EIΣ THN Γ.
ρντόνως. οἱ μὲν οὖν ὀξυτόνως ἀνεγνώκασιν, ὡς Καλλίμαχος, οἱ δὲ βαρυτόνως λόγῳ τῷδε· πᾶσα λέξις εἰς αρ λήγουσα βαρύνεται, οἷον ἄφαρ εἶθαρ μάκαρ δάμαρ στέαρ οὖθαρ. ῥητέον δὲ ὅτι οὐδεὶς συμ- πλεκτικὸς ἢ περισπᾶται ἢ βαρύνεται, πάντες δὲ ὀξύνονται.
ὅλων τάξις κόσμος ὑπὸ Πυθαγόρου εἴρηται· ἡ δὲ διάλεκτος Δωρίς. εὐταξία δὲ μάλιστα πόλεμος κατορθοῦται.
πρόκειται, καὶ ἀνεστραμμένη ἡ περίοδός ἐστιν.
γήν. τὰ δὲ δειλότερα τῶν ζώων φωνητικώτερα μᾶλλον τῶν ἀν- δρείων.
τοῦ μήκους πολεμεῖν πρὸς αὐτούς.
ἐλαφρὰ τὰ τοῦ Ἡφαίστου ὅπλα τῷ Ἀχιλλεῖ. ἐν ἐνίαις δὲ τῶν ἐκδόσεων, τῇ τε Χίᾳ καὶ τῇ Μασσαλιωτικῇ καί τισιν ἄλλαις, ἐκ πλήρους ἐγέγραπτο “ηὖτε ὄρευς κορυφῇσι,” παρὰ τὸ εἰωθὸς Ὁμήρῳ· ἐκ πλήρους γὰρ παρʼ ἕκαστα γράφειν ὄρεος. εἰσὶ δὲ οἱ καὶ ἑτέρως ἀκούουσι τὸ εὖτε, ἀντὶ τοῦ ὅτε, καθάπερ καὶ ἐν ἄλλοις· “εὖτε γὰρ
ἠέλιος φαέθων” (Il. 11, 735) καὶ “εὖτʼ ἀστὴρ ὑπερέσχε” (Od. 13, 93). λαμβάνουσι δὲ ὑπὸ μίαν περιγραφὴν τὸ ὄλον· *εὖτ᾿ ὄρεος κορυφῇσι νότος κατέχευεν ὁμίχλην ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, τόσσον τίς τʼ ἐπιλεύσσει ὅσον ἐπὶ λᾶαν ἵησιν·” ὁπότε ὁ νότος ταῖς τοῦ ὄρους κορυφαῖς κατέχεεν ὁμίχλην
τοῖς μὲν ποιμέσιν οὐ προσφιλῆ, τῷ δὲ κλέπτῃ νυκτὸς κρείσσονα, τότε ἐπὶ τοσοῦτον δύναταί τις βλέπειν ὅσον ἐστὶ λίθου βολῆς διάστημα. ἄμεινον δὲ τὸ πρότερον· τῷ γὰρ ὥσπερ ἀνταποδίδοται τὸ ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος. ταῦτα ὁ Δίδυμος.
2 κατʼ αἰτιατικήν ἐστι, χωρὶς τοῦ ν γράφεται· ἀνάλογον γάρ ἐστι τῷ ἀμείνονα. ἄλλοι δὲ γράφουσιν ἀντὶ τοῦ νυκτὸς ἀμείνω.`
καῖς γὰρ ἀντὶ γενικῶν χρῶνται οἱ ποιηταί.
ἄρθρῳ γραφὴ, καίπερ οὐκ οὖσα Ἀριστάρχειος· σύνηθες γὰρ τῷ ποιητῇ ἐπὶ τῶν αὐτῶν μένοντι ὑπόνοιαν παρέχειν ὡς περὶ ἑτέρου διαλέγοιτο προσθέσει ἄρθρου καὶ μεταλλάξει τοῦ συνδέσμου, ὡς ἐπὶ τοῦ Κύκλωπος “κὰδ δέ μιν ὕπνος ᾔρει πανδαμάτωρ, ὁ δʼ ἐρεύγετο οἰνοβαρείων” (Od. 9, 372) ἀντὶ τοῦ καὶ ἐρεύγετο. Ζηνόδοτος δὲ
συνηθέτηκε τοῖς ἑξῆς. οὐ συναθετουμένου δὲ δεῖ κοινὸν παραλαβεῖν “αὐτὰρ ὁ δοῦρε δύω ἔχων,” καὶ νοεῖν τὸ ἄρθρον ἐξ ἐπαναλήψεως παρειλημμένον ἐπὶ τοῦ αὐτοῦ προσώπου.
λοῖτο εἰς μονομαχίαν, ἀλλʼ ὕστερον ἐπὶ τοῦτο ἔρχεται ὀνειδισθεὶς ὑφʼ Ἕκτορος. ἄτοπον δὲ καὶ τὸ ἄμα πάντας προκαλεῖσθαι.
τὰ τυχόντα· οἱ δὲ, ὅτι συγκεκλεισμένοι ὑπὸ Ἀχιλλέως οἱ Τρῶες τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ ᾔδεισαν. καὶ ἐμοὶ μὲν δοκεῖ ὅτι κωμῳδεῖν ἐπανῃρημένος ὁ ποιητὴς καὶ σχῆμα τῆς ὁπλίσεως καὶ θράσος ἀλλότριον τῶν οπλων αὐτῷ προστέθεικεν, ἵνʼ ἐκ τοῦ μέλλοντος φόβου μείζονα προσοφλήσῃ τὸν γέλωτα.
3
σώματος μὴ ἅπτεσθαι λέοντα.
ὃ θερμαινόμενον ποιεῖ τινὰ ἀναθυμίασιν, ἦς μεταλαμβανόμενοι οἱ ὄφεις τῶν φωλεῶν ἐξίασιν εὐθέως.
συναπτέον τοῖς ἑξῆς. ὁ μὲν ἐλάφῳ καὶ τεθνειῶτι, ὁ δὲ λέοντι καὶ πεινῶντι παρείκασται. χαλεπὸς δέ ἐστι πεινῶν ὁ λέων, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ ζώων θερμότερος. ὥσπερ οὖν λέοντα παροξύνει λιμὸς εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτως καὶ νέον ἄνδρα πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται.
γεγονότι παραδόξως ὁρᾶται. ὃ συνέβη Ἀλεξάνδρῳ.
τοῦ ῑ, βαρύνεται, ὦμος. πρόσκειται μὴ ἔχοντα τὸ ῑ διὰ τὸ ῲδός τραγῳδός.
τόνον, πλευραί πλευρά, πυραὶ πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα· διάφορον γὰρ τὸ σημαινόμενον. οὕτως παρειαί παρειά. φασὶ μέντοι Ἀρίσταρχον καὶ Ἀριστοφάνην γράφειν παρειάς σὺν τῷ σ, ἐπειδὴ καὶ παρειάων ἁπαλάων λέγει (ll. 18, 123).
μόνον τοὺς Ῥοδίους, ὥς τινες ᾠήθησαν, διὰ τὸ ἀγείρειν τὴν ἀχὴν, τουτέστι τὴν τροφήν· ὁ γὰρ Ὅμηρος ἀγερώχους τοὺς ἄγαν γεραω- χοὺς καὶ σεμνοὺς λέγει.
τῷ δῇ.
έστιν οὐκ εἶ ἔμψυχος, οὐδὲ τὴν τυχοῦσαν ἔχεις δύναμιν.
διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἢ ἀντὶ τοῦ εἴ· εἰ τοιοῦτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, οὐκ ἂν ὑπομείνειας τὸν ταύτης ἄνδρα. ὃ καὶ προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον.
αὐτὴν ὁδὸν ἄγγελος ἔλθω” (Od. 16, 138)· καί μοι δοκεῖ ἰσοδυνα- μεῖν τῷ εἴ. λέγω δὲ τὸ τοιοῦτον· εἰ ᾔδεις σάφα οἵη περίφρων Πενελόπεια.
ἀποκοπὴ ἐπιπλώς. καὶ τὸ ἐπέπλως δὲ ῥῆμα “τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως” (Od. 3, 15) ὁμοίως ἐκ τοῦ ἐπέπλωσας ἀποκοπή. ὅτι γὰρ τὸ ἐπέπλως οὐκ ἔστιν ἀπὸ θέματος τοῦ πλῶμι δῆλον ἐκ τοῦ μηδὲν εἶναι ὡς ἀπὸ τῶν εἰς μι κίνημα, οὐκ ἀπαρέμφατον ἐπιπλῶναι, οὐκ εὐκτικὸν ἐπιπλοίην, οὐ προστακτικὸν ἐπίπλοθι, οὐκ ἄλλο οὐδέν. ἔδει
δὲ καὶ τὴν μετοχὴν εἶναι ἐπιπλούς ὡς βιούς καὶ γνούς. ὅτι γὰρ οὐ Δωρικῶς ἐτράπη εἰς τὸ ω ὡς βοῦς βῶς, δῆλον ἐκ τοῦ μὴ προκεῖσθαι αὐτοῦ ἐν χρήσει τὸ κοινόν.
πολλὰ δέ ἐστιν ἅπαξ λεγόμενα παρὰ τῷ ποιητῇ.
ἀνταπόδοσις· αἰεί τοι κραδίη πέλεκυς ὥς. ὁ δὲ λόγος, ἐπεί μοι ἐπέπληξας, σιδήρου τομώτερον εἶναί σέ φημι.
δῶρα. διὰ μέσου δὲ ἡ παραβολή.
Πελασγὸς μὲν τὰ πρὸς Ἐρασῖνον ποταμὸν ἔκτισε Λάρισαν, Ἴασος δὲ τὰ πρὸς Ἦλιν. τελευτησάντων δὲ αὐτῶν ὁ νεώτατος ἀδελφὸς Ἀγήνωρ ἐπεστράτευσε τῇ χώρᾳ, πολλὴν ἵππον ἐπαγόμενος, ὅθεν ἐκλήθη ἱππόβοτον μὲν τὸ Ἄργος ἀπὸ τῆς Ἀγήνορος ἵππου, ἀπὸ δὲ Ἰάσου Ἴασον. ἱστορεῖ Ἑλλάνικος ἐν Ἀργολικοῖς.
τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς τὸ ν προσλαμβάνει.
ἄλλʼ ἐπιθεῖτε” (Od. 22, 62). ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ διακρινθεῖμεν, ὥσπερ καὶ τὸ “ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί” (Il. 2. 126).
ἡμεῖς ἄλλον κομίσωμεν ὡς ξένοι, ἐπεὶ καὶ ξένιος Ζεὺς προσαγορεύεται.
κτέον ἤτοι μετέῃσιν ἢ ὀπίσσω· ἡ μὲν οὖν προτέρα τοιοῦτον ποιεῖ τὸν λόγον· τά τε παρόντα καὶ τὰ ὕστερον προορᾶται, ὅπως ἐν ἀμφοτέ- ροις ἄριστα πραχθῇ· ἡ δὲ δευτέρα οὕτως, οἷς δʼ ἂν παρῇ πρεσβύτης εἴς τε τὸ παρὸν καὶ εἰς ὕστερον, οἷον πάντοτε.
ετείλατο γὰρ φέρειν ταχέως, ἐπεὶ παρελκόμενον ἔσται τό καρπα- λίμως.
γάλως. τοῦτο δὲ ἀξιοῖ καὶ Τρύφὼν ἐν τῷ α´ περὶ ἀρχαίας ἀναγνώ- σεως.
καὶ ἡ Ἀριστοφάνους πορφυρέην εἶχον, οὐ μαρμαρέην. καὶ ἔστι πρεπω- δέστερον· καὶ γὰρ ἐπὶ τῶν νυμφῶν “φάρε᾿ ὑφαίνουσιν ἁλιπόρφυρα” (Od. 13, 108).
(Il. 15, 199)· ἐκεῖνο δὲ κατʼ ὀρθὴν τάσιν “ἀπὸ ἔθεν ὤσατο χειρί” (l. 6, 62). ὅθεν ὁ Σιδώνιος μέμφεται Ἀριστάρχῳ μὴ ἐγκλιτικῶς ἀναγνόντι τὸ “πρόσθεν ἔθεν φεύγοντα” (Il. 5. 80)· ἡ γὰρ διάνοια ἀπλῆν αἰτεῖ τὴν μετάληψιν.
Οἰνόμαος.
καὶ ἁρπάσαντες τὴν Ἑλένην κομιδῆ νέαν παρατίθενται εἰς Ἄφιδναν τῆς Ἀττικῆς Αἴθρῃ τῇ Πιτθέως μὲν θυγατρὶ, μητρὶ δὲ Θησέως. οὕτως εἰς Ἅιδου παραγίνονται ἐπὶ τὴν Περσεφόνην. οἱ δὲ Διόσκουροι, μὴ ἀπολαμβάνοντες τὴν ἀδελφὴν, τὴν Ἀττικὴν πορθοῦσιν, Αἴθραν δὲ αἰχμαλωτίζουσιν.
οὖν λέγων δένδρος ὡς κάλλος ἐρεῖ δένδρει ὡς κάλλει, ὁ δὲ δένδρον ὡς βάθρον ἐρεῖ δένδρῳ ὡς βάθρῳ. Ὅμηρος δὲ λέγων “δένδρεον ὑψιπέτη- λον” (Il. 13, 437) ὡς χάλκεον ἐρεῖ καὶ δενδρέῳ ὡς χαλκέῳ.
ἀποφέρεται ταῖς πληθυντικαῖς δοτικαῖς μετοχαῖς, λέγομεν λέγετε λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε ἱστᾶσι καὶ τοῖς ἱστᾶσιν· οὕτως ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες ἱέντων ἱεῖσιν. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ φασί πρὸς τὸ φᾶσι μετοχικὸν, ὡς στᾶσι.
Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ περὶ τῆς Κρατητείου αἱρέ-
σεώς φησιν “ὦκα γράφει ἀντὶ τοῦ ἦκα·” καὶ ἀπολογούμενός φησιν ὅτι μετʼ αὐτὸ διασταλτέον, ἵν᾿ ᾗ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν ὦκα. πρὸς δὲ τῷ μὴ ἁρμόζειν ἐπὶ τῆς Ἑλένης τὸ δρομαίαν αὐτὴν προσέρχεσθαι, μὴ καὶ ἔτι καταλάβῃ αὐτοὺς ταῦτα διαλεγομένους, καὶ ἡ ἀρετὴ τοῦ πρέποντος ἀφαιρεῖται. τὸ γὰρ ἦκα ἐπὶ πρεσβυτῶν ὡς οὐδὲν ἕτερον
ἁρμόζει, καὶ μάλιστα ὅτι κάλλος γυναικὸς θαυμάσαντες τῶν ἰδίων καταφρονοῦσι κινδύνων. τοῦτο οὖν οὐκ ἦν πρέπον ἄλλον ἀκούειν. ἀμφότερα δὲ ὁ ποιητὴς ἐφύλαξε, καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ τὸ τοῖς πρεσβύταις πρέπον, προσθεὶς τὸ ἦκα.
Ἑλένης ἐστὶν, ὅτι ὦκα ἐπορεύετο, ἀπρεπὲς ἔσται· εἴτε ἐπὶ τῶν δημογερόντων, ὅτι ὦκα διελέγοντο, ἀνάρμοστον· βραδυλόγοι γάρ εἰσιν οἱ γέροντες.
Τρῶας·” ἀφʼ οἵου γὰρ στίχου τῶν τριῶν ἀρξώμεθα ἀδιάφορον.
τῶν ἀρίστων. ἐπειδὴ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλα- νῶντο, ὥς που καὶ ὁ ποιητής φησιν “κατὰ ληΐδ’ ὅπη ἄρξειεν Ἀχιλλεύς” (Od. 3, 106)· νῦν δὲ προσκάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι πρότερον μὲν οὐκ ἦγε σχολὴν πυθέσθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέως ἰσχυρῶς αὐτοῖς ἐγκειμένου καὶ μόνον ἑαυτὸν ἐπιδεικνύντος καὶ τῷ
φόβῳ κατακλείστους ποιοῦντος· ἐφρόντιζε γὰρ τὸ τηνικαῦτα ὁ Πρία- μος οὐ περὶ τούτων, ἀλλὰ περὶ τοῦ σώζεσθαι τὴν πόλιν. νῦν δὲ μη- νιῶντος ἐκείνου καὶ ἰσορρόπου τῆς μάχης γεγενημένης, ὡς καὶ τοῦ τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν πυνθάνεται. ἕτεροι δέ φασιν ὅτι ἀπὸ τῆς πανοπλίας καὶ τῶν ἵππων αὐτοὺς
ἐγνώριζον, ὡς καὶ Πάνδαρος ἐπὶ τοῦ Διομήδους λέγει “ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ” (Il. 5, 182)· πρότερον δὲ οὐ τεθέατο οὕτω πάντας ἐνόπλους ὡς νῦν.
τονδʼ ἄνδρα· βέλτιον δὲ, εἴ γε καὶ τὸ ἐξονομήνῃς ἀντὶ τοῦ εὐκτικοῦ παραλαμβάνῃς.
οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὁ ἐστιν οἱ ἐκ γεροντικῆς ἡλικίας σπαρέντες· δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποιίας γεννώμενα μᾶλλον ἀγαπᾶσθαι.
γὰρ δαὴρ ἐμός δηλοῖ τὸ δαὴρ ἐμοῦ τῆς κυνώπιδος.
προπερισπᾶται ἁπλᾶ ὄντα, Μαχᾶον Ἀρετᾶον, σύνθετα μέντοι ὄντα ἀναδίδωσι τὸν τόνον, κυλλοπόδιον Ποσείδαον ὀβλιοδαιμον. καὶ ἐπὶ τῶν ἄλλων δὲ συνθέτων τὸ αὐτὸ, λέγω δὲ τὸ Αὐτόμεδον καὶ Ἀγά- μεμνον· ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατὰ κλητικὴν, ἐπεὶ σύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν συντιθέμενα ἐφύλαξε τὸν τόνον,
Λυκόφρον δαΐφρον. ὅθεν σημειῶδες ἐκεῖνο κατὰ κλητικήν “ἰὼ Λακε- δαῖμον” Ἀριστοφάνης Ὁλκάσιν (fr. 354)· καὶ σύνθετον τὸ “ψευδό- μενοί σε Παλαῖμον.”
καὶ Ἀφροδίτης θυγατέρες, τραφεῖσαι παρὰ Θερμώδοντι ποταμῷ τῆς Σκυθίας. ἐκλήθησαν δὲ οὕτως διὰ τὸ τὸν δεξιὸν μασθὸν ἐκτέμνεσθαι ὡς ἐμποδίζοντα αὐταῖς ἐν τῷ τοξεύειν.
αὑτὰς ποιῆσαι διὰ τὸ τὴν χώραν ἱπποτρόφον εἶναι καὶ ἀμπελώδη, παντὶ τῷ στρατεύματι παρασκευασθεῖσαι παρέτυχον εἰς τὴν προει- ρημένην χώραν, καὶ στρατόπεδον ἔθεντο πρὸς τὸν Σαγγάριον ποταμόν. τῶν δὲ Φρυγῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἡγεμόνες ἤσαν Μύγδων καὶ Ὀτρεὺς, οἵτινες τὴν σφῶν αὐτῶν στρατείαν ἐξήνεγκαν καὶ πρὸς τὸν
αὐτὸν τόπον παρεγένοντο τῶν Ἀμαζονίδων πρὸς τὸ κωλῦσαι αὐτὰς μὴ ἐπιβῆναι τοῖς ἑαυτῶν ὅροις. καὶ ὁ Πρίαμος τῆς Τροίας βασιλεὺς ἐστρατεύετο κατὰ Ἀμαζόνων σὺν αὐτοῖς, κατʼ ἐκεῖνον ἀκμάζων τὸν καιρόν.
ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστίν.
μὴ μέτρον κωλύσειεν.
αἶγες” (Od. 9, 184) καὶ “Τειρεσίῃ δʼ ἀπάνευθεν ὄϊν” (Od. 10, 524). ἔνεκα δὲ μέτρου “οἰὸς ἀωτῷ” (Od. 1, 443) καὶ “οἰῶν τε βληχήν” (Od. 12, 266). ὥστε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξασθαι τὴν τοῦ Ἀριστονίκου ἀνάγνωσιν. καὶ γὰρ ἄλλως τὸ ὄις ἀναλογώτερον ἔσται δισύλλαβον ὃν τοῦ μονοσυλ-
λάβου· πολλὰ γὰρ τὰ εἰς ις λήγοντα ἐπʼ εὐθείας, οὔδὲν δὲ εἰς οις, ὅ τι μὴ μόνον τὸ οἶς καὶ παρʼ Ἀττικοῖς τὸ φθοῖς.
δέ ἐστιν ἐν Ἰθάκῃ Δῆμος καλούμενος. ὁτὲ δὲ ἡ λέξις δηλοῖ τὸ πολὺ σύστημα καὶ πλῆθος τῶν ἀνδρῶν.
ἀγγελίης ἀντὶ τοῦ ἄγγελος.
ἐξείνισα καὶ ἐφίλησα· τὸ γὰρ φιλεῖν ἐνίοτε ἀντὶ τοῦ ξενίζειν τίθησιν.
καθημένων δὲ ἀμφοτέρων. καὶ ἔστι σύνηθες ὡς ἐπʼ ἐκείνου “σὺν δὲ δύ᾿ ἐρχομένω” (Il. 10, 244)· “οἱ δὲ δύο σκόπελοι, ὁ μέν” (Od. 12, 73), ἀντὶ τοῦ τῶν δύο σκοπέλων.
μάτων, ὃν Ἰσοκράτης, τὸ γνωμικὸν καὶ σαφὲς ἐπιλεγόμενος.
“καὶ ἔπεα νιφάδεσσιν ἐοικότα,” τουτέστι πυκνὰ καὶ πολλά.
οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας.
17 ἀΐδρεος, καὶ ἀΐδρεϊ. οὐ γὰρ δή γε διὰ τοῦ δ· οὐ γάρ ἐστι παρώ- νυμον μακρῷ παραληγόμενον· ἀλλʼ ὡς τὸ ἔχις πόσις ὄφις, οὕτως ὀφείλει κλίνεσθαι. ὥστε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ, τὸ πολυΐδριδι, εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη· ὁ γὰρ Σοφοκλῆς ἴδριδα ἔφη τὴν αἰτιατικὴν, ὅ τε. Φρύνιχος τὴν
εὐθεῖαν ἴδριδες. γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεῖ φωτὶ ἐοικώς κατὰ τὸν προκείμενον λόγον. οὐδὲν δὲ θαυμαστὸν εἰ διὰ τοῦ ῑ πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν προφέρονται Ἴωνες, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητής φησιν “εὐνήν τʼ αἰδομένη πόσιος” (Od. 16, 75), τῇ
δὲ δοτικῇ “χαριζομένη πόσει ᾧ” (Il. 5, 71).
τὸν ἀφόρητον πύκτην Ἄμυκον ἀναιρεῖ, ὡς Ἀπολλώνιός φησιν ἐν δευτέρῳ Ἀργοναυτικῶν. ἐζήτηται δὲ πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ ἐπεζήτει ἡ Ἑλένη. ῥητέον δὲ ὅτι ἴσως μὲν ἐπεζήτησεν, εὐχερῶς δὲ, ὅτε ἔγραφεν, Ὅμηρος ἐπεμνήσθη.
ἵνα τοιαύτη ἡ φράσις γένηται, ἢ οὐκ ἠκολούθησαν, ἦ ἠκολούθησαν μὲν, οὐκ ἐθέλουσι δὲ μάχην καταδύμεναι ἀνδρῶν.
τιτρώσκεται Κάστωρ ὑπὸ Ἀφίδνου τοῦ τότε βασιλέως κατὰ τὸν δεξιὸν μηρόν. οἱ δὲ Διόσκουροι, Θησέως μὴ τυχόντες, λαφυραγω- γοῦσι τὰς Ἀφίδνας ἡ ἱστορία παρὰ τοῖς Πολεμωνίοις ἢ τοῖς κυκλικοῖς, καὶ ἀπὸ μέρους παρὰ Ἀλκμᾶνι τῷ λυρικῷ.
μὲν αἱρεῖ, διὰ δὲ τὴν συναλοιφὴν οὐ παραδεκτέα ἡ ἀνάγνωσις.
ἶσα θεοῖσιν” (Od. 11, 299). φυσίζοος δὲ ἤτοι ἡ τὰ πρὸς τὸ ζῆν φύουσα καὶ δωρουμένη, ἢ ὅτι τῷ ὄντι λέγεται χώρα ἐν Λακεδαίμονι οὕτω Φυσίζοος, ἐπεὶ ἐκεῖ δοκοῦσιν οἱ Διόσκουροι καταποθέντες πάλιν ἀναδοθῆναι.
ὅθεν ὁ Ζεὺς ὀργισθεὶς κεραυνῷ βάλλει τὸν Ἴδαν, παραμυθεῖται δὲ Πολυδεύκην, καὶ τίθεται αὐτῷ αἵρεσιν πότερον θέλει ἀθάνατος εἶναι, ἢ σὺν τῷ ἀδελφῷ ἓξ μῆνας τελευτᾶν καὶ τοὺς ἴσους ζῆν. ὁ δὲ μᾶλλον αἱρεῖται μετὰ Κάστορος ἀποθανεῖν καὶ ζῆν. ἡ ἱστορία παρὰ Πινδάρῳ.
θεῶν, καὶ τοῖς ἑξῆς, ὅρκια πιστὰ θεῶν· ὅπερ καὶ βέλτιον.
μελοποιὸν Ζευξίππη, κατὰ δὲ Ἑλλάνικον Στρυμώ.
ἐξενήνοχεν· εἴθισται γὰρ λέγειν Σκαιάων (Il. 22, 6).
et 339) ἀντὶ τοῦ ἐφήρμοσεν· “καὶ πώμασιν ἄρσον ἅπαντα” (Od. 2, 353) ἀντὶ τοῦ ἐφάρμοσον. τοῦ ἄρω ὁ παρακείμενος ἦρκα, ὁ παθη- τικὸς ἦρμαι, ὑπερσυντέλικος ἤρμην, τὸ τρίτον ἦρτο, συστολῇ ἄρτο, ἐπενθέσει τοῦ ω ἄωρτο. οὕτως Ἡρωδιανὸς ἐν τῷ β΄ ὑπομνήματι τῷ περὶ παθῶν Διδύμου.
γράφεσθαι τὸ τίνυσθον ἐλέγχεται ὅτι ἐπὶ Περσεφόνης καὶ Πλού- τωνός ἐστιν ὁ λόγος, οὐκ ἐπὶ τῶν νεκρῶν.
δὲ μάρτυρος κατὰ τὸ ἐνικὸν λέγει· “Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω” (Il. 7, 76), οὗ πληθυντικὸν ἔσται τὸ μάρτυροι. παροξύνεται δὲ τὸ ἔστε, ἵνα προστακτικὸν γένηται ὁμοίως τῷ φυλάσσετε· πιθα- νωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωσις· πολλὰ γάρ ἐστι προστακτικὰ ὡς πρὸς τοὺς θεούς· “Ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι, ποίησόν τʼ αἴθρην,
δὸς δʼ ὀφθαλμοῖσιν” (Il. 17, 645). ἀναγκαῖον μέντοι ἐστὶ παρα- φυλάξαι ἐκεῖνο, ὡς ὅτι τὰ εἰς τε λήγοντα πληθυντικὰ ὁριστικὰ καὶ προστακτικά ἀεὶ ὁμοτονεῖ ὑπεσταλμένου τοῦ ἔστε, οἷον λέγετε—ὅτι λέγετε, ἄγετε—ὄτι ἄγετε.
Ζεὺς μὲν τοῦτό γε οἶδεν. εἰς δὲ τὴν πόλιν ὁ Πρίαμος τοὺς ἄρνας τεθυμένους ἔχων ἄπεισιν, ἵνα αὐτοὺς περιστείλῃ· ἔθος γὰρ ἦν τὰ ἐπὶ τοῖς ὅρκοις γιγνόμενα ἱερεῖα τοὺς μὲν ἐγχωρίους γῇ περιστέλλειν, τοὺς δὲ ἐπήλυδας εἰς τὴν θάλασσαν ῥίπτειν.
στραπται γὰρ ἡ περίοδος.
θεοῖς.
ἄμεινον.
τὸ χωρίον ἐν ᾧ ἤμελλον μονομαχήσειν, ὥστε μὴ μόνον τὸν διὰ τῶν ὅπλων ἡττηθέντα νενικῆσθαι, ἀλλὰ καὶ τὸν ἀπολιπόντα τὸ ἀποδεδει- γμένον χωρίον, ὥσπερ καὶ ἐπὶ τῶν ἀθλητῶν. ἄλλοι δέ φασιν ὅτι ἵνα μὴ πρὸς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν, ἀλλʼ ὥσπερ ἐν εἱρκτῇ τῇ περιγραφῇ μένωσιν.
23
εὐθὺς τεχθέντα καὶ αὐξηθέντα παρελθεῖν τὸν μόρον οὕτως. κατὰ γαστρὸς αὐτὸν ἔχουσα ἡ Ἑκάβη ἐνόμισε κατʼ ὄναρ καιόμενον δαλὸν τίκτειν, ὅστις κατέφλεξε πᾶσαν τήν τε πόλιν καὶ τὴν ἐν τῇ Ἴδῃ ὕλην ἑστῶσαν. τοῦτο δὲ τὸ ἐνύπνιον ἀκούσαντες οἱ μάντεις καὶ οἱ περὶ τοὺς ὀνείρους δεινοὶ εἶπον τὸ τεχθὲν παιδίον εὐθέως μικρὸν ὂν ῥιφῆναι
θηρσὶ βοράν. τεχθέντα δὲ τὸν Ἀλέξανδρον ἐξέθηκαν ἐν τῇ ἴδῃ· ὃν ποιμὴν ἑορακὼς σφόδρα εὐειδέστατον ἀνελόμενος ἀνέθρεψεν.
ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· εἴλετο δʼ ἄλκιμον ἔγχος· ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ ἀσπίδα τερσανόεσσαν.” ὥστε ἐναντίως τῷ Ὁμηρικῷ ὁπλισμῷ (Il. 11, 32. 15, 480) ἔχειν· πρὸ τῆς ἀσπίδος γὰρ φανήσεται ἀναλαμβάνων τὴν περικεφαλαίαν καὶ ξίφος μὴ ἔχων.
τως τῷ Ἀλεξάνδρῳ καθώπλισται, πάντως κἀκεῖνος εἶχε ξίφος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον.
τὴν σκιάν.
μέσος παρακείμενος ἔρριγα, ὃς μεταπλάττεται εἰς ἐνεστῶτα τὸν ἐρρίγω ὡς δέδοικα δεδοίκω.
οιεν σὓς παρατίθεται ὁ Ἡρωδιανός· ὥστε διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος· τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν λίθους βάλ- λοντα, τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ λίθου βεβλημένον, ὡς παρʼ Εὐριπίδῃ ἐν Φοινίσσαις (1063) “λιθόβολον αἷμα κατειργάσω.”
ἑλκύσαι ἠθέλησεν, αὔξων τὸ κατόρθωμα. ἢ καὶ διʼ οἰκονομίαν ὁ ποιη- τὴς ἐσεσώκει διʼ Ἀφροδίτης τὸν Πάριν· ἐλέλυτο γὰρ τὰ τῆς ὑπο- θέσεως τῷ ἐκείνου θανάτῳ.
τε πάσχων ἅπερ οὐκ ἔδει, καὶ νεμεσᾷ δικαίως ἐπὶ τῷ παρʼ ἀξίαν σωζομένῳ.
λεγομένοις πρότερον (352) ὑπὸ τοῦ Μενελάου “δῖον Ἀλέξανδρον καὶ ἐμῇς ὑπὸ χερσὶ δαμῆναι.”
ὁ ποικίλος δηλοῦται διὰ τὰς ῥαφάς. καὶ ὁ τῆς Ἀφροδίτης κεστὸς ἀπὸ τούτου· “τῆ νῦν, τοῦτον ἱμάντα ποικίλον” (Il. 14, 219). ὁ δὲ Καλλίμαχος ὡς ὄνομα κύριον τοῦ ἱμάντος τὸν κεστὸν ἐκδέχεται.
έστι σφαγέντος· τὰ γὰρ τῶν θνησιμαίων ζώων δέρματα ἀσθενῆ ἐστὶν ὡς ἂν προδιαφθαρέντα ὑπὸ τῆς νόσου.
σας ἀνέλοι αὐτόν. οὕτως οὖν ληπτέον τὸ ἑξῆς, ἐπόρουσε ἔγχεϊ χαλ- κείῳ, εἶτα χωρὶς κατακτάμεναι μενεαίνων.
ἔδδεισεν δʼ Ἑλένη (418) στίχοι κγ΄. πῶς γὰρ ἡ γραίᾳ παλαι- γενεῖ εἰκασμένη περικαλλέα δειρὴν εἶχε καὶ ὄμματα μαρμαίροντα καὶ στήθεα ἱμερόεντα; καὶ βλάσφημα παρὰ τὸ πρόσωπόν ἐστι τὰ λεγόμενα “ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόειπε κελεύθους, μηδʼ ἔτι σοῖσι πόδεσσιν.” καὶ εὐτελὴς κατὰ τὴν διάνοιαν “μή μʼ ἔρεθε,
σχετλίη.” αἰρομένων δὲ αὐτῶν, καὶ τῆς συνεπείας γινομένης οὕτως· ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν, ἦρχε δὲ δαίμων.
ἀόριστον.
παρέδυ· οὔτε γὰρ ἐν ταῖς Ἀρισταρχείοις οὔτε ἐν ἑτέρᾳ τῶν γοῦν μετρίων ἐμφερόμενον πέφυκεν. καὶ οὐ μόνον ἐν ταῖς ἐκδόσεσιν, ἀλλὰ καὶ ἐν τοῖς συγγράμμασιν ἁπαξάπαντες οὕτως ἐκτίθενται. προσθή- σειν μοι δοκῶ καὶ τὴν Ἀριστάρχου λέξιν οὕτως ἔχουσαν “τῆς δὲ εἰς τὰς θεοὺς ὁδοῦ εἶκε καὶ παραχώρει, μὴ βαδίζουσα εἰς
αὐτούς.”
εσταλμένον, κἀκεῖ διαστολὴν θετέον, ἵνα κοινὸν ᾖ τὸ μή ἐπίρρημα κατὰ πάντων, μή σε μεθείω, μὴ ἀπεχθήρω.
ἐπὶ ἔργα τράποντο, αὐτὴ δʼ ἀντίον ἷζεν Ἀλεξάνδροιο ἄνακτος, ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ.” ἀπρεπὲς γὰρ αὐτῷ ἐφαίνετο τὸ τῇ Ἑλένῃ τὴν Ἁφροδίτην δίφρον βαστάζειν. ἐπιλέλησται δὲ ὅτι γραῒ εἴκασται καὶ ταύτῃ τῇ μορφῇ τὰ προσήκοντα ἐπιτηδεύει.
29 λακται. ἡ θεὰ γὰρ αὕτη ἐρώτων συνεργός· “ἐκ τοῦ γὰρ ἐσορᾶν γίγνετʼ ἀνθρώποις ἐρᾶν.”
εἶχον συνεῖχον· ἀλλʼ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνος “νὺξ δὲ μάλα στνγερὴ κάτεχʼ οὐρανόν” (Od. 13, 269). οὕτως ἷζε κάθιζε· “Νέστωρ τʼ αὖ τοτʼ ἔριζε” (Od. 3, 411).
φησιν.
λέγωνται πρὸς τὰ ἐπιφερόμενα, φυλάσσουσι τοὺς τόνους· “κατὰ ταῦρον ἐδηδώς” (Il. 17, 542), “κατὰ βοῦς Ὑπερίονος ἤσθιον” (Od. 1, 8) “ἀνὰ δʼ ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη” (Il. 2, 278). ἐχρῆν οὖν καὶ τῆς παρά ἐνθάδε, εἰ πρὸς τὸ ἐπιφερόμενον συντάττεται, φυλάσσεσθαι τὸν τόνον· πρὸς σὓς πιθανῶς ὑπαντητέον ὅτι ἐκεῖνα μὲν
ἅπερ ἐτίθεντο, καὶ ἐν τῇ συνθέσει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν 30 προθέσεων, οἷον κασήσθιον, κατεδηδώς· οὐ γάρ τις τῶν προθέσεων τούτων ἐπὶ τὴν ἄρχουσαν συλλαβὴν ἑαυτῆς μετεβίβαζε τὸν τόνον. τὸ δὲ πάρεισι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ διάλυσιν οὕτως ἀνα- γινώσκομεν.
βασιλέως, ὁ καὶ Πάρις ἐπικαλούμενος, Ἀφροδίτης ἐπιταγῇ, ναυπη- γήσαντος αὐτῷ ναῦς Ἀρμονίδου ἢ κατά τινας τῶν νεωτέρων Φερέκλου τοῦ τέκτονος, μετὰ Ἀφροδίτης ἦλθεν εἰς Λακεδαίμονα, τὴν Μενελάου πόλιν· ἐνταῦθα δὲ τὴν Ἑλένην ὀφθαλμοβολήσας Ἀφροδίτης αἱρέσει βληθεῖσαν διʼ ἀλληλομαχίαν Ἔρωτος, ἀναλαβὼν αὐτὴν σὺν τοῖς ἐν
τῷ οἴκῳ χρήμασιν ἦλθεν εἰς Σιδῶνα τῆς Φοινίκης, κἀκεῖ γάμου συνουσίαν ποιησάμενος κεν ἔχων αὐτὴν εἰς Ἴλιον· μητρόπολις δὲ αὕτη τῆς Τροίας· ἔκ τε τῆς ἐνταῦθα διὰ τῶν ὅρκων καὶ συνθηκῶν ἀδικίας αὐτῆς πάλιν Ἀφροδίτης αἱρέσει κομίσας οἴκαδε συνεκοιμήθη, ἀπροσδοκήτως πάλιν σύνευνον παρειληφὼς, ὡς δηλοῖ ὁ ποιητὴς διὰ
τῶν ἑαυτοῦ λόγων.
τραχεῖαν· τινὲς γὰρ τὴν λεγομένην Ἑλένην πρὸς τῇ Ἀττικῇ εἶναι ἀπὸ τῆς Ἑλένης, ὅτι ταύτῃ πρώτῃ ἐπέβη.
κέηται, στικτέον ἐπὶ τὸ εὐνῇ· ἐὰν δὲ ἀναφορικὸν ᾖ, βραχὺ διαστε- λοῦμεν ἐπὶ τὸ εὐνῇ, ὡς μὴ ἀπηρτισμένου τοῦ λόγου ἕως ἂν ἐπενεχθῇ τὸ ὥς σεο νῦν ἔραμαι, τῶν λοιπῶν εἰς ἐπίτασιν ἀναφωνουμένων διὰ τῶν ἑξῆς. οὐδέποτε γὰρ οὕτως, φησὶ, κατέσχε με ἔρως ὡς νῦν ἐρῶ. τὸ δὲ ἕτερον ἔσται τοιοῦτον· οὐδέποτέ με οὕτως κατέσχεν ἔρως, οὐδʼ
ὅτε τὴν ἀρχὴν ἥρπασά σε καὶ ἐν τῇ νήσῳ ἐμίγην· οὕτως νῦν ἐρῶ· ὅπερ ἐστὶν ἀσύνδετον. βέλτιον τὸ ἕτερον.
στάσις ῥητὸν καὶ διάνοια. διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου.
ἀντὶ τοῦ ἀποτίνετε.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.