ΕΙΣ ΤΗΝ Ε.
μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περὶ τῶν νεῶν.
δεινῷ περιπέσοι, κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου τὸ εὔελπιν εἶναι τοῦ μηδενὶ ἂν δεινῷ περιπεσεῖν ὅσον ἐφʼ ἑαυτῷ κατὰ δὲ τοὺς ἐξ Ἀκαδημείας καὶ τοὺς Ἐρετρικοὺς ἐπίτασις θαρραλέα, κατὰ δὲ τοὺς Κυρηναϊκοὺς καὶ Ἐπικουρείους εὐσταθεῖν κατὰ διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς, ὡς φησιν ὁ ποιητὴς “καί οἱ μυίης θάρσος ἐνὶ
στήθεσσιν ἔθηκεν” (Il. 17, 570). τί οὖν ἐστὶ θάρσος; τὸ εὔλογον παράστημα τῆς ψυχῆς, θράσος δὲ τοὐναντίον. δεόντως οὖν φησὶ μένος καὶ θάρσος, ἐπεὶ οὔτε ἡ δύναμίς τί ἐστιν ἄνευ θάρσους οὔτε τὸ θάρσος ἄνευ δυνάμεως. ἰστέον δὲ ὅτι ἑκάτερον θατέρου χωριζόμενον ἄπρακτον. Θαρσὼ δὲ παρά τισι τιμᾶται ἡ Ἀθηνᾶ. λέγεται δὲ
θάρσος τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς ψυχῆς. οὐχ ὡς πρότερον δὲ μὴ ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν. συνεκτικώτατα δὲ πρὸς ἀνδρείαν ἀμφότερα.
τῷ τοιούτῳ. ἐλλείπει δὲ ἡ ἐξ.
ἀκάματον πῦρ, ἵνʼ ᾖ ὡς πυρὸς φαντασία, οὐκ εἰδικῶς πῦρ.
προκειμένου ὀνόματος κλίσις. περὶ δὲ τοῦ ψιλῆτος παρʼ Αἰσχύλῳ καὶ τοῦ “Κουρῆτές τʼ ἐμάχοντο” (Il. 9, 529) καὶ τοῦ κριτής ἐν τοῖς περὶ ὀνομάτων ἀποδώσομεν τὸν λόγον. γέγονε δὲ τὸ Δάρης ἤτοι παρὰ τὸ δείρω. καὶ ἐκδείρω (ἐοικὸς γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης· ἐτράπη οὖν τὸ ε εἰς ᾱ· ἢ παρὰ τὸ δαίω τὸ
καίω ἐν πλεονασμῷ τοῦ ρ.
γὰρ καὶ ἀπὸ δύο λέξεων κατὰ παράθεσιν ἕν τι παραγωγὸν, ὡς τὸ Νεαπολίτης καὶ ἄλλα μυρία.
ἐπὶ τοῖς ἵπποις. ἀλλὰ ῥητέον ὅτι κατέθορε μὲν τοῦ ἅρματος ὡς ὑπερασπίσων τὸν ἀδελφὸν, εὐλαβηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν ἐτράπη. οἱ δὲ λέγουσιν ὅτι εἰδὼς τὸ Διομήδους φίλιππον διὰ τοῦτο ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται. ἢ ὅτι οὐκ ἐπέστησε τῷ συμφέροντι· αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ τὸν σοφόν.
τοιοῦτος εὑρίσκεται παρʼ αὐτῷ καὶ ὁ Ἀλέξανδρος, ἑλκόμενος ὑπὸ τοῦ ἐχθροῦ καὶ ἀγχόμενος ὑπὸ τῆς κόρυθος καὶ τῆς παρούσης συμφορᾶς. καὶ ἀγνοῶν χρήσασθαι τῷ παρόντι ξίφει κατὰ τοῦ πολεμίου.
τοιοῦτόν ἐστιν.
ἀλευόμενον, τὸν δὲ κτάμενον.
4 ἀρμάτων. ἢ καὶ κυρίως· τὰ γὰρ ἅμα γινόμενα οὐ δυνατὸν ἅμα λέγεσθαι.
ἀλαζονικὸν τοῦ δαίμονος ἐξαίρει τοῖς ἐπιθέτοις.
ἔστιν ἐπίθετον ἀνάλογον τῷ παρὰ Στησιχόρῳ πυλαιμάχῳ.
θάλασσαν οἰκούντων Περσῶν.
τῇ Ὀδυσσείᾳ (8, 370) ἀνεγίνωσκεν “Ἀλκίνοος δʼ Ἁλίον,” πρὸ τέλους ποιῶν τὴν ὀξεῖαν. ἔστι μέντοι γε διαπεφευγότα τινὰ, ὡς τὸ Ἄνιος καὶ Εὐφορίωνος Ξένιος, καὶ ἐν τῇ συνηθείᾳ τὸ Κρόνιος. ἡ δὲ διπλῆ πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὁδίου.
ὀξύνεται “ἐς Φαιστὸν, μικρὸς δὲ λίθος” (Od. 3, 296).
ἀδιανόητον δὲ γίνεται τὸ λεγόμενον.
παραπλησίως ποιεῖ· οἰκεῖον γὰρ τέκτονος τὸ ἁρμόζειν, κἀκεῖ “Τερ- πιάδης δέ τʼ ἀοιδός” (Od. 22, 330). καὶ ὅτι ἀμφίβολον πότερον ὁ Φέρεκλος ἔπηξε τὰς ναῦς ἢ ὁ Ἁρμονίδης ἐφʼ ἃ καὶ Ἀρίσταρχος φέρεται.
τὴν ἀρχὴν, οὐ πάντως δὲ εἰς σύνθετον μεταληφθήσεται. ὅμοιον δέ ἐστι τὸ “ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἷ αὐτῷ” (Il. 15, 226.)
ἔχρησεν ἐξιλάσκεσθαι τοὺς Τεύκρων δαίμονας οὕτως δὲ πρότερον οἱ Ἰλιεῖς ἐκαλοῦντο. Μενέλαος οὖν ἀφικόμενος εἰς Ἴλιον τὸ προσταχθὲν ἔπρασσεν, κἀκεῖθεν εἰς Δελφοὺς παρεγένετο περὶ παίδων γενέσεως χρησμὸν ληψόμενος. συνείπετο δὲ αὐτῷ καὶ Ἀλέξανδρος περὶ γυναι- κὸς μαντευόμενος. γενομένων οὖν ἀμφοτέρων ἐπὶ τὸ μαντεῖον, λέγε-
ται χρῆσαι τὴν Πυθίαν τάδε· “τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δʼ Ἀχαιῶν, οὐκέθʼ ὁμοφρονέοντες ἐμὸν δόμον εἰσανέβητε, ἤτοι ὁ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν, αὐτὰρ ὁ πῶλον ἑλεῖν; τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ;” τοὺς δὲ μὴ νοήσαντας τὸ λόγιον χωρισθῆναι. ὁ δὲ λόγος, ἐπεὶ οὐκ ᾔδει τὰ ἐκ τῶν θεῶν μαντεύματα. Ἑλλάνικος δέ φησι
χρησμὸν δοθῆναι τοῖς Τρωσὶνἀπέχεσθαι μὲν ναυτιλίας, γεωργίᾳ δὲ προσ- έχειν, μὴ τῇ θαλάσσῃ χρώμενοι ἀπολέσωσιν ἑαυτούς τε καὶ τὴν πόλιν.
Ἅβρων, παρὰ τὴν πῆδον· ἐοικὸς γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐσχημάτισται.
λῆς ἐπὶ τὸν αὐχένα.
φύρεον τὸν μέλανα, ἐξ οὗ δηλοῖ τὸν χαλεπόν· “πορφύρεον δʼ ἄρα 7 κῦμα” (Il. 21, 326) ἀναλόγως τῷ “μέλαν δέ ἑ κῦμα κάλυψεν” (Il.
λέγει, οὐ μέρος ὡρισμένον τοῦ θώρακος. τὸ γυαλον ὅταν ἐπίθετον ᾗ, ἀξύνεται· “εὖτʼ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσσασθαι.”
ἐροῦμεν.
δὲ γραφὴ, τόνδε τέ μʼ ἄνδρα.
τὸ εὐχόμενος.
μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον παρακαλέσαι κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ Φερεκύδης.
καιρὸν ἀφῄρηται τὴν ἀχλὺν ὑπὸ τῆς Ἀθηνᾶς, ἵνα τρώσῃ τὴν Ἀφροδί- την καὶ Ἄρεα· τρωθέντων δὲ τούτων πάλιν κατὰ τό σιωπώμενον ἀντ- αποδίδοται ἡ οἰκεία ἀχλύς, διʼ ἣν αἰτίαν ἀγνοεῖ καὶ τὸν Γλαῦκον.
δίτην διὰ τὸ προειρηκέναι τὸν Δία “ τῷ δʼ αὖτε φιλομμειδὴς Ἀφρο- δίτη αἰεὶ παρμέμβλωκε, καὶ αὐτοῦ κῆρας ἀμύνει ” (Il. 4, 10). κατὰ χεῖρα τιτρώσκεται ἡ Ἀφροδίτη, ὅτι χειρὶ λαβομένη παρῄνει τῇ 9 Ἑλένῃ. καὶ ἄλλως ἠρέθισται ἀκούουσα ἡ πρακτικὴ φρόνησις, καὶ καταφρονεῖν τὸν Διομήδη ἡδονῶν παρασκευάζει.
λέγει “ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα” (Il. 1, 197).
ἐπάταξεν.
τενόμενος, οὐχ ὁ ὀνειροκρίτης.
οὕτως δὲ λέγει, ἀμφοτέρους ἀφείλετο τὸν θυμόν· τὸ γὰρ ἀμφοτέρω νῦν ἀμφοτέρους σημαίνει. ὁμοίως δὲ λέγεται κατὰ τὸ ἑνικόν “ἐπεί μʼ ἀφέλεσθέ γε δόντες” (Il. Ι, 299).
της λήγοντα ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς, φύσει μακρῷ παραληγό- μενα, ὀξύνεται, τορευτής βραβευτής ἀθλητής ποιητής ὀρχηστής χρυ- σωτής. οὕτως οὖν καὶ παρὰ τὸ “ἐεδνώσαιτο θύγατρα” (Od. 2, 53) τὸ ἑεδνωτής, καὶ παρὰ τὸ “χήρωσας δὲ γυναῖκα” (Il. 17, 36) τὸ χηρωστής. μάχεται τὸ κυβερνήτης· τὸ γὰρ ἀήτης ἄλλως γέγονε.
τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ (fr. 83.) “στείχων δʼ ἀγρώστην ὄχλον” παρώνυμον.
τέον τὸ ε. πταίει οὖν Νικίας ψιλῶν τὸ ε· οἴεται γὰρ τῷ ἀκόνια ἐπεντίθεσθαι τὸ ε, ὅπερ οὐκ ἔστι· τὸ γὰρ ἄκοντα συναλοιφή ἐστι τοῦ ἀέκοντα. διὰ τί δὲ τὸ α ἐψιλώθη ἐν ἑτέροις ἔφαμεν.
ὅταν δὲ παρέλκῃ ἡ πρόθεσις, οὐ ποιεῖται ἐξαλλαγὴν τόνου. εἰσὶ δὲ οἱ ἀνεγνώκασιν ὁμοίως τῷ “ἐπεὶ οὔ τοι ἔπι δέος” (Il. 1, 515), ἵνα 11 τὸ ἵπεστι σημαίνηται. ἄλλοι δὲ ἐπίμηνις, ἓν μέρος λόγου ποιοῦντες. ἄμεινον δὲ τῷ Ἀριστάρχρ συγκατατίθεσθαι.
Διομήδης ἐστί· διὸ λέγει “Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ.”
πότερον ἐκ τοῦ κρίμνον ἢ ἀπὸ τῆς κριθῆς ἀποκέκοπται τὸ κρῖ· εἰ μὴ γὰρ ἦν τὸ κρῖ οὐδετέρου γένους, οὐκ ἐποιεῖτο τὴν σύνταξιν μετὰ τοῦ λευκόν οὐδετέρου, οἷον κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. καὶ αὐτὸ γὰρ τὸ κρίμνον οὐδετέρου γένους ἐστίν. φαίη τις πρὸς τοῦτο, οὐδὲν μέγα· δύναται γὰρ καὶ ἐπὶ θηλυκοῦ λαμβάνεσθαι, οἷον τὴν κρῖ λευ-
κὸν οὖσαν, ἀντὶ τοῦ ὥσπερ τὴν λευκὸν θεὸν, τὴν δοῦλον, ἅπερ εἰσὶν Ἀττικά. κρίμνον δὲ τὸ λεπτὸν ἄχυρον τῆς κριθῆς. ἀποδέδεικται οὖν ὅτι τὸ κρῖ ἐκ τοῦ κρίμνον καὶ οὐκ ἐκ τῆς κριθῆς ἐστὶ γεγονός.
τροφή ῥοπή σπονδή νομή ὁλκή πλοκή. οὕτως καὶ φορβή. προσέθηκα τῷ ε παραληγομένων μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ παρὰ τὸ πείρω.
καὶ βραχέως καὶ δασέως· τὸ γὰρ α πρὸ τοῦ δ δεκτικὸν μὲν ψιλοῦται, ὡς τὸ ἀδολέσχης ἀδρανής, μὴ οὕτως δὲ ἔχον δασύνεται “ἅδε δ᾿ Ἕκτορι” (Il. 12, 80) “ἅδος τέ μιν ἵκετο θυμόν” (Il. 11, 88). καὶ τὸ Ἄδωνις δέ τινες δασύνουσι παρὰ τὸ ἥδω. μάχεται τὸ ἀδρά- φαξυς, δεκτικὸν ἔχον τὸ α καὶ δασυνόμενον.
Τρῶες, μεταγράφουσι “Τρώεσσι φέρων χάριν ἱπποδάμοισιν.”
Ἕκτωρ” (Il. 2, 816)· ἢ καὶ τοῖς Ζελείταις “οἳ δὲ Σέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης, Τρῶες, τῶν αὖτʼ ἤρχε Λυκάονος ἀγλαὸς υἱός” (ib. 824).
δεσμος.
ῑ λέγεται, καὶ ἐπʼ εὐθείας αὐτὸ τάσσει καὶ ἐπʼ αἰτιατικῆς, καὶ προπερισπᾶται· “νῶϊ δʼ ἐγὼ Σθένελος” (Il. 9, 48) καὶ “οὐδʼ ἂν νῶϊ διαδράκοι ἠέλιός περ” (Il. 14, 344). περὶ δὲ τῆς τάσεως τοῦ μονοσυλλάβου, διὰ τί οὐ περιεσπάσθη, ἐν τῷ περὶ ἀντωνυμιῶν (p. 110 = 370) δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ῶ λῆγον
περισπᾶται· οὕτως γὰρ ἔχει καὶ τὸ σφώ, τασσόμενον καὶ ἐπʼ εὐθείας καὶ ἐπʼ αἰτιατικῆς· καὶ παρʼ αὐτῷ “σφὼ δὲ μάλʼ ἠθέλετον ” (Il. 11, 782) “Ζεὺς σφὼ ἐς Ἴδην” (Il. 15, 146).
τὴν ἐν πολέμῳ φυγήν· καὶ ὅτι τὸ φοβεῖσθαι καὶ φέβεσθαι ἐπὶ τοῦ φεύγειν Ὅμηρος τίθησιν, οὐκ ἐπὶ τοῦ κατὰ ψυχὴν δέους.
μαστὰ καὶ σιωπὴν ἐκ τοῦ θαύματος ἐντιθέντα, οἱονεὶ σιγηλόεντά τινα ὄντα.
στράτῳ κελεύειν ζεῦξαι τοὺς ἵππους (Od. 15, 46). εἴη δʼ ἂν ὁ τοῦ Αἰνείου ἡνίοχος κατὰ τὸ σιωπώμενον καταβεβηκὼς, καὶ ἔστι παῤ Ὁμήρῳ πολλὰ τοιαῦτα.
ἐθεᾶτο. ἢ ὡς ἀσχολουμένου Διομήδους περὶ τοὺς πολεμίους.
ἅρματος ὀχούμενον.
οὐκ ἀναγκαῖον δὲ, ἀλλʼ ὀρθοτονεῖν· καὶ γὰρ δύναται συνδεδέσθαι.
τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴας εἴα, οὐ προσγραφομένου τοῦ ι “οὔ μʼ εἴας μακάρεσσι” (819)· καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῆ “τὸν δʼ οὔτι πατὴρ εἴασκε μάχεσθαι” (Il. 20, 408) καὶ “τόνδε δʼ ἔασκεν” (Il. 24, 17). καὶ προστακτικόν “ἀλλ᾿ ἔα ὥς οἱ πρῶτα” (Il. 1, 276). εἰ τοίνυν ἐστὶ τοιοῦτο “τρεῖν μʼ οὐκ ἔα,” μόνον συνε-
στάλη τὸ ἄλφα, καὶ ὁ παρατατικός ἐστιν ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ὁ ἐνεστὼς ἀεί ἐστι περισπώμενος καὶ σὺν τῷ ι γραφόμενος, δῆλον ὅτι πολλὰ πάθη· συστολὴ γὰρ τοῦ α, καὶ ἐκβολὴ τοῦ ι, καὶ μετα- βολὴ τοῦ τόνου, εἰ μὴ ἄλλως ἐκδεξαίμεθα, ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολ-
λάκις διαλύειν εἰς δύο αα, ν τὸ μὲν πρότερον συνεσταλμένον ἐστὶ, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ σὺν τῷ ῑ γραφόμενον, ὁρᾷς “οὐχ ὁράᾳς οἷος κἀγώ” (Il. 21, 108), καὶ ἐπὶ τοῦ τρίτου “ἰσχανάᾳ δακέειν” (Il. 17, 572) καὶ “ἐκπεράᾳ μέγα λαῖτμα” (Od. 9, 323) “οὐκ ἐάᾳ Κρονίδης” (Il. 8, 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται
κατὰ ἀποκοπὴν εἰρῆσθαι “ τρεῖν μʼ οὐκ ἔα.” ἔνθεν καὶ συνέσταλται τὸ κ καὶ βεβάρυνται. οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀποκόπτεσθαι καὶ. ἄλλους χρόνους, ὡς ἔχει τὸ “οὖτα καταὶ λαπάρην” (Il. 6, 54). εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περισπωμένων ἢ βαρυ- τόνων ἐπὶ τρίτου ἀποκοπὴν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο,
ἑαυτὸν λήσει· περὶ γὰρ πάθους διαλαμβάνομεν.
φύγῃ. Et gl. εἰ μὴ ἄρα ὁ εἷς.
τοίνυν συναλοιφὴν παθοῦσα καὶ δισύλλαβος γενομένη βαρύνεται, ἧς ἀκόλουθος δοτικὴ “Νηληΐῳ υἷι ἐοικώς” (Il. 2, 20). καὶ αἰτιατικὴ “ἀλλ᾿ υἷα Κλυτίοιο σαώσομεν” (Il. 15, 427) καὶ πληθυντικὴ εὐθεῖα “υἷες ὁ μὲν Κτεάτου” (Il. 2, 621) καὶ αἰτιατικὴ “υἷάς τʼ ὀλλυμένους” (Il. 22, 62). ἀποδείξομεν δὲ καὶ τὸ “υἱάσι δὲ Πριά-
μοιο” (463) παρὰ τοῦτο κεκλίσθαι ἐν τοῖς περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆς καθολικῆς κινήσεως τοῦ ὀνόματος διαλαμβάνωμεν.
ἐκτιθεμένου τοῦ ποιητοῦ. τὸ δὲ τοιοῦτο παρʼ Ἡσιόδῳ πλεονάζει, Ὅμηρος δὲ οὐ χρῆται.
βεβαιωτικός. ὑποστιγμὴ δὲ κατὰ τὸ τέλος τοῦ στίχου. κεῖται γὰρ ὁ η ἀντὶ τοῦ εἴ, καὶ βαρύνεται· οἱ δὲ περισπῶντες στίζουσι κατὰ τὸ τέλος.
νοεῖν τὸν σχηματισμὸν, ἀλλὰ κατὰ ἀπλῆν ἔννοιαν, τὸν εὔτολμον καὶ ἰσχυρόν. ὁμοίως δὲ καὶ Ἀριστοφάνης. Τρύφωνι δὲ ἀρέσκει ὁ σχημα- τισμὸς σύνθετος εἶναι, παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν, ὁμοίως τῷ ταναόποδα ταναύποδα. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλους εἴτε παρέλ- κει, ὀφείλει φυλάττεσθαι τὸ πνεῦμα· οὕτως γὰρ διελάβομεν- καὶ
περὶ τοῦ μελιηδέος οἴνου, καὶ αὐτὸς συγκατατίθεται. ἡ μέντοι παράδοσις ἐπείσθη Ἀριστάρχω.
ἡ κατευθύνουσα αὐτὸ, ᾗ ἦν δυνατὸν τοῦτο ποιῆσαι, ἔπειθʼ ὅτι προσ- επινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι εἰ καιρίως τέτρωται ὁ Διομήδης, οὕτως ἐβλήθη διὰ τῆς ῥινὸς τὴν γλῶσσαν. οἱ δὲ, ὅτι ἐν ἀνωμάλοις τόποις μαχομένων εἰκὸς τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις τόποις τρέχειν, τοὺς δὲ πεζοὺς ἀπὸ μετεώρου μάχεσθαι, ὥστε καὶ
τὸν Διομήδη ἀφʼ ὕψους βεβληκέναι.
εἶχε, φησὶ, πρότερον, ταῦτα τῷ Πανδάρῳ μετέδωκεν. αἴρει γοῦν, φησὶ, τὴν ἀσπίδα ἀπὸ τοῦ νεκροῦ καὶ καθοπλίζεται, καὶ τὸ βληθὲν ὑπὸ τοῦ Διομήδους δόρυ. τοῦτο δὲ οὐκ ἔστιν ἀληθὲς, ὡς ὅτι ἀπὸ τοῦ Πανδάρου ὁ Αἰνείας αἴρει τὰ ὅπλα· οὐ γὰρ ἐδήλωσεν ὁ ποιητής. ἀπίθανόν τε αὐτὸν ἑαυτὸν τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖς
πολεμίοις. ὑπόψυχρόν τε τὸ ἐκδέχεσθαι τὸν Διομήδη ἕως οὗ καθο- πλίσηται ὁ Αἰνείας, καὶ μὴ εὐθέως αὐτὸν ἀνελεῖν. διὸ καὶ ὁ Ἀσκα- λωνίτης συνάπτει, ὥστε ἐπὶ τοῦ Αἰνείου κεῖσθαι τὸ σὺν ἀσπίδι δουρί τε μακρῷ· καὶ δῆλον ὅτι ὁ Πάνδαρος ὑπʼ ἄλλου κατὰ τὸ σιωπώ- μενον καθώπλιστο, ὁ δὲ Αἰνείας εἰς τὸ μετάφρενον μετενηνόχει τὴν
ἀσπίδα, εἶχε δὲ τὸ δόρυ παρακείμενον, ᾗ ἔκειτο ἐν τῷ δίφρῳ, ὥσπερ καὶ Νέστωρ ἡνιοχῶν Διομήδει, ὡς σαφὲς ἐκ τοῦ Ἕκτορος προσώπου “αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην” (Il. 8, 191). οὕτως δὲ καὶ Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλῳ· παραδοὺς οὖν τὰς ἡνίας Ἀλκιμέ- δοντι πολεμεῖ τοῖς ἰδίοις ὅπλοις. ταῦτα Ἡρωδιανὸς ἐν τῇ προσῳδίᾳ.
τινὲς δὲ ἀπὸ τοῦ ἀλκίς Αἰολικοῦ αὐτό φασιν· τοῖς γὰρ εἰς η παρά- κειται τὰ εἰς ις, ὡς ἑορτή καὶ ἑορτίς καὶ ἐν ὑπερθέσει ἐροτίς. ὤφειλε δέ ἐκτείνειν τὸ ι. εἴτε ἀπʼ εὐθείας τῆς ἄλξ πεποίηται, ὡς οἴεται ὁ Ἀσκαλωνίτης. Τρύφων δὲ ἐν τῷ πρώτῳ περὶ τῆς ἀρχαίας ἀναγνώ- σεως φησιν ὅτι Ἀρίσταρχος λέγει ὅτι ἔθος αὐτοῖς ἐστι λέγειν τὴν
19 ἰωκὴν ἰῶκα καὶ τὴν κρόκην κρόκα καὶ τὴν ἀλκὴν ἄλκα ὡς σάρκα. εἰ δὲ σάρκα ὡς ἄλκα, καὶ ἀλκί ὡς σαρκί.
ραννίων. διδάσκει τὰ κινήματα. “ἡμεῖς δὲ ἰάχοντες” (Od. 4, 454)· εἰ γὰρ περιεσπᾶτο, ὡς νοοῦντες ἐγίνετο. “ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε ” (Il. 13, 834). “τρὶς δʼ ἄιεν ἰάχοντος” (Il. 11, 463). οὕτως οὖν καὶ τὸ “φθέγξομʼ ἐγὼν ἰάχουσα” (Il. 21, 341) ὀφείλομεν προπαροξύνειν.
μηροῦ ἐνστρέφεται.
τωκεν ὁ δέ.
λακται, ἀντὶ τοῦ ἀπώλετο ἄν.
τὸν Ἄρεα, καὶ διὰ τοῦτο καλεῖσθαι Ἐνυάλιον μητρωνυμικῶς.
τὸ καταφέρεσθαι, ὡς ἐν ἐκείνοις χειμάρρους κατʼ ὄρεσφιν ὀπαζό- μενος Διὸς ὄμβρῳ” (Il. 11, 493)· ποτὲ δὲ τὸ ἐπιλέγεσθαι, ὡς ἐκεῖ “ἦ καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο” (Il. 19, 238)· ποτὲ δὲ τὸ διώκειν, ὡς ἐνταῦθα, “ἀλλʼ ὅτε δή ῥ᾿ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζω.”
21
ὀργισθεὶς ὁ ἥρως ἐπόρθησε Πύλον. συνεμάχουν δὲ τῷ μὲν Νηλεῖ τρεῖς θεοὶ, Ποσειδῶν, Ἤρα, Ἀϊδωνεὺς, τῷ δὲ Ἡρακλεῖ δύο, Ἀθηνᾶ καὶ Ζεύς.
τὴν ἀσθενῆ χεῖρα κατέξεσεν.
νασμῷ τοῦ μ μείδω καὶ μειδιῶ.
ἔσχατοι. τινὲς λέγουσι τὸ ἐπάνω μέρος τῆς κοιλίας, εἰς ὃ νεαρὰ τὰ βρώματα ἀποτίθενται.
σημαίνει τὸ πτώσσειν ἀντὶ τοῦ ἐπέρχεσθαι, ἔστιν ἡ ἑρμηνεία οὕτως, ποῖόν σοι ἀνάγκη ἐπέρχεσθαι ἐν τῷ πολέμῳ ὄντι σοι ἀμαθεῖ καὶ ἀπείρῳ τῆς μάχης, ὃ καὶ κρεῖττον.
στικῶς ἐκδεχόμενοι, ὡς καὶ Ἡρακλέων, ἵνα ὅμοιον ᾖ τῷ “ἀλλʼ οἷον τὸν Τηλεφίδην ” (Od. 11, 518). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιω- ματικῶς “οἷόν τε κρομύοιο λοπόν ” (Od. 19, 233) καὶ ἀντὶ τοῦ ὡς “οἷον ἀναΐξας” (Od. 1, 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώσκει ὡς ἑτεροῖον, ὁμοίως τῷ “ἀλλοῖός μοι, ξεῖνε ” (Od. 16, 181). ἡμῖν δὲ
δοκεῖ θαυμαστικώτερον ἀναγινώσκειν, ὥσπερ καὶ τοῖς περὶ Ἡρακλέ- ωνα, ἵνα ὅμοιον ᾖ τῷ “ὁσσάτιόν τε καὶ οἷον ” (758) καὶ “ἀλλ᾿ οἷον 23 τόδʼ ἔρεξεν” (Od. 4, 242) “οἷον τὸν Τηλεφίδην.” οὕτως ἀρέσκει καὶ Φιλοξένᾳ.
ὑπομένοντα ἐν τῇ μάχῃ.
Περσεφόνης ἁρπαγήν. ἢ κλυτοπώλῳ τῷ ἱππικῷ. ἁρμόδιον δὲ τὸ ἐπίθετον τῷ ἅμα νοήματι τὰ πανταχοῦ ζῶα καταλαμβάνοντι.
ποῦ ῑ γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον, γενόμενον παρὰ τὸ άμα καὶ τὸ ἀρτῶ.
ωσα ὀστέῳ ἐγχριμφθῆναι.
λήλου τὸ ἐπεφράσατο καὶ ἐνόησεν.
τοῦ τροχοῦ ῥάβδοι.
τροχοῖς καὶ ἐφαπτόμενοι τῆς γῆς, οἱ καλούμενοι κανθοί.
δύο εἰς ἓν ἄγειν αὐτόν.
νεται ὁ πέπλος εἰς τὸ ἔδαφος. πρέπων πρέπαλος, κατὰ συγκοπὴν πέπαλος, καὶ κατὰ δευτέραν συγκοπὴν πέπλος.
τῷ δὲ τρίτῳ παράκειται καὶ διπλῆ, ὅτι δασύνειν δεῖ τὸ ἡ δέ· ἐπανέ- λαβε γὰρ, ὡς ἔθος αὐτῷ, τὸν περὶ τῆς Ἀθηνᾶς λόγον.
προσδοτέον. ἐὰν μὲν οὖν τοῖς ἐπάνω, μόνος ὁ θώραξ ἔσται τοῦ Διός· ἐὰν δὲ τοῖς ἑξῆς, πάντα ἔσται τὰ ὅπλα αὐτοῦ, ὅπερ καὶ πιθανόν. οὕτως δὲ καὶ Ἀρίσταρχος.
ἢ προθέσεως ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, οἷον ἑκάς ἑκάτη. οὕτως ἄρα καὶ ἕκηλος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον.
ἀνδρῶν τε θεῶν τε.
βάλλετον.” τούτῳ δὲ τῷ ἔθει πεπλεόνακε καὶ Ἀλκμάν· διὸ καὶ καλεῖται Ἀλκμανικὸν, οὐχ ὅτι αὐτὸς πρῶτος ἐχρήσατο, ἀλλʼ ὅτι 27 τῷ τοιούτῳ ἔθει πεπλεόνακεν. τὸ δὲ σχῆμα προεπίζευξις· προθεὶς γὰρ ἓν ὄνομα δυϊκὸν ἐπάγει πληθυντικὸν, καὶ λοιπὸν ἀναπληροῖ τῇ ἐπαγυγῇ· “ἦ μὲν δὴ θάρσος μοι” (Od. 14, 216) “ἔνθα μὲν εἰς Ἀχέροντα” (Od. 10, 513) “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης (Il. 20, 138). ἀλλαχοῦ δὲ “μεσσηγὺ Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων”
(Il. 6, 4).
γραφήν. τινὲς δὲ Ἀρκάδα φασὶν εἶναι τὸν Στέντορα, καὶ ἐν τῷ κατα- λόγῳ πλάττουσι περὶ αὐτοῦ στίχους. ἔν τισι δὲ οὐκ ἦν ὁ στίχος διὰ τὴν ὑπερβολήν.
ἀνάγνωσιν· παρʼ αὐτῷ γὰρ πάντα τὰ κινήματα ὡς ἀπὸ βαρυτόνου “ἴσχεσθ᾿ Ἀργεῖοι” (ll. 3, 82) “ἴσχον γὰρ πυργηδόν” (Il. 15, 618), ἥ τε πληθυντικὴ μετοχὴ “χεῖρας ἀνίσχοντες” (Il. 8, 347).
βεβαιωτικὸν εἶναι· τοιοῦτος γὰρ ὁ κατʼ ἀρχὴν η. τὴν δὲ ἀντωνυ- μίαν ὀρθοτονοῦσιν, ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται.
ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον” (805), καὶ οὐχ οἷόν τε ἐπιφέρειν “σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω” (809).
ἀνάστηθι, ἵνα μὴ συνεμπέσῃ τῷ “Ζεῦ ἄνα Δωδωναῖε” (Il. 16, 233). ἔστι δὲ καὶ νῦν ἐκεῖνον προσθεῖναι τὸν λόγον, ὡς ὅτι ὅταν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται, οὐκ ἀναστρέφεται “ ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι” (Il. 1, 287) “θεῖναι Ἀθηναίης ἐπὶ γούνασι” (Il. 6, 92). οὕτως οὖν κἀνθάδε δύναται ἡ ἀνά ἀντὶ τῆς
κατά.
ὅτι οὐκ ἀναγκαῖοι καὶ γελοῖοι καί τι ἐναντίον ἔχοντες. τί γὰρ, εἰ χείριστοι ἦσαν ταῖς ψυχαῖς, εὐειδεῖς δὲ καὶ εὔσαρκοι;
λάκις αἴτιον· καὶ τὰ ἀντικείμενα, καίτοι γε μέτρου μὴ ἐμποδίζοντος ὡς τὸ “πλήθει πρόσθε βαλόντε” (Il. 23, 639).
παρίστησι καὶ τοῦ θεοῦ τὴν δύναμιν. δύναται δὲ ὅλος συναπτόμενος ὁ στίχος δηλοῦν ὅτι νέφεσι κεκαλυμμένος ἀπὸ γῆς ἀνήρχετο.
κρεῖττον. εἰ δὲ ὁ Ἀσκαλωνίτης περισπώμενον ἀξιοῖ αὐτὸ ἐκ τοῦ ζωός, ἴστω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεσπᾶτο τὸ σῶς· τὸ δὲ ζώς ἐξ ὀξυνομένου, ὥς φησι, τοῦ ζωός γενόμενον δεῖ ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώσει. ἡ μέντοι κλίσις αὐτοῦ ἰσοσύλ- λαβος εὑρέθη.
ῥαψῳδίᾳ (177) ἐπὶ τὸ ν πρὸς᾿ Ἀχιλλέα ὑπὸ Ἀγαμέμνονος λόγον.
μένους τόπῳ· τούτων οὖν ἐνέρτερος ὁ μὴ κατὰ γένος ὢν ἐξ αὐτῶν.
31 οἶδεν ἄρα ὑφʼ Ἡροκλέους αὐτὴν γεγαμημένην, ὡς ἐν τοῖς ἠθετημέ νοις ἐν Ὀδυσσείᾳ (11, 600).
μένον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.