ΕΙΣ ΤΗΝ Ζ.
μαχίας οὕτως· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὄλυμπον ἀπίασιν, Ἀπόλλων δὲ εἰς Πέργαμον· ὁ δὲ Ἄρης καὶ ἡ Ἀφροδίτη τέτρωνται ὑπὸ Διομήδους.
1 ὕστερον δὲ περιπεσὼν ἔγραψε μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.” τοῖς γὰρ τοῦ ναυστάθμου τόποις ἡ γραφὴ συμφέρει, πρὸς οὓς μάχονται.
στρατοῦ γενναῖος ἀνήρ· καὶ πάλιν ὃ δύναται ῥῆξις ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ὁ τὴν φάλαγγα ῥήξας. καὶ πάλιν ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτως τοὺς νικωμένους ὑπὸ τῆς Ἄρεως ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια.
καλεῖν ἐπὶ τὰ ξένια Καλήσιος.
16, 180).
ἐρασθῆναι τοῦ Ἀχιλλέως, καὶ λαβοῦσαν μῆλον εἰς τοῦτο ἐπιγράψαι, καὶ ῥῖψαι εἰς μέσον τῶν Ἀχαιῶν· ἦν δὲ ἐν αὐτῷ γεγραμμένον “μὴ σπεῦδ᾿, Ἀχιλλεῦ, πρὶν Μονηνίαν ἑλεῖν· ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσιν κακῶς.” τὸν δὲ Ἀχιλλέα ἐπιμείναντα οὕτω λαβεῖν τὴν πόλιν τῇ τοῦ ὕδατος σπάνει. ἡ ἱστορία παρὰ Δημητρίῳ καὶ Ἡσιόδῳ.
οὕτως Λάκωνες.
εἶναί φησι τὸν τῆς ἑρμηνείας χαρακτῆρα, ὡς ἐν τούτοις “ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ, σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·” ἔδει γὰρ δέδμηνται ὡς πείθονται, ἢ ἀνάπαλιν· καὶ πάλιν “ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες.” “νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατόν ” καὶ ἀλλαχοῦ· οὐδὲ γὰρ ἄλλως
ἀκμάζει ὁ Νέστωρ, ἀλλʼ ὑπὸ γήρως ἔοικεν ἀπειρηκέναι. ταῦτα ὁ Δίδυμος.
φροντίδι περικέκλεισται ἡ σωτηρία τῶν πραγμάτων.
4 Ἀθηναίης,” ἵνα διαστέλλωμεν ἐν πόλει ἄκρῃ· λειπούσης γὰρ τῆς εἰς προθέσεως καὶ τοῦ καί συνδέσμον γίνεται ὁ λόγος, ἡ δὲ ξυνά- γουσα τὰς γεραιὰς εἰς τὸν τῆς Ἀθηνᾶς ναὸν, καὶ ἀνοίξασα τὰς θύρας τοῦ ἱεροῦ οἴκου, τὸν πέπλον ἀναθέτω. ἐὰν δὲ συνάπτωνται οἱ δύο στίχοι, νηὸν Ἀθηναίης καὶ οἴξασα κληῖδι θύρας, ἡ φράσις σόλοι-
κος, τὸν ναὸν ἀνοίξασα, τὰς θύρας αὐτοῦ.
νῦν ἐγκλιτική ἐστιν.
φυγὴν τοῖς πολεμίοις· εἰ μέντοι βούλοιντό τινες ταῦτα συνάψαι, ἴστωσαν ὅτι λείψουσι σύνδεσμοι.
ἵνʼ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτε. βέλτιον δὲ τὸ πρότερον.
τοῖς ἔμπροσθεν εἰρήκαμεν Ἀριστάρχου εἶναι τὴν δυϊκὴν γραφήν.
ὑπὸ τῆς Ῥέας τυχὼν καθαρμῶν, καὶ διαθεὶς τὰς τελετὰς, καὶ λαβὼν πᾶσαν παρὰ τῆς θεᾶς τὴν διασκευὴν, ἀνὰ πᾶσαν ἐφέρετο τὴν γῆν, χορειῶν τε καὶ τιμῶν τυγχάνων προηγεῖτο πάντων ἀνθρώπων. παραγενό- μενον δὲ αὐτὸν εἰς τὴν Θρᾴκην Λυκοῦργος ὁ Δρύαντος λυπήσας Ἥρας μίσει, μύωπι ἀπελαύνει αὐτὸν τῆς γῆς καὶ καθάπτεται αὐτοῦ καὶ
τῶν τιθηνῶν· ἐτύγχανον γὰρ αὐτῷ συνοργιάζουσαι. θεηλάτῳ δὲ ἐλαυνόμενος μάστιγι τὸν θεὸν ἔσπευδε τιμωρήσασθαι ὁ δὲ ὑπὸ δέους εἰς τὴν θάλασσαν καταδύνει, καὶ ὑπὸ Θέτιδος ὑπολαμβάνεται καὶ Εὐρυνόμης. ὁ οὖν Λυκοῦργος οὐκ ἀμισθὶ δυσσεβήσας ἔδωκε τὴν ἐξ ἀνθρώπων δίκην· ἀφῃρέθη γὰρ πρὸς τοῦ Διὸς τὸν ὀφθαλμόν.
τῆς ἱστορίας πολλοὶ ἐμνήσθησαν, προηγουμένως δὲ ὁ τὴν Εὐρώπειαν πεποιηκὼς Εὔμηλος.
6 ἐν ἄλλῳ ἡ Νύσα ἐν μέν τισι χώραις ὄρος, ὡς ἐν Βοιωτίᾳ καὶ Θρᾴκῃ καὶ Ἀραβίᾳ καὶ Ἰνδικῇ καὶ Λιβύῃ καὶ Νάξῳ, ὅπου δὲ πόλις, ὡς ἐν Καρίᾳ καὶ ἐν τῷ Καυκασίῳ ὄρει, ὅπου δὲ νῆσος, ὡς ἐν τῷ Νείλῳ ποταμῷ. οὐ δεδήλωκε δὲ ὁ ποιητὴς ἐν ποίᾳ Νύσῃ τὰ περὶ τὴν Λυκούργου δίωξιν ἐγένετο.
ἄρθρα εἶναι· βέλτιον δὲ τὸ σύνδεσμον παραλαβεῖν.
ἀποδεσμεῖ τὸν θάνατον. διὰ τοῦτο οὖν συνέβαινεν οὐδένα τῶν ἀνθρώ- πων ἀποθνήσκειν, ἕως λύει τὸν θάνατον ὁ Ἄρης καὶ αὐτῷ τὸν Σίσυφον παραδίδωσιν. πρὶν ἢ δὲ ἀποθανεῖν τὸν Σίσυφον, ἐντέλλεται τῇ γυναικὶ Μερόπῃ τὰ νενομισμένα μὴ πέμπειν εἰς Ἄιδου. καὶ μετὰ χρόνον οὐκ ἀποδιδούσης τῷ Σισύφῳ τῆς γυναικὸς ὁ Ἅιδης πυθόμενος μεθίησιν
αὐτὸν ὡς τῇ γυναικὶ μεμψόμενον. ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος οὐκέτι ὀπίσω ἄγει, πρὶν ἢ γηραιὸν αὐτὸν ἀποθανόντα * * κυλινδεῖν ἠνάγκασεν εἰς Ἅιδου λίθον πρὸς τὸ μὴ πάλιν ἀποδρᾶναι. ἡ ἱστορία παρὰ Φερεκύδει.
νεώτεροι τὸν φιλοκερδῆ ἐξεδέξαντο.
κατʼ ἀρχάς “Αἰθίοπες τοὶ διχθά” (Od. 1, 23).
Ποσειδῶνος τὸν Μεδούσης τῆς Γοργόνος Πήγασον πτερωτὸν ἵππον 8 (διὰ γὰρ τοῦτο ἔσχε καὶ τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκει ἐκ τοῦ τῆς Γοργόνος τραχήλου), τούτῳ ἐπωχεῖτο. δράσας δὲ ἐμφύλιον φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας φεύγει εἰς Ἄργος· τυχὼν δὲ καθαρσίων παρὰ Προίτου τοῦ βασιλέως μετʼ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ Προίτου γυνὴ, ἐρασθεῖσα τοῦ Βελλε-
ροφόντου ἐδέετο ὅπως αὐτῷ συνευνασθῇ· ὁ δὲ δεξιούμενος τὸ ὅσιον ἀντέλεγεν, ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξεύποι τοὺς αὐτῆς ἔρωτας, ἔφθασε τὸν Βελλεροφόντην κατείπασα ὡς ἄρα εἴη βεβιασμένη πρὸς αὐτοῦ. ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἐβουλήθη τὸν Βελλεροφόντην ἀποκτεῖναι, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν
πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθʼ ἑαυτοῦ κομίζοντα γράμματα. ὁ δὲ πολλοῖς αὐτὸν ἐγγυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, ὑπετό- πησε τὴν κατʼ αὐτοῦ στρατηγηθεῖσαν δεινὴν καταβολήν· τοσοῦτον γὰρ κακῶν ὄχλον τῇ δυνάμει κατηγωνίσατο· ἔδωκε δὲ αὐτῷ πρὸς γάμον τὴν ἰδίαν θυγατέρα Κασάνδραν καὶ τῆς βασιλείας μοῖράν
τινα. λέγεται δὲ αὐτὸν ἐπαρθέντα ἐφʼ οἷς ἔπραξε, θελῆσαι ἐπὶ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι. τὰ γὰρ νῶτα, ὡς ἔφαμεν, πτε- ρωτὰ εἶχεν ὁ ἵππος· τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ, ὥστε ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ τῆς Λυκίας πεδίον τὸ ἀπʼ αὐτοῦ καλούμενον ἀλήϊον πεδίον,
ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ δεηθεῖσαν τοῦ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέναι τὰς τοῦ κόσμου περιόδους. ἡ δὲ ἱστορία παῤ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις.
τοῦ Προίτου.
γήσεις προφέρεται μετʼ ἀμύμονι.
ζειν πρότερον, εἶτα πυνθάνεσθαι τίνος ἕνεκεν παραγεγόνασιν οἱ ξένοι.
ἐπερχομένῳ.
δόξαν ἐπιστώσατο.
ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι· βέλτιον δὲ τὸ πρότερον.
τὸ γὰρ βροτός κατὰ δύο τρόπους ἀποφεύγει, ὅτι καὶ κοινὸν καὶ ἔχει ἀντέμφασιν.
Διομήδη καὶ τὸν Γλαῦκον, καὶ πάλιν ἀλλήλων τὰ πλήθη τοὺς Λυκίους καὶ τοὺς Ἀργείους, ἵνʼ ὥσπερ σπονδὰς ἔχωσιν οὗτοι οἱ βασιλεῖς καὶ τὰ πλήθη· ἢ καὶ ἐναλλὰξ, καὶ οἱ βασιλεῖς τῶν πληθῶν καὶ τὰ πλήθη τῶν βασιλέων, ὡς δὲ συντομώτερον εἰπεῖν, πάντες πάντων, Διομήδης Γλαῦκος, Ἀργεῖοι Λύκιοι. μειοῦνται γὰρ
αἱ τῆς φιλίας συνθῆκαι, εἰ μόνοι οἱ βασιλεῖς ἀλλήλων ἀφέξονται.
εἰ ἅπαξ ἐστὶ τὸ ὁριστικὸν κατὰ χρῆσιν, δύναμαι δύνασαι, καὶ ὁμολογεῖται ἀπὸ τῶν εἰς μι, ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτακτικά. οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ ἄλλοι.
ἐννεαβοίων] ἐννήα βοῶν· κεκώλυται δὲ ὑπὸ τοῦ μέτρου εἰπεῖν δεκαβοίων.
ἐρωτῶσαι.
Ἀλεξίων δὲ δασύνει. ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περὶ τοῦ πνεύματος ἀπεφήνατο. ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήσασθαι. εἰ ἄδηλόν ἐστι τὸ πνεῦμα, τὰ δὲ τοιαῦτα πολλάκις ἐκ συναλοιφῶν κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ ἡ συναλοιφὴ, οὐδέποτε δὲ διὰ δασέος, δῆλον ὅτι διὰ τοῦτο συγκαταθετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι. παρὰ
γοῦν Αἰσχύλῳ (fr. 314) οὕτως εὕρομεν “οὔτε δῆμος οὔτʼ ἔτης ἀνήρ” καὶ παῤ Εὐριπίδῃ (fr. 1003) τὸ “πόλει μὲν ἄρχων, φωτὶ δʼ οὐκ ἔτῃ πρέπων.”
καὶ βραχεῖαν ἀναδεξάμενος, ἀναδίδωσι τὸν τόνον, κατεῖχε κάτεχε. οὕτως οὖν ἀνέγνωμεν “ἥμενον εἰσεῖδε” (ll. 14, 158) προπερισπω- μένως, τὸ δὲ ἕτερον “τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην” (Od. 1, 118) προπαροξυτόνως.
χοισι.
Ὀδυσσείας τοὺς γυναικείους θαλάμους ὑπερῴους συνίστησιν.
ἀκρόπολιν.
κρᾶσιν καὶ ἔκθλιψιν, καὶ αὐτός—καὐτός, ἐγκλίνουσι τὸν δέ.
παρακείμενος οὕτως μέμονα ὁ παρακείμενος. καὶ ὡς φθείρω φθαρτός, οὕτω μένω μάτος, καὶ αὐτόματος ἐν συνθέσει.
γὰρ Ἑκάβη λέγει “μένος μέγα οἶνος ἀέξει,” ὁ δὲ Ἕκτωρ “μή μʼ ἀπογυιώσῃς.” ἔστι δὲ διάφορα τὰ λέγοντα πρόσωπα, καὶ ἑκάτερον πρός τι εἴρηται.
τίθεσθαι ἵστασθαι κίχρασθαι πίμπρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακρὰν, προπερισπᾶσθαι θέλει, νικᾶσθαι φιλεῖσθαι· τὰ γὰρ τοιαῦτα δίζησθαι φίλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι πάντως καὶ προπερισπῶσιν· εἰ δὲ δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν,
δώσουσι καὶ τὴν παραλήγουσαν βραχυνομένην. οὕτως οὖν πάντα τὰ τοιαῦτα ἀναγνωστέον “ἀλλ᾿ ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα” (Od. 16, 316)· “ἐν μεγάροισι δʼ ἕκητι σέθεν κακὰ μηχανάασθαι” (Od. 3, 213)· ἄλλοτε μέν σε καὶ αἰτιάασθαι 14 ἄνωγα” (ll. 10, 120)· “καὶ ἑδριάασθαι ἄνωγον” (Od. 3, 35). “μήτε μνάασθαι ἄκοιτιν” (Od. 1, 39).
τὸν οὐκ ἀγαθὸν ἐρυσίπτολιν. ἄλλως ἡ ποιοῦσα ἐριπεῖν τὰς πόλεις. 15 ἄμεινον δὲ ῥυσίπτολι, καὶ οἰκεῖον ταῖς περὶ σωτηρίαν εὐχομέναις τῆς πόλεως. καὶ ἀλλαχοῦ “ Ἀθηναίῃ ληΐτιδι” (Il. 10, 460).
σαφῶς γίνεται περισσὸς ὁ στίχος. γελοία δὲ καὶ ἡ ἀνανεύουσα Ἀθηνᾶ.
γὰρ λέγεται ἐπιπληκτικόν.
λούμενος.
σταθμοὺς ἄρσε” (Od. 21, 45), ὄρσας, “ὄρσεο, κυλλοπόδιον” (Il. 21, 331). ταύτῃ ἀναλογώτερον τὸ ἔερσα τρισύλλαβον· πιθανῶς δὲ παρέδραμε τὴν τῶν αὐτῇ εἰργασμένων αἰσχύνην.
ταξιν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. τὸ ἐπεί σε εὑρέθη συνεχῶς οὕτως ἀνεγνωσμένον, ἐγκλιτικῶς ἀεὶ, μὴ ἐπιφερομένου συνδέσμου “ἐπεί σʼ εἴασεν Ἀχιλλεύς ” (Il. 24, 684) “ἐπεί σε πρῶτα κιχάνω ” (Od. 13, 228) “ἐπεί σε φυγὼν ἱκέτευσα” (Od. 15, 277) “ἐπεί σε λέοντα ” (Il. 21, 483). οὕτως δὲ καὶ “ ἐπεί σε μάλιστα πόνος
φρένας.” καί μοι δοκοῦσι τῷ πρώτῳ προσώπῳ ἀκολουθεῖν οἱ οὕτως. ἀνεγνωκότες, πιθανῶς πάνυ. διὰ γὰρ τῆς φωνῆς τὸ πρῶτον πρόσωπον ἐπιδείκνυται τό τε ὀρθοτονούμενον καὶ τὸ ἐγκλιτικὸν, εἴ γε ἡ ἐμέ αἰτιατικὴ, ὅτε φυλάσσει τὸ ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλι- 17 τική ἐστιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί συνδέσμου παρὰ τῷ ποιητῇ κατὰ ταύτην τὴν σύνταξιν ἀποβάλλουσα τὸ ε “Ἕκτορ, ἐπεί με κατʼ αἶσαν” (Il. 3, 59) “ἐπεί μʼ ἀφέλεσθέ γε δόντες” (Il. 1, 299). τούτῳ τοίνυν τῷ λόγῳ πιθανὸν ἂν εἴη κατακολουθήσαντας ἡμᾶς ἀναγινώσκειν ἐγκλιτικῶς “ ἐπεί σε μάλιστα.”
λόγον ἀναγκαστικόν.
γνωσις μόνη, ὡς ἐν ἄλλοις ὁ Ἡρωδιανὸς λέγει.
δὲ οὔ. ἀπῄει δὲ κατηφὴς, τῶν φιλτάτων μὴ θεαθέντων· ἐν γὰρ τῷ τείχει παραδόξως συντνγχάνει αὐτοῖς.
Θήβην τῷ ὀνόματι, παρὰ τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν ἀγῶνα καὶ τὸν ταύτης γάμον τῷ ἀριστεύσαντι. Ἡρακλῆς δὲ κατʼ ἐκεῖνο καιροῦ φανεὶς ἔλαβε τὴν Θήβην γυναῖκα, καὶ κτίσας πόλιν ὑπὸ τὸ Πλάκιον καλούμενον ὄρος τῆς Λυκίας Πλακίαν Θήβην αὐτὴν ἀπὸ τῆς γυναικὸς ἐκάλεσεν. ἡ ἱστορία παρὰ Δικαιάρχω.
παθεῖν.
οὐκ εὖ.
ψιλοῖ. πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι, ἀντὶ τοῦ ἡμέτερον, ἁμόν. οὕτως Ἀπολλώνιος.
κατέκηε σὺν ἔντεσιν.”
λέγειν αὐτὸ Ἀττικὸν, λέγω δὲ τὸ ἐπὶ τῶν τοιούτων θηλυκῶν κατα- βιβασμὸν γίνεσθαι τόνου. οὕτως οὖν καὶ “μέσην ἐς ἄγυιαν” (Il. 20, 254) ἀνέγνω, “ἐῦκτιμένας” δὲ “κατʼ ἀγυιάς” (391). μήποτʼ οὖν ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ τῆς δοτικῆς περιέσπασε, συνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ, κατὰ τὴν αὐτὴν πτῶσιν καὶ τὸ οὐδέτερον οὕτως ἀνέγνω
ὁμοτόνως.
θυμός,” ὅτι ἀνοίκειοι οἱ λόγοι τῇ Ἀνδρομάχῃ· ἀντιστρατηγεῖ γὰρ τῷ Ἕκτορι. καὶ ψεῦδος παρέχουσιν· οὐ γὰρ παρέδωκεν εὐεπίδρομον τὸ τεῖχος κατὰ τοῦτο τὸ μέρος, οὐδʼ οὕτως ἐστὶ πλησίον ἡ μάχη τοῦ τείχους. καὶ ὁ Ἕκτωρ (441) πρὸς τὰ πρότερα ἀπαντᾷ λέγων “ἦ καὶ ἐμοὶ τάδε πάντα.”
ἐπλανήθη.
τὸ μὴ εἰδέναι τὸ πότε ἦττον ἀχθόμεθα.
ψύχους γινομένην φρίκην, καί φησι τοὺς πιμελώδεις τῶν ἰχθύων ὑπομένειν τὸ ψῦχος, ὥστε ὃς ἂν τὸ τοῦ Λυκάονος λίπος φάγοι, ἐκ- κλίνει τὴν φρίκην.
11) καὶ “ μή τι φόβονδʼ ἀγόρευε” (Il. 5, 252) καὶ “μή τί μευ ἠΰτε παιδός (Il. 7, 235), οὐχ ὑγιῶς οὖν ὁ Πτολεμαῖος οἴεται συναλοιφὴν εἶναι.
κυνῆν μοι πρὸς πόλεμον δὲ καὶ φοβηθῇ παῖς.”
πολέμου ἀνιόντα. καὶ οὐ λείπει τὸ ἰδών, ἀλλʼ ἔστι συνήθης Ἀττι- κοῖς ἡ φράσις. Εὐριπίδης Ῥήσῳ (390) χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενον πύργοισιν ἐχθρόν,” καὶ αὐτὸς Ὅμηρος ἀλλαχοῦ “ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους” (Il. 13, 352). ἤλλακται δὲ πτῶσις, ἀντὶ τοῦ ἐκ πολέμου ἀνιόντος.
οἷς τὴν ἐπὶ γενέσεως ὥραν περιέχειν τὰ ἀποτελέσματα λέγει.
22 ἔριον. λέγει δέ ποτε οὕτως καὶ τὸ βέλος ἐν τῷ συνθέτῳ ὀνόματι χρυσηλάκατον· σημαίνει γὰρ τὴν χρυσᾶ βέλη ἔχουσαν Ἄρτ μιν.
ἐντεῦθεν (Il. 15, 263—268). ἡ δὲ διπλῆ πρὸς τὸ ἀκοστήσας, ὅτι ἄλλοι ἄλλως ἀπέδωκαν· ἔστι δὲ ἤτοι ἐν ἄχει γενόμενος διὰ τὴν στάσιν, ἢ ἄκος τι καὶ βοήθημα τῆς στάσεως ζητῶν.
Θεσσαλοῖς, ὡς καὶ Νίκανδρος, παρὰ τὸ ἵστασθαι τὰ σώματα τρεφόμενα. ἐν ἄλλῳ, καιρῷ παραλαβών. βέλτιον δὲ, δυσχεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει. οἱ δὲ ἀγοστήσας ὁ ῥυπανθείς· ἀγοστὸς γὰρ ὁ ῥύπος. ἢ ἡσυχάσας, παρὰ τὴν ἀκήν.
ἔστιν ἐπιθυμῶν, ὡς Ἀρχίλοχος ἐξέλαβεν, ἀλλʼ ἐπικροτῶν τοῖς ποσὶ διὰ τοῦ πεδίου.
Ποσειδώνιος δὲ ὁ ἀναγνωστὴς Ἀριστάρχου ἄνευ διαιρέσεως τὸ ε 23 ψιλῶς προφέρεται, παρέλκειν αὐτὸ λέγων ὡς ἐν τῷ “ἠὲ σὺ τόνδε δέδεξο” (Il. 5, 228), καὶ λύεται τὸ σολοικοφανές. ὁ δὲ Ὅμηρος ὑπὸ τῶν γονάτων καὶ ποδῶν φέρεσθαι λέγει· “τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον (II.15, 405).
εὐηγενής “τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι” (Il. 23, 81). βαιός ἠβαιός—ἢ παρὰ τὸ ἔθος ἔθειος ὡς τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος ὀνείδειος, καὶ τροπῇ τοῦ ε εἰς τὸ η καὶ καταβιβασμῷ τοῦ τόνου γίνεται ἠθεῖος· ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθος· ἐκ γὰρ τοῦ θεῖος καὶ ἡ αὐτὴ τάσις σώζεται καὶ ὀλίγα
πάθη δίδονται, ἐκ δὲ τοῦ ἔθος καὶ ἀλλότριος ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδονται.
προσφώνησις. οὐκ ἀγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθʼ Ὅμηρον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.