρας ἀρχῆς ποιοῦσιν ἀναγινώσκειν, διαμπερὲς ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει, ἵνʼ ᾖ τὸ ἐξῆς, οὕτος γὰρ δὴ διαμπερὲς ὀνήσει, ὅς κε λάχῃσι. οἱ δὲ καὶ οὕτως· ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει, δῆλον ὅτι μετὰ τὸ διαμπερές στίζοντες. ταῦτα ὁ Νικάνωρ.
ἐσθλὸν ἄροιτο” (Il. 5, 3), ἵνα γένηται καὶ χεῖρας ἀνέσχον. Ἀλεξίων δὲ τὴν κατειθισμένην παραλαμβάνει, λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον. οὕτως καὶ οἱ περὶ Ἡρακλέωνα. οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτως δοκεῖ.
πέντε ἀθετοῦνται, ὅτι οὐ κατὰ τὸν Αἴαντα οἱ λόγοι, καὶ ἑαυτῷ ἀνθ- υποφέρει γελοίως.
στοφάνους οὐδὲ μὲν ἰδρείῃ. ἠθέτηντο δὲ καὶ παρὰ Ἀριστοφάνει καὶ Ζηνοδότῳ.
λόγως ἐνεκλίναμεν ἐν τῷ “ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,” ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν.
παρῆκται, εὔτολμον· οὐ γὰρ ἡ ῥινὸς ἔγκειται, ὡς ὠήθησάν τινες.
ἐμπείρως κατὰ τὴν μάχην.
χεται, τὸν Ἕκτορα σώσων κινδυνεύοντα· ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν νίκην τοῦ Αἴαντος ἀφαιρούμενος. φαμὲν δὲ ὅτι οὐδέπω ἀκριβὴς ἦν ἡ νίκη περὶ τὸν Αἴαντα· ἐπὶ ξίφη γὰρ αὐτοὺς ὁρμῆσαι λέγει, ἔνθα τύχης, οὐ τέχνης κρίσις· ἀπὸ ἴσου γὰρ ἡ κρίσις. ἔτι τε καὶ τὸν Ἕκτορα ὁρᾷ ὑπὸ θεῶν βοηθούμενον· ἀλλὰ καὶ διὰ τὸ τῆς νυκτὸς
κατάστημα.
αὕτη, νῦν μὲν παυσώμεσθα.
τῇ νίκῃ ἡδονήν.
τιθεμένους ὅπου καὶ ἐτελεύτησαν. ἐναντιοῦται δὲ καὶ τὰ ἑξῆς “τύμ- βον δʼ ἀμφὶ πυρὴν ἄκριτον ἐκ πεδίου,” ἀδιαχώριστον, ἀδιάστατον, τουτέστι πολυάνδριον· πῶς οὖν “ὥς κʼ ὀστέα παισὶν ἕκαστος;”
οὐχ οἱ βασιλεῖς συνήγαγον αὐτοὺς, ἀλλʼ ἀγανακτοῦντες ἧκον εἰς τὰ βασίλεια.
καὶ ὅτι τὸ ἵνα οὐχ ὁμηρικῶς παρείληπται ἀντὶ τοῦ ἐάν.
ἀπρεπὲς ἐνθάδε.
κελεύει.”
ἐϋκνήμιδες Ἀχαιοί.
Τροίηνδε, πάντʼ ἐθέλει δόμεναι.
καταδύεσθαι τὸν ἥλιον· ὁπόταν δὲ πρόσωπον ἡρωϊκὸν εἰσάγῃ, ὑπὲρ γῆς καὶ ὑπὸ γῆν. τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐν Ὀδυσείᾳ.
Ζηνοδότου πυρκαϊῇ, καὶ ἔστι χαριέστερον, ὡς τὸ “ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν” (ll. 23, 165).
τουτέστιν ὁ βαθὺς ὄρθρος, παρὰ τὴν λύγην, ἐστι σκοτίαν, οἱονεὶ λυγόφως τι ὂν, τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι σκοτῶδες. ἡ διπλῆ δὲ, ὅτι ἅπαξ μόνον ἐνταῦθα τῇ λέξει κέχρηται.
μὴ προειρηκὼς ἐνθάδε.
ἐγώ. καθόλου δὲ τὴν τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη καὶ αὐτὸς Ἀρίσταρχος.
καθʼ αὑτῶν θάνατον ἐνομοθέτησαν· τὴν γὰρ θεὸν ὀργισθεῖσαν λέγεται τοῖς μὲν ἀνδράσιν ἵμερόν τινα τῶν Θρᾳκίων ἐμβαλεῖν γυναικῶν, τῶν δὲ ἰδίων ἀμελῆσαι καὶ καθέζεσθαι ἐφʼ ἡσυχίας. διέβαινον οὖν εἰς τὴν Θράκην περιέποντες καὶ σεβόμενοι τὰ ἐνταῦθα. ταῖς δὲ γυναιξὶ τῶν Λημνίων ἔκτοπον λύσσαν ἐμπεσεῖν, ὥστε ψηφίσασθαι πάσας
ἀνδροκτονεῖν. καὶ μὴ ἀποτυχεῖν. γενομένου δὲ τούτου τοῦ ἀτυχή- ματος περὶ τοὺς ἄνδρας, λέγεται τὸν Ἰάσονα μετὰ τῆς Ἀργοῦς ἐξοκείλαντα τῇ κρατίστῃ πασῶν Τψιπύλῃ μιγῆναι, ἐξ ἦς φασὶ γενέσθαι τὸν Εὔνηον. ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τοῖς τραγῳδουμένοις.
τοῦτο δὲ πρὸς τὸ ἐν Ὀδυσσείᾳ (20, 4) “Εὐρυνόμη δʼ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι·” ἐπιφέρει γὰρ “κεῖτʼ ἐγρηγορόων.” Ζηνό- δοτος δὲ καὶ τοῦτον καὶ τὸν πρῶτον τῆς ἑξῆς ῥαψῳδίας ἦρκε στίχον.
17
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.