ΕΙΣ ΤΗΝ Δ.
χρυσοῦν.
μίαν ἡ μετάληψις γένηται. τοῦτο δὲ τὸ παρατήρημα οἱ ἀπʼ Ἀρι- 1 στάρχου παραγγείλαντες διηνεκῆ τὴν ἀνάγνωσιν οὐκ ἐφύλαξαν. ἀληθὲς γάρ ἐστιν ὅτι ἡ σφίσιν ἐγκλιτικὴ οὖσα εἰς ἀπλῆν μεταλαμ- βάνεται, ὥσπερ καὶ ἐπὶ τοῦ “ἔτι γάρ σφισι κῦδος ὀρέξω” (Il. 17, 453), οὐ μὴν ὀρθοτονουμένη πάντως εἰς σύνθετον· ἔστι γὰρ ὅτε καὶ εἰς ἀπλῆν. εἰς μὲν οὖν σύνθετον οὕτως “αἵ ἑ μετὰ σφίσιν εἶχον”
(Il. 22, 474), εἰς ἀπλῆν δὲ οὕτως “τοὺς δʼ ἄναγον ζωοὺς σφίσιν ἐργάζεσθαι” (Od. 14, 272)· “σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι” (Od. 4, 683). οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖς ἐργά- ζεσθαι, ἀλλʼ αὐτοῖς τοῖς ἄγουσιν· οὐδὲ οἱ μνηστῆρες τὰ πρὸς τὴν δαῖτα ἑαυτοῖς παρεσκεύαζον, ἕτεροι δὲ αὐτοῖς.
δέ φασιν ὅτι σκέψεως περὶ τῆς Ἰλίου πορθήσεως γινομένης. εὐοικονο- μήτως ἄπεστι τοῦ συνεδρίου, ἵνα μηδὲν ἐναντίον γένηται διὰ τὴν πρὸς αὐτὸν χάριν. διὰ τί δὲ καὶ μόνῳ τῷ Διὶ Γανυμήδης ὑπηρετεῖ; ῥητέον οὖν ὅτι Ἥβη μὲν ἅπασι διακονεῖ, ἐπειδὴ τὸ θεῖον ἀεὶ νεάζει τε καὶ ἡβᾷ· τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία, ἀβροσία
τις οὖσα, καὶ τὸ νέκταρ, παρὰ τὸ νεάζειν λεχθέν. Γανυμήδης δὲ ὑπηρετεῖ μόνῳ τῷ Διὶ, ὅτι ὁ μὲν Ζεὺς πρῶτός ἐστι νοῦς, μόνος δὲ ὁ νοῦς οἰκεῖον ἔχει τὸ τοῖς μήδεσι γάνυσθαι· τοῦτο γὰρ ὁ Γανυμήδης.
τοῦ ν εὕραμεν. διαφόρους δὲ δόξας ἐκτίθεται ἐν τῇ προσῳδίᾳ ὁ Ἡρωδιανός· ᾗ δὲ ἀρέσκεται, αὕτη ἐστίν. ἔθος ἐστὶ τῷ ποιητῇ ἀποβάλλειν πολλάκις τὸ κατʼ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔσθʼ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήσεις· “στῆσε δʼ ἐν Ἀμνισῷ” (Od. 19, 188)· “σκῆπτρον μέν τοι δῶκε (Il. 9, 38)·
τὸ γὰρ ἐντελὲς “τῷ δʼ ἕτερον μὲν ἔδωκεν” (Il. 16, 250). οὕτως οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐστι κίνημα ἀπὸ τοῦ 2 οἴγω ᾦγεν κατὰ παρατατικόν· “τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν” (Il. 14, 168)· ἀλλὰ τὸ κατὰ πλεονασμὸν τοῦ ε “χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγεν” (Il. 16, 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανεν “ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε” (Il. 1, 24), τὸ δὲ κατὰ πλεονασμὸν “οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε” (Od. 3, 143). καὶ πάλιν
“ἕσσατο δʼ ἔκτοσθεν” (Il. 10, 334), εἶτα ἐν ἑτέροις “ἑέσσατο δέρμα” (Il. 10, 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ “ὦσα παρέξ” (Od. 9, 488), καὶ ὦσε τὸ τρίτον, ὃ ἐν πλεονασμῷ φησὶ “κὰδ ἄρʼ ἐπὶ στόμʼ ἔωσεν” (Il. 16, 410). οὕτως οὖν καὶ ἐπὶ τούτου· ἐν ἑτέροις γάρ φησιν “ᾠνοχόει δʼ υἱὸς Μενελάου” (Od. 15, 141), ὅπερ
κατὰ πλεονασμὸν τοῦ ε ἀκολούθως πάλιν ἀπεφήνατο “νέκταρ ἐῳνοχόει.”
νομένου τοῦ προτέρου συνδέσμου, περισπωμένου δὲ τοῦ δευτέρου. οἱ δὲ ὑποστίζοντες ἐπὶ τὸ ὄρσομεν πάλιν ὑπὸ τῆς πευστικῆς ὑποκρίσεως πλανῶνται, ἐπεὶ καὶ τοῖς δισταγμοῖς αὕτη συμβέβηκε πολλάκις. ἡμεῖς δὲ στίζομεν ἐπὶ τὸ ὄρσομεν· ὁ γὰρ λόγος, φραζώμεθʼ ὡς ἔσται ταῦτα, πότερον πάλιν πόλεμον ποιήσομεν ἢ φιλίαν ἐμβαλοῦμεν.
ἐστιν ἀντὶ τοῦ ἡσύχως, ὡς ὁ Ἀριστόνικος ἐν τοῖς σημείοις φησὶν, ὁμοίως τῷ “ἀλλʼ ἀκέων δαίνυσθε” (Od. 21, 89)· ὁ γὰρ Ἀπολλώνιος ἐν τῷ περὶ μετοχῆς ἀποδείκνυσιν ἀκριβέστατα ἐκ τῆς συντάξεως ὅτι οὐ δύναται εἶναι ἐπίρρημα μεσότητος.
καλοῦνται.
ρισπῶμεν· ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίως τῷ εὐρώς. τὸ δὲ ἵδρωσα οὐκ ἀναγκαῖον συστέλλειν· δύναται γὰρ καὶ ἐκτείνεσθαι καὶ μηδὲν λυμαίνεσθαι τῷ μέτρῳ. ἔφαμεν δὲ τὸν ποιητὴν ἀδιαφόρως καὶ φυ- λάσσειν τὸν χρόνον τῶν παρυχημένων καὶ ἀποβάλλειν. δύναται μέν- τοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρες, ἐπεὶ σύνηθες αὐτῷ οὕτως τὴν αἰτι-
ατικὴν προφέρεσθαι “ἱδρῶ ἀπεψύχοντο” (Il. 11, 621).
γενέσθω.
ἐπὶ τὸ ἑκών. λέγει δὲ ἑκὼν μέν, ἐπεὶ μὴ ἐβιάσθη, ἀλλὰ εἶξεν, ἀέκοντι δὲ θυμῷ, ἐπεὶ μὴ προείλετο, ἀλλʼ ἀπροαιρέτως τὴν πόλιν προίεται τῇ γαμετῇ. σχεδὸν δὲ πᾶσι συμβαίνει τοῦτο τοῖς δύο ἀτόπων προκειμένων τὸ ἔλαττον αἱρουμένοις.
τῆς ψυχῆς πράττομεν πρὸς τὸ κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, κατεδεξάμην μὲν ἐγὼ, τὰ δὲ τῆς προαιρέσεως οὔ πώ μοι κατένευσεν.
δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ ἑκὼν ἀέκοντί γε θυμῷ· διὸ καλῶς ὁ Τρύφων, φησὶ, συναλείψας ἐν τῷ δῶκα συνάπτει τὸ ἑκών, ἵνʼ ᾖ δῶκʼ 4 ἀέκων ἀέκοντί γε θυμῷ. ἢ ἑκὼν ἐγώ σοι ἔδωκα ἀεκούσης μου τῆς διανοίας, ἐστι καίπερ μὴ βουλόμενος.
ρισσῶς, ὁμοίως τῷ “ὡς περὶ μὲν νόον ἐστὶ, περὶ δʼ ἱρὰ θεοῖσι” (Od. 1, 66). τὸ δὲ κῆρι οὐδέτερον ὅταν ᾖ, προπερισπᾶται (ἐκ γὰρ τοῦ κέαρι συνήλειπται), ὅταν δὲ θηλυκὸν ῃ, ὀξύνεται. ἐνθάδε δὲ οὐδέτερόν ἐστιʼ προπερισπασθήσεται ἄρα.
γὰρ διὰ ταῦτα πάντα ἔντιμος εἶναι, διά τε τὴν εὐγένειαν καὶ διότι Διὸς γυνὴ τοῦ πάντων βασιλέως.
ὅτι αὐτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο· ἄπιστοι γὰρ Λυκάονες, ὡς καὶ Ἀριστοτέλης μαρτυρεῖ. ἄλλοι δὲ καὶ αὐτοῖς τοῖς Ὁμήρου λύοντες φασὶ προειρηκέναι τὸν ποιητὴν “πειρᾶν τʼ αἴ κε θέλῃσιν,” οὐ πείθειν.
νονται οἷον Σακάδας Σακάδα, Τιμαχίδας Τιμαχίδᾳ, Σουίδας Σουίδα, Λεωνίδας Λεωνίδα, Χαρμάδας Χαρμάδα. δεῖ δὲ προσθεῖναι χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματος γένωνται· ἐκεῖνα γὰρ περιττοσυλλά- βως κλίνονται ἤγουν διὰ τοῦ ντ, οἷον οἶδα Οἴδας Οἴδαντος, μείδω Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας Χαρίδαντος, φείδομαι
Ἀφείδας Ἀφείδαντος. τούτων οὕτως ἐχόντων, τὸ ὑπερκύδαντας Ἀχαιούς μήποτε ἀπὸ βαρυτόνου ῥήματός ἐστι τοῦ κυδαίνω τοῦ σημαίνοντος τὸ δοξάζω. γέγονε κυδάεις κυδάεντος κυδάεντας καὶ ὑπερ- κυδάεντας. λέγουσι δέ τινες ὅτι ἐν τοῖς ἐπιμερισμοῖς λέγει ὁ Ἡρω- διανὸς ὅτι μετοχή ἐστιν· λέγει γὰρ ὅτι ἐστὶ κυδαίνω ὑπερκυδαίνω,
ἐκύδανα κυδάνας ὑπερκυδάνας ὑπερκυδάναντας καὶ κατὰ συγκοπὴν ὑπερκύδαντας. ἐν δὲ τῷ ὀνοματικῷ λέγει ὅτι ὄνομά ἐστι. καὶ μᾶλ- λον ὄνομα δεῖ λέγειν αὐτὸ ἤπερ μετοχήν· τῷ γὰρ ὀνοματικῷ μᾶλλον 6 πιστευτέον ἢ τοῖς ἐπιμερισμοῖς. τοῦτο γὰρ ώμολόγηται εἶναι Ἡρωδιανοῦ. ἀλλʼ εἰσὶ καὶ ψευδεπίγραφοι.
δηλοῖ. τὸ θάμβος δὲ οὐδετέρως παρʼ Ὁμήρῳ, Σιμωνίδης δὲ ἀρσε- νικῶς.
σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ” (Il. 3 454)· τῶν δὲ ἐπικού- ρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον (σημεῖον δὲ ἡ τῶν ἵππων αὐτοῦ ἐπʼ οἴκου κατάλειψις, ἵνα μὴ δαπανᾷ Il. 5, 192), καὶ ὅτι φύσει ἐπίορκος· τὸ γὰρ ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι, ὅθεν ἐκεῖνος ἦν, ἐπίορκον. τινὲς δὲ οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυνα-
μένου τρῶσαι καὶ καταστοχάσασθαι, οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει 7 τις ἢ Ἀλέξανδρος μόνος καὶ Πάνδαρος εὐφυὴς οὕτως ὡς καὶ ἐπι- φωνῆσαι τὸν ποιητὴν “Πάνδαρος ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδω- κεν” (Il. 2, 827), ὃ σημαίνει τὴν τοξικήν. ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξότην.
Μενελάῳ, ὡς καὶ ἐπʼ ἐκείνου “ἦ καὶ ἐπʼ Ἀντινόῳ ἴθυνεν ” (Od. 22, 8). Μενεκράτης δὲ ὁ Μιλήσιος ὑφʼ ἓν, ἐπιπροέμεν, ὁμοίως τῷ ἐπι- προίηλε καὶ ἐπιπροέηκε, ἵνʼ ἔμφασις μᾶλλον γένηται.
πρόθεσις.
ἱκνεῖσθαι, ἢ ὡς ὁ Πορφύριος λέγει, τὸν τομίαν. συμβαίνει γὰρ, φησὶ, πολλάκις τῶν ἀγρίων αἰγῶν τοὺς τελείους διωκομένους ἐν ταῖς θήραις κατὰ τὴν παράτριψιν ἀποβάλλειν τὰ γεννητικὰ μόρια.
8
παρεπομένων, τοῦ “ἕλκε δʼ ὁμοῦ” καὶ “νευρὴν μὲν μαζῷ πέλα- σεν,” συνίστησι τὴν ἔντασιν γεγενημένην, εἶδʼ ἑξῆς λέγει, ἐπειδὴ ἐνετάθη καὶ κυκλοτερὲς ἐγένετο, ἀπέστειλε τὸ βέλος.
ἁπλοῦν αὐτοῦ ἐστὶ πτέσθαι. πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυ- λάσσει τὸν αὐτὸν τόνον.
κον μέχρι τῶν γονάτων ἀπὸ τῶν λαγόνων.
χρωτὶ κατὰ τὰ κοῖλα καὶ τὰς λαγόνας ἡ μίτρα.
272), καθὸ ἠμαύρωσε τὴν φορὰν τοῦ δόρατος, ὅμως μέντοι διεκόπη, καθάπερ νῦν ἐπὶ τῆς μίτρας λέγει. τὸ δὲ ἔρυτο ψιλοῦται καὶ προπα- ροξύνεται· οὕτως Ἀρίσταρχος, καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι γάρ τι ῥῆμα ἐρύω· τούτου ὁ παρατατικὸς παθητικὸς γίνεται εἰρυό- μην, τὸ τρίτον εἰρύετο, ὃ ἐν συναλοιφῇ καὶ ἐνδείᾳ τοῦ ῑ ἐγένετο
ἔρυτο.
ὅτι τὸ ἀκρότατον οὐχ ὑπερθετικόν ἐστιν, ἀλλʼ ἀντὶ τοῦ ἄκρον τὸν χρῶτα.
τοῦ θεραπευθέντος τραύματος.
Ἀριστοφάνη μόνως δυϊκῶς.
τῶν χαλκευτικῶν σφυρῶν.
οὐ πυθόμην” (Od. 23, 40). εἰσὶ δὲ οἳ ἀναγινώσκουσιν “ὡς δʼ εἶδεν νεῦρον τε,” ὁμοίως τῷ “ὡς εἶδεν δύο φῶτε” (Il. 5, 572), οὐχ ὑγιῶς. ἐνθάδε γὰρ οὐ καλῶς δυνάμεθα ἀναγνῶναι ἢ φυλάσσοντες τὴν εῑ δίφθογ- γον. ἐπὶ δὲ τούτων παραφύλαξαι ὅτι ὅταν ἡ προκειμένη λέξις εἰς τὸ ε καταλήγῃ, ἤτοι διαστέλλει τὸ ῑ ἀπʼ αὐτῆς μετὰ συστολῆς, ἢ ἔκθλιψιν
ποιεῖται τοῦ ε, ἔκθλιψιν μὲν οὕτως “τὲν δʼ δεν Αἰνείας” (Il. 5, 166) “νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος” (Il. 2, 82), διαστολὴν δὲ οὕτως μετὰ 11 συστολῆς “τὴν δὲ ἴδεν προμολοῦσαν” (Il. 18, 382) “τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ” (Od. 5, 333). οὕτως οὖν καὶ ἐνθάδε.
σύμπτωμα τῆς τύχης εἰς παραμυθίαν δέχεσθαι.
οὕτως, ἀλλὰ καθολικῶς ἐπὶ τῶν παραβαινόντων τὰ ὅρκια.
καταστάσεως παρασκευαστική ἐστιν.
12 πρότερον ὑπάρχον ἄδιψον γενέσθαι διὰ τῶν Δαναοῦ θυγατέρων ἐποίησεν· ἐκεῖναι γὰρ ὄρυξιν φρεάτων ἐπενόησαν. παραγενομένων δὲ τῶν Αἰγυπτίων ἐπὶ τὸν τῶν Δαναοῦ θυγατέρων γάμον, αἱ Δα- ναῒδες κατὰ τὰς τοῦ πατρὸς ὑποθήκας ἐδολοφόνησαν αὐτούς· ἐκεῖνος γὰρ αὐταῖς συνεβούλευσε τοὺς τὴν παρθενίαν ἀφαιρουμένους ἀμύ-
νασθαι. Ὑπερμνήστρα οὖν μόνη Λυγκέα περιέσωσε καὶ ἐτήρησεν· καὶ γὰρ ἐκεῖνος αὐτῆς τὴν παρθενίαν ἔσωσεν. ὅθεν γυναῖκα λαβὼν αὐτὴν ὕστερον συνετήρησεν. πολυδίψιον οὖν ἤτοι πολυδιάφθορον διὰ πολέμους. ἢ πολυπόθητον, μεταφορικῶς ἀπὸ τῶν διψώντων καὶ ἐπιθυ- μούντων πότου· ἐξ οὗ ἄνυδρον. ἢ βλαβερόν, ἀπὸ τοῦ ἴψιον.
θώρακι· “καὶ ζῶμα φαεινόν” (Od. 14, 482) διὰ τὸν χαλκόν. ἡ μίτρα οὖν ἔσωθεν ἐριώδης ἐστὶ, περὶ τὴν ἐπιφάνειαν χαλκῆ ὑπάρχουσα.
λόγος πρὸς τὰ ἑξῆς.
ἐπὶ Μενελάου· χριστὰ, “ἰοὺς χρίεσθαι·” πότιμα, ὡς ἐπὶ Ἑλένης. τρεῖς βελουλκίας οἶδεν· ἐξολκὴν, ὡς ἐπὶ Μενελάου· ἐκτομὴν, ὡς ἐπὶ Εὐρυπόλου· διωσμὸν, ὡς ἐπὶ Διομήδους. τὸ δὲ παύσῃσιν ἀντὶ τοῦ παύσειεν ἂν, ὡς τὸ “ἰχθὺς ὅς κε φάγῃσιν” (Il. 21, 127), ὅτι καὶ τοῦτο οὕτως λέγει ἀντὶ τοῦ ὃς φάγοι ἄν.
ται πρὸς Μαχάονα ὑπὸ τοῦ κήρυκος.
γὰρ τὸ ἐστίν ἐν ἀμφοτέροις.
μησε κατὰ τὸ ἐρωτικόν.
λωνίτης κυκλόσε, ὡς “πόσε φεύγετε” (Il. 16, 422), ὅπερ καὶ πιθα- νώτερον. οὐ γὰρ δύναται ἐντελὴς εἶναι ἡ σύνταξις τοῦ Ἀριστάρχου, ἀγηγέρατο κύκλος· λείπει γάρ τι. διὸ ὁ Ἀρίσταρχος ἔξωθεν προστί- θησι τὸ γενόμενοι· εἰ δὲ προστίθησιν, ἄμεινον αὐτόθεν ἀναγινώσκειν κυκλόσε· τοιοῦτο γὰρ τὸ ἐπίρρημα τὴν προκειμένην σχέσιν σημαῖνον.
εἰ δέ τις λέγοι, διὰ τί γὰρ τὸ ἀγρόμενοι πᾶς δῆμος εὐπαράδεκτόν ἐστιν, οὐκέτι δὲ τὸ ἀγηγέρατο κύκλος, ἴστω ὅτι τὸ δῆμος τῇ μὲν φωνῇ ἑνικόν ἐστι, τῷ δὲ σημαινομένῳ πληθυντικόν· τῷ οὖν σημαι- νομένῳ ἡ σύνταξις ἐγένετο, ὡς καὶ ἐπὶ τοῦ “ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο” (Il. 15, 305). οὔ γε μὴν ὁ κύκλος ἔχεται τού-
του τοῦ σημαινομένου· διὸ οὐδὲ ἐντελὴς ἡ τοιαύτη σύνταξις ἐπʼ αὐτῷ δύναται γενέσθαι.
(Il. 3, 367), ἤτοι συνεσταλμένης τῆς ἀρχῆς ποιητικῶς, ἢ τοῦ ε ἀφῃρημένου ἀπὸ τοῦ ἔαγεν. ἐὰν δὲ τοῖς ἑξῆς προσδῶμεν αὐτὸ, ἔσται εἰς τοὐπίσω ἤχθησαν, τουτέστιν ὑπέστρεψαν.
υἱὸς Κρόνου καὶ Φιλύρας, ἢ ὡς ἔνιοι Ποσειδῶνος.
καὶ ὁμόχρονά ἐστιν, οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι, ἴστω ὅτι ἐκ συγκοπῆς ἐστὶ τοῦτο τοῦ ἔδυσαν. ἐν δὲ τοῖς τοιούτοις τρίτοις ἡ συγκοπὴ ἀναδέχεται λῆξιν τὴν αὐτὴν τῇ παραληγούσῃ τῆς γενικῆς τῆς κατὰ τὴν μετοχὴν, ἔστησαν ἔσταν, στάντος γάρ· ἔβησαν ἔβαν, βάντος γάρ· ἐκοσμήθησαν ἐκόσμηθεν, κοσμηθέντος γάρ· “φάνεν δέ
15 οἱ εὐρέες ὦμοι” (Od. 18, 68), φανέντος γάρ· ἔφυμεν ἔφυτε ἔφυσαν ἔφυν, ἐπεὶ φύντος· ἔδυμεν ἔδυτε ἔδυσαν ἔδυν, ἐπεὶ δύντος. περὶ δὲ τοῦ “τῆς δʼ ἦν τρεῖς κεφαλαί” (Hesiod. Th. 321) ἐν τοῖς περὶ ῥήματος ἐροῦμεν. τὸ μέντοι γε ἔδυν ἑνικὸν ἐκτείνεται, ἐπεὶ πᾶς δεύ- τερος ἀόριστος ἐπὶ τῶν εἰς μῑ μακροκατάληκτός ἐστιν, ἔγνων ἑάλων
ἐξέτρων ἔτλην ἔστην ἔδην ἔφην. ἔφυν ἄρα καὶ ἔδυν.
προφέρεται τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τρισυλλάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλους διεσταλμένον τὸ ῑ ἀπὸ ἑτέρου φωνήεντος, οἷον Παν- θοίδης Βοηθοίδης Πηλείδης· οὐδʼ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλ- λάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡς ὅτι ἐντελές ἐστι τὸ
κατὰ διάλυσιν τοῦ ῑ, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικὸν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ ᾱ καὶ τοῦ ῑ πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραίδης ἐγένετο.
πάσης κακοπαθείας.
3, 20). οὕτως δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης, συγκατατιθέμενος Ἀριστάρχῳ. ὁ μέντοι γε Ἑρμαπίας ἀναγινώσκει ψεύδεσσιν ὡς 16 τείχεσσιν, ἐπεὶ οὐδέποτε, φησὶν, οἶδεν ὁ ποιητὴς ἀπλοῦν τὸ ψευδής, ἐν δὲ συνθέτῳ, φιλοψευδής (Il. 12, 164), ἀψευδής (Il. 18. 46)· ἢ οἶδεν ἑτέρως λεγόμενον τὸ “ψεῦσταί τʼ ὀρχησταί τε” (Il. 24, 261). συνεχῶς δὲ τὸ ψεῦδος “ὦ γέρον, οὔτι ψεῦδος” (Il. 9, 115) “ψεῦδος δʼ οὐκ ἐρέει” (Od. 3, 20) “ἴσκε ψεύδεα πολλά” (Od. 19, 203).
ταῦτα ὁ Ἡρωδιανός· καὶ μᾶλλον πειστέον Ἀριστάρχῳ ἢ τῷ Ἑρ- μαππίᾳ, εἰ καὶ δοκεῖ ἀληθεύειν.
ἐκ τοῦ ἕστατε ἔκτασις ἐγένετο τοῦ ᾱ εἰς η· στάτε δὲ οὐ γίνεται. ἔνθεν δύναται δασύνεσθαι· τὸ γὰρ αὐτό ἐστι τῷ ἑστήκαμεν τὸ ἔστατε.
πεδίου.
φειν· ἔστι γὰρ Αἰολικὴ ἡ ἀντωνυμία.
γας καλοῦμεν.
Αἴαντος, πρὸς τοὺς ὑποτάσσοντας τοῖς Ἀθηναίοις τὸν Τελαμώνιον (Il. 2, 557).
δὲ ἰόντι Ἀρίσταρχος διὰ τοῦ ε, ὁ δὲ Ζηνόδοτος διὰ τοῦ ῑ. στικτέον δὲ μετὰ τὸ μελάντερον, ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον ἠΰτε πίσσα, ἵνʼ ᾖ τῷ αἰπόλῳ πόρρω διατελοῦντι μελάντερον αὐτῷ κατα- φαίνεται τὸ νέφος καὶ ὅμοιον πίσσῃ.
ἀκούσῃ βροντῆς, ἐκτιτρώσκει.
τοῖς δὲ δόρασι πεφρικυῖαι, τουτέστιν ὠρθωμένα ἔχουσαι τὰ δόρατα. ἡ ἑτέρα δὲ τῶν Ἀριστάρχου βεβριθυῖαι εἶχεν· καὶ μήποτε λόγον ἔχει, ὡς ἐκεῖ “βεβρίθει δὲ σάκεσιν” (Od. 16, 474).
κέρως ἑστῶτας, ὄπισθεν δὲ τοὺς ἐπὶ τοῦ ἀριστεροῦ, ὧν εἰκὸς μεταξὺ τετάχθαι τοὺς δειλούς· οὕτω γὰρ λόγον ἕξει τὸ “ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ” (300)· ἐπὶ γὰρ μετώπου τάσσει τὴν φάλαγγα, οὐ κατὰ βάθους, μεταξὺ δὲ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλλεν.
κρατήσας ἐπιβῇ, μάχηται καὶ μὴ ἐξελαύνειν σπουδάζῃ· οἱ δὲ οὕτως, ὅστις δʼ ἂν, φησὶν, ἀποπέσῃ τοῦ ἰδίου ἅρματος καὶ ἐπὶ τοῦ πλησίον παραγένηται, μὴ ἡνιοχείτω διὰ τὸ εἶναι αὐτὸν ἐν ἀγνοίᾳ τοῦ ἤθους τῶν ἵππων, δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους, ὅ ἐστι πολεμείτω.
ε “πόλεως χρυσείην,” “ἑκατὸν πόλεων.” πιθανὸν οὖν ἐστὶν ἐκδέ- 19 ξασθαι ἐνθάδε ἐπὶ τῶν πόλεων τὸ σημαινόμενον, ἐπεὶ καὶ τείχεα ἐπιφέρει.
θυμόν—ὡς ὁ γέρων ὤτρυνεν, οἷον τοῦτον τὸν τρόπον ἐστρατήγουν οἱ παλαιοὶ ὡς ὁ Νέστωρ. πρὸς δὲ τῷ γελοῖον εἶναι τὸ διανόημα, οὐδὲ εἰώθει μετάβασιν τοιαύτην ὁ ποιητὴς ἀπὸ τῶν προσώπων ποιεῖσθαι.
φαύλου λαμβάνει, οἷον ἐνταῦθα “ἀλλά σε γῆρας τείρει ὁμοίιον” καὶ “ἀλλ᾿ ἤτοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν” (Od. 3, 236) “ὁπότʼ ἂν τέλος ἔλθῃ ὁμοιίου πτολέμοιο” (Il. 9, 440).
έβαλον, καὶ οὕτως ἐνίκησαν. θάψαντες δὲ τὸν Ἐρευθαλίωνα καὶ τοὺς φίλους ἐπέγραψαν τῷ τάφῳ τόδε τὸ ἐπίγραμμα· “ἐνθάδ᾿ Ἐρευθαλίωνι φίλοις τʼ ἐπὶ τύμβον ἔθηκαν Ἀρκαδίης βασιλῆς, γένος ἔξοχον Ἱππομέδοντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμά- σαντο.” ἱστορεῖ Ἀρίαιθος. κατέκταν δὲ μετὰ τοῦ ν αἱ Ἀριστάρχου,
καὶ ἐν ἐκτάσει τοῦ ᾱ Δωρικῇ οὔσῃ, ὡς ἔβαν ἐγώ. ἡ γὰρ χρῆσις τοιαύτη ἦν παρὰ Ἀττικοῖς· παρὰ γὰρ τὸ κτῶ καὶ κτῆμι κινήματα ἱκανὰ ἐξέπιπτεν· δεύτερος μὲν αὐτὸς ἀόριστος, ὀφείλων εἶναι κοι- νῶς ἔκτην, γινόμενος δὲ κατὰ Δωρίδα ἔκταν, ὃς ἐν χρήσει ὁρᾶται Ἀττικοῖς. Εὐριπίδης Πλεισθένει “οὐ τὸν σὸν ἔκταν πατέρα,
πολέμιόν γε μήν·” Αἰσχύλος δὲ Παλαμήδει “τίνος κατέκτας ἕνεκα 20 παῖδʼ ἐμὸν βλάβης,” καὶ ἐν Σεμέλῃ ἢ ὑδροφόροις “Ζεὺς ὃς κατέκτα τοῦτον.” ἐπίσταται ὁ ποιητὴς καὶ τὸ πληθυντικόν “ἡμεῖς ἕρμα πόλιος ἀπέκταμεν” (Od. 23, 121) καὶ τρίτον πρόσωπον πληθυντικὸν πρώτου ἀορίστου παθητικοῦ κατὰ συγκοπήν “οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισι” (Od. 4, 537) καὶ μέσον δεύτερον
ἀόριστον “Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος” (Il. 15, 437), ᾦ ἀκόλουθον ἀπαρέμφατον τὸ “κτάσθαι τε πολίτας” (ib. 558)· μετοχαί τε σημαίνουσαι τὸ κτῆμι, τε κτάς καὶ κτάμενος, ἀπαρέμφατόν τε ἐνεργητικὸν τὸ κτάμεναι. ὑγιῶς ἄρα Ἀρισταρχος ἔκταν γράφει, ὡς ἔκταν ἐγώ.
μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, ἄλλῳ δʼ ἐν στήθεσσιν” (Il. 13, 729).
νέοι, ὁπλότεροι δὲ συγκριτικῶς ἀντὶ τοῦ ἐμοῦ νεώτεροι. οὐδέποτε γὰρ ἀντὶ τοῦ νέοι εἴρηκε τὸ ὁπλότεροι· τὸ δὲ νεώτεροι κατʼ ἀμφοτέρων τίθεται παρʼ αὐτῷ, καὶ συγκριτικῶς καὶ ἀπολελυμένως.
τασιν τοῦ ὁ εἰς τὸ ω γέγονε Πετεώς, εἶτα ἡ γενικὴ τοῦ Πετεῶ, καὶ κατὰ πλεονασμὸν τοῦ ο γέγονε Πετεῶο.
ἐνήλλακται· ἔστι γὰρ ἀντὶ τοῦ ὡς ἐπὶ Τρῶας ὁρμήσειεν. καὶ ὅτι κατʼ Ἀρίσταρχον ἄμεινον ἔχει τὸ Ἀχαιῶν ἀκούειν ἐπʼ Ἀχαιούς· πιθανὸν γὰρ ἐπιμένειν τοὺς Ἕλληνας ἕως ἂν προεπιχειρήσωσιν αὐτοῖς οἱ βάρβαροι καὶ τρόπον τινὰ δεύτερον μετὰ Πάνδαρον παρασπον- δήσωσιν. διὸ καὶ μήποτε ἄμεινον ἐν τῇ πολυστίχῳ φέρεται “ἕστασαν
ὁππότε κέν τις ἐναντίον ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καἰ ἄρξειεν πολέμοιο.”
ἐπιπλήξει φαίδιμος ἄν νῦν λέγοιτο.
νεσθαι, ἐπεὶ ἡ ἀκοὴ εἶδός ἐστιν αἰσθήσεως, καὶ τὸ “οὐδὲ πληγῆς ἀΐοντες” (Il. 11, 532). οὐ λέγει δὲ τῆς ἐμῆς δαιτὸς πρῶτοι ἀκούετε, ἀλλὰ πρῶτοί μου ἀκούετε περὶ δαιτός. οὕτως Ἀρίσταρχος. λείπειν δέ φασι τὴν περί ἐθίμως, ἵνʼ ᾖ οἳ περὶ δαιτὸς πρῶτοι ἐμοῦ μετα- λαμβάνετε. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ ἀντωνυμιῶν (p. 137 ═
397).
περιφραστικῶς.
ἐξέβαλε Πολυνείκην τὸν ἀδελφὸν αὑτοῦ ὡς πρεσβύτερος· παραγενό- μενος δὲ οὗτος εἰς Ἄργος εὗρε Τυδέα φυγάδα· βοηθῶν γὰρ κἀκεῖνος τῷ πατρὶ, τὸν ἐναντιούμενον ἀποκτείνας ἀνεψιὸν ἔφυγεν. Ἄδραστος δὲ θεασάμενος αὐτοὺς ἠμφιεσμένους θηρῶν δορὰς, Τυδέα μὲν συὸς, Πολυνείκην δὲ λέοντος, συνέβαλε τὸν χρησμόν· ἦν γὰρ αὐτῷ
δεδομένος κάπρῳ καὶ λέοντι ζεῦξαι τὰς θυγατέρας. καὶ δίδωσι Τυδεῖ μὲν Δηϊπύλην, Ἀργείαν δὲ Πολυνείκει. πέμψας δὲ εἰς Μυκήνας συμμαχίαν ᾔτει ἐπὶ Θηβαίους. Θυέστης μὲν οὖν προθύ- μως ἐδίδου, σημεῖα δὲ αὐτὸν ἐκώλυσε φαῦλα. ἐπελθόντες οὖν ἐν ταῖς Θήβαις οἱ Ἀργεῖοι πέμπουσι πρεσβευτὴν Τυδέα, ὃς κατα-
λαβὼν γυμνικὸν ἀγῶνα καὶ συμμαχούσης Ἀθηνᾶς νικᾷ τὰ πάντα, 23 ὑποστρέφων δὲ πεντήκοντα νεανίας ἐνεδρεύοντας αὐτὸν συλλαβεῖν ἀναιρεῖ.
ἐν ταῖς λιταῖς πρεσβεύει.
μὴ τὸ λέχος ἔγκειται, ἐχεποίην, πλεονασμῷ τοῦ λ. ὥστε εἰ μὲν τὸ ἔχειν ἔγκειται, πλεονασμὸς, εἰ δὲ τὸ λέχος, ἀντίθεσις, πρὸς τὴν διάφορον ἐτυμολογίαν διάφορον πάθος.
Ἀθηνᾶς πρὸς τὸν Διομήδη λόγῳ (Il. 5, 808) οὐκέτι.
οὐδὲ ὑβρίζεται.”
πρὸς τὴν ἀπολογίαν ὀκνήσῃ· διὸ οὐδὲν προσφθέγγεται ὁ Διομήδης.
ἐκλήθησαν τῶν ἐπὶ Θήβας στρατευσαμένων οἱ παῖδες.
δὲ ἐπὶ πάντων τῶν στρατευσάντων, συγχεῖται τὸ δυϊκὸν καὶ ἐκλύεται ἡ ἀλκή· γίνονται γὰρ οἱ πατέρες ἀλκιμώτεροι, οὗτοι δὲ διὰ τὸ τοὺς θεοὺς συνεργεῖν πεπορθηκότες.
Ἀττικὸν, ὅμοιον τῷ “μὴ ψεῦσον ὁ Ζεῦ.” (Arist. Thesm. 870.) Ἀπολλώνιος δὲ διαστέλλει τὸ ἐν, ἵνα γένηται ἐν ὁμοίᾳ.
ἐξ αὐτοῦ τέττης, καὶ κλητικὴ τέττα. οὕτω Σωτηρᾶς.
τὸν ἀνδρεῖον φόβος κατέλαβεν.
κοίλοις τραύμασιν ὀθόνια πρὸς ἀναπλήρωσιν τῆς σαρκός.
γῆν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν οὖν ὀρυμαγδὸς ἔνθα ὄρνυται ὅμαδος.
χειμάρρους· Νικίας δὲ ὡς εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροος ᾖ γεγονὸς, εἴ γε μᾶλλον ἐντελέστερον. οἶδε δὲ τὸ ἑνικὸν ἐν τῇ συνθέσει ἤπερ τὸ συνηλειμμένον· “ὅσσους Ἑλλήσποντος ἀγάρροος” (Il. 2, 845) “στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ” (Il. 5, 598) “ἐς ποταμὸν εἰλεῦντο βαθύρροον” 21, 8) “ἀψορρόου Ὠκεανοῖο” (Il.
18, 399). σπανίως δὲ τὸ ἕτερον· ʼχειμάρρους κατʼ ὄρεσφιν ὄπαζεν” (Il. 11, 493) “ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ” (Il. 5, 87). τὸ 26 μέντοι γε ἀπλοῦν ἀεὶ ἐντελῶς ἀποφαίνεται ῥόος· “ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος” (Il. 21, 241).
ἐγκεχαράχθαι τῇ φορῷ τοῦ ὕδατος.
καὶ ταχὺς ὑπόκειται, εἰκότως καὶ φονεύει πρῶτος. ἐμοὶ δὲ δοκεῖ ἀπʼ ἐλάσσονος ἦρχθαι τὸν ποιητὴν, τὸ τῆς τύχης αἰνισσόμενος κράτος.
ὅτι τάχιστον αὐτὸν προσυνίστησι διὰ τῶν ἄλλων καὶ εὐκίνητον.
ἐπὶ τοῦ “καὶ Ἀργεάδην πολύμηλον” (Il. 16, 417).
Δίδυμος δὲ πάντα τὰ ὅρη ἴδας λέγει, ἀπὸ τοῦ δύνασθαι ἀπʼ αὐτῶν πάντα καθορᾶν.
ἀπὸ τοῦ ἡμένη, ὁ ὁμαλὸς τόπος, ὡς δεξάμενος δεξαμενή, ἀκεσσάμενος ἀκεσσαμενή, εἶτα κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ ᾱ ἑαμένη, ὡς ἥλω ἑάλω, ἤγη ἐάγη, καὶ κατὰ πλεονασμὸν τοῦ ῑ εἱαμενή.
δίδωσι διʼ ἣν παρὰ ταῖς τῶν ποταμῶν ἀναβολαῖς τίθεται τὰ δρυτο- μούμενα ξύλα· “ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίονδε κάτεισι χει- μάρρους κατʼ ὄρεσφιν, ὀπαζόμενος Διὸς ὄμβρῳ, πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας” (Il. 11, 493). τούτου χάριν ἵνα κατάγηται ὑπὸ τοῦ ῥεύματος.
μέρος λόγου.
νόθος καλεῖται παῖς, καὶ ἄλλος σκότιος, καὶ ἄλλος παρθένιος. γνή- σιος μὲν οὖν καλεῖται ὁ ἐκ νομίμων γάμων, νόθος δὲ ὁ ἐκ παλλάκης· καὶ φησιν “εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω” (Il. 11, 102). σκότιος δὲ ὁ ἐκ λαθραίας μίξεως, οἷον “σκότιον δέ ἑ γείνατο μήτηρ” (Il. 6, 24). παρθένιος δὲ ὁ ἐκ τῆς παρθένου ἔτι νομιζομένης γεννώ-
μενος, ὡς τὸ “παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη” (ib. 180). γίνεται δὲ νόθος νόθιος καὶ ἐν ὑπερθέσει ὀθνεῖος.
κόρταφος καὶ κρόταφος. ἡ διπλῆ δὲ, διότι προειπὼν τὴν κεφαλὴν διέσταλκε κατὰ μέρος τὸν κρόταφον.
δὲ μόνην τὴν τῆς Ἰλίου ἀκρόπολιν Πέργαμον καλεῖ, οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπόλεις. ἰστέον δὲ ὅτι οἱ παλαιοὶ κτίζοντες τὰς πό- λεις ἐν τοῖς ὑψηλοτέροις τόποις τὰς ἀκροπόλεις ἐποίουν διὰ τὸ ἐκεῖσε προσφεύγειν ἀπὸ τῶν κοιλοτέρων τόπων τοὺς ἐνοικοῦντας ἐν τοῖς κατακλυσμοῖς.
τοῦτο μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνεσθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιτ- τῶν. ἤμελλε γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν· τοιαῦτα γὰρ τὰ νευρώδη πάντα. οἱ δὲ ἠτυμολό- γησαν παρὰ τὸ χεῖσθαι, οὐ καλῶς.
ἀπόφασιν, οὐκέτι, ἵνα ᾖ τὸ ἑξῆς ἀρχὴ ἔτι. φέρεται δὲ καὶ ἑτέρα ἀνάγνωσις, οὔ κέ τι, ἐν παραλλήλοις δύο ὀξείαις, ἵνα τρία μέρη λόγου γένηται, οὔ καὶ ὁ κε σύνδεσμος καὶ τὸ τι, ἵνα τὸ ἑξῆς ᾖ οὐκ ἂν ὀνόσαιτο καὶ φανέντα.
δέχεται τοιαύτην, ἀπόφασιν γεγονότος πράγματος, οἷον “οὐκέτι φιλο- λογεῖ·” πρότερον γάρ τις ἐφιλολόγει· οὐκέτι περιπατεῖ. ἐὰν οὖν παραλάβωμεν οὐκέτι ἔργον ὀνόσαιτο, τοιοῦτό τι παραληψόμεθα, ὡς ὅτι πρότερον μὲν ὀνοτὸν ἦν τὸ ἔργον, νῦν δὲ οὐκέτι. ἔνθεν οἶμαι τρία μέρη λόγου παρελάμβανον, οἱ δὲ κατὰ παρολκὴν τὸ ἔτι, οἷον τὸ ἐν
τῇ Ὀδυσσείᾳ (5, 153) “ἔνθ᾿ οὐκέτι ἥνδανε νύμφη.”
ἐδύνατο πορευθῆναι, ἦγε δὲ αὐτὸν ἡ Ἀθηνᾶ ἁπτομένη τῆς χειρὸς καὶ τὰ φερόμενα ἀπέτρεπε βέλη.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.