ΕΙΣ ΤΗΝ Β.
ἐκφέρει. διδάσκει δὲ ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νὺξ, τούς τε ἄρχοντας ὅτι παννυχίζειν δεῖ καὶ παντὶ τρόπῳ τὰς ὑποσχέσεις πληροῦν.
ἀμφιχυθείς” (ΙΙ. 14, 253). οἱ δὲ μεθ᾿ Ὅμηρον καὶ χωρὶς τοῦ ν λέγουσι· καὶ Ἀντίμαχος “ἐπεί ῥά οἱ ἥδυμος ἐλθών,” καὶ Σιμωνίδης “οὗτος δέ τοι ἥδυμον ὕπνον ἔχων.” ἴσως οὖν ἐνόμισαν ἀπὸ τοῦ ἡδύς εἶναι παραγωγὸν τὸ ἥδυμος, ὡς ἔτυμος ἐτήτυμος. ὁ δὲ ποιητὴς ἐπὶ τοῦ ἀνεκδύτου τίθησι τὴν λέξιν. καὶ δῆλον ὅτι παρὰ τὸ δύω ἢ δύνω
ἐξέπιπτε ῥηματικὸν τὸ δύμος, καὶ κατὰ στέρησιν τοῦ νη ὁ νήδυμος ἐγίνετο· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός. καὶ οὐ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δὲ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθὺς, παρὰ τὴν νηδύν. ἢ ὁ ἀνώδυνος.
1
μέρος γὰρ καὶ τὸ ἐπιφερόμενον τῆς περιόδου.
φόμεναι οὐκ ἀναστρέφονται, εἰς μονοσυλλαβίαν περιιστάμεναι.
μαλακὸν, ὡς τὸ “οὔλων τε ταπήτων” (ΙΙ. 16, 224)· δηλοῖ δὲ καὶ τὴν τῶν τριχῶν δασύτητα ἢ διαστροφήν. οὖλον δὲ ὄνειρον οὐκ αὐτὸν ὀλέθριον ὄντα, ἀλλ᾿ ἐπʼ ὀλέθρῳ πεμπόμενον. ἢ οὖλον τὸν ὑγιῆ, ὥσπερ λέγεται οὐλὴ τραύματος. σημαίνει δὲ ἡ λέξις καὶ τὸ ὑγίαινε· “οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τε ὄλβια δοῖεν” (Od. 24, 403).
τ᾿ ὀνόμαζεν,” καὶ Ἡρωδιανὸς μέν φησι τὸ ἴθι ἐνεστῶτα νῦν, Ἐπα- 2 φρόδιτος δὲ ἀόριστον. δύναται δὲ καὶ ἴθ᾿ ἐπίρρημα παρακελεύσεως εἶναι, ἀντὶ τοῦ ἄγε, ὡς τὸ “ἴθ᾿ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν” (Soph. Ai. 1003).
ἀσυνδέτου φαίνεται.
μώντων τὰς κεφαλὰς, λόγος πρῶτον Θησέα ἀποκειράμενον τὴν ἐμπροσθίαν κόμην εἰς Δῆλον ἀναθεῖναι τῷ Ἀπόλλωνι.
τῶν ἐκδόσεων [πάντῃ κατὰ στρατόν] οὕτως εἶχον.
αἰσθήσεων φθεγγόμενος πλησίον· αἱ δὲ αἰσθήσεις ἀπὸ τῆς βάσεως τοῦ ἐγκεφάλου τὴν ἀρχὴν ἔχουσιν. τῷ δὲ Νέστορι ὡμοίωται· τῶν γὰρ ἐντίμων οὗτος, ἐν οἷς καὶ Διομήδης καὶ Αἴαντες.
ε γραπτέον, εἰ δὲ ἀντὶ τοῦ ἀπέβη ἀορίστου, διὰ τοῦ α γραπτέον. οὕτως Ἐπαφρόδιτος.
τεόν τε ὄν. ἢ ὥσπερ παρὰ τὸ τείνω τατός, οὕτως γείνομαι γατός, νεήγατος, καὶ ὑπερθέσει τοῦ ε νηγάτεος.
ἀσπίδα διαφορώτερον φράζει, οὕτω καὶ τὸ ξίφος κοσμεῖ.
σιτίων.
Ἀριστοφάνους. ἐν δὲ ταῖς κοιναῖς ἐγέγραπτο καὶ τῇ Ζηνοδοτείῳ βουλήν. ἀστειοτέρα δὲ ἡ χωρὶς τοῦ ν καὶ Ἀριστάρχειος.
μέμνων.” ἀπίθανον δὲ ἐν ἑπτὰ ὀρθὸν δημηγορεῖν.
ἀστερίσκος, ὅτι ἐν τῇ Ξ τῆς Ὀδυσσείας (495) κακῶς φέρεται.
ἀναγκαῖον γὰρ καὶ τοῖς συγκεκλημένοις βουλευταῖς διηγήσασθαι.
Ἀγαμέμνων κατά τι παλαιὸν ἔθος, βουλόμενος μαθεῖν πότερον γνώμῃ οἰκείᾳ πολεμοῦσιν ἢ ἀνάγκῃ· ὃ τὸ πλῆθος μὴ νενοηκὸς πρὸς φυγὴν ηὐτομόλησεν.
λέγοντα “στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι” (ΙΙ. 1, 186). ἀλλ᾿ οὔτε ἐπιτάσσειν, μή πως ἀντιλεγόντων δευτέρα στάσις γένηται. 6 ἄλλως τε τῇ παραδόξῳ καὶ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ, φίλτρον τε πορίζεται ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατη- γοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, εἰ δὲ μὴ, ἐλάνθανε τὸ βούλημα.
ἰσοδυναμοῦν τῷ ὡς ἐπιρρήματι.
τὸ ο μόνον, μὴ ὄντος ἑτέρου συμφώνου, παρωξύνετο, Κυπρόθεν Ἀβυ- δόθεν. ταῦτα δὲ προπαρωξύνετο, λέγω δὲ τὸ ἄλλοθεν πάντοθεν οἴκο- θεν, καθότι ἀόριστον καὶ κοινὴν τόπου σημασίαν ἀναδέχεται.
λέγει “ἤτοι ὅγ᾿ ὣς εἰπὼν κατ᾿ ἄῤ ἕζετο,” ὅπερ ἀπίθανον, καὶ ὅτι οὐδὲν περισσὸν λέγει ὁ Νέστωρ, ἀλλὰ καὶ εὔηθες τὸ εἰπεῖν “εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε, ψεῦδός κεν φαῖμεν.” οὐ γὰρ κατὰ διαφορὰν οἱ δυνατώτεροι ἀληθεῖς ὀνείρους ὁρῶσιν. αἰρομένων δὲ αὐτῶν ὀρθῶς ἐπὶ τοῦ Ἀγαμέμνονος ἐπενεχθήσεται “πείθοντο δὲ ποι-
μένι λαῶν” (85). μὴ παρόντος γὰρ τοῦ Ἀγαμέμνονος τὸν Νέστορα λέγει ποιμένα λαῶν. ἄτοπον γὰρ τούτῳ ἕπεσθαι τοὺς ἄλλους.
ἡ μὲν οὖν φαλαγγηδὸν γινομένη πρόοδος εὗ ἔχει· ὡπλισμέναι δέ εἰσι κέντροις, ὑπήκοοί τε καὶ αὐταί εἰσι καὶ ἐπ᾿ ἔργον ἐξίασιν, οὐχ ὡς αἱ γέρανοι. φιλάλληλοί τέ εἰσι, μεταβαίνουσαί τε πολλὰς ἀρχὰς πτήσεως ποιοῦνται.
κίνησις.
μέλισσαι βραχεῖαν τὴν κίνησιν ποιησάμεναι ἐφιζάνουσι τοῖς ἄνθεσι, καὶ ἐπαρθεῖσαι πέτονται πάλιν, καὶ πάλιν ἐφίζουσι. κατ᾿ ὀλίγον οὖν ἡ πτῆσις αὐτῶν ὥσπερ ἄρτι ἀρχομένων γίνεται. συμβέβηκε δὲ καὶ ἄλλο ταῖς μελίτταις, ὁμότονον ἀεὶ τὴν πτῆσιν ποιεῖσθαι, ἀπ᾿ ἀρχῆς ἕως πέρατος οὐκ ἀποληγούσαις κατ᾿ ὀλίγον, ὥσπερ καὶ τὰ ἄλλα πτηνὰ
καὶ χερσαῖα ζῶα. πάντα οὖν τὸν καιρὸν αὐτῶν τῆς πτήσεως ἐπιση- μαίνεται ὡς ἄρτι γινομένης.
ἐπὶ τὸ γαῖα, ἵν᾿ ᾖ κοινὸν τὸ λαῶν ἱζόντων.
ὑποστικτέον ἐπὶ τὸ καθ᾿ ἕδρας, ὅτε ἐστὶ διαστολὴ ἐπὶ τὸ λαός, ἵν᾿ ᾖ τὸ ἑξῆς, σπουδῇ δ᾿ ἕζετο λαὸς παυσάμενοι κλαγγῆς. καὶ τὸ σχῆμα Ὁμηρικὸν, καὶ ἡ διὰ μέσου ἀναφώνησις ὁμοίως. ὁ δὲ νοῦς τοῦ ἡμιστιχίου οὗτος, ἐρήτυθεν δὲ κατὰ τὰς ἕδρας, οἷον ἠρέμησαν καθί- σαντες.
ἐνεχείρισεν, ἀλλ᾿ ὥσπερ ἀγαθὸς ἐπίτροπος διαφυλάξας ἀπέδωκεν Ἀγαμέμνονι. ἄχρι δὲ τοῦ “αὐτὰρ ὁ αὖτε Θυέστ᾿ Ἀγαμέμνονι δῶκε φορῆναι” καλεῖται κλῖμαξ. δίδωσι δὲ Ἥφαιστος τῷ μὲν Διὶ τὸ σκῆπτρον ὡς βασιλικὸν, τῷ δὲ Ἑρμῇ πάλιν δίδωσιν ὡς κηρυκικόν.
ἑξῆς.
Διὸς καὶ λαβοῦσα, ἐπέστησεν αὐτῇ φύλακα Ἄργον, τὸν πανόπτην καλούμενον, ἐπειδὴ κατὰ παντὸς τοῦ σώματος εἶχεν ὀφθαλμούς. 9 κελευσθεὶς δὲ ὁ Ἑρμῆς ὑπὸ τοῦ Διὸς κλέψαι τὴν βοῦν, ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο τὸν Ἄργον, λίθῳ βαλὼν ἀπέκτεινε· καὶ ἐντεῦθεν Ἀργει- φόντης ἐκλήθη. τῇ δὲ Ἰοῖ ἡ Ἥρα ὡσανεὶ βοῒ οἶστρον ἐμβάλλει. ἡ δὲ ἐκ τῆς ὀδύνης πρῶτον ἦλθεν ἐπὶ τὸν ἀπ᾿ ἐκείνης Ἰόνιον κόλπον κληθέντα· ἔπειτα διὰ τοῦ καλουμένου πρότερον Θρᾳκίου πόρου, νῦν δὲ
ἀπ᾿ ἐκείνης Βοσπόρου, ἐλθοῦσα, καὶ ἄλλους δὲ διαφόρους τόπους πλα- νηθεῖσα, ἦλθεν εἰς Αἴγυπτον, ὅπου τὴν ἀρχαίαν μορφὴν ἀπολαβοῦσα τίκτει παρὰ τῷ Νείλῳ ποταμῷ παῖδα Ἔπαφον. ἡ δὲ ἱστορία πλατύ- τερον κεῖται παρὰ Ἀπολλοδώρῳ ἐν δευτέρῳ.
τιλλον τὸν Ἑρμοῦ μὲν υἱὸν ἡνίοχον δὲ τοῦ ἑαυτῆς πατρὸς ἔπεισε τῇ κατὰ τοῦ πατρὸς νίκῃ συνεργῆσαι καὶ τοὺς ἵππους τῆς εἰς τὸ τρέ- χειν ὁρμῆς κατασχεῖν, βουλομένη τὸν Πέλοπα καὶ τοὺς ἵππους λαβεῖν καὶ τὸν ἑαυτῆς γάμον· ἔκειτο γὰρ τῷ νικήσαντι ἔπαθλον ὁ ταύτης γάμος, νικηθέντι δὲ θάνατος. ἀγωνιζομένων δὲ αὐτῶν ὁ Οἰνό-
μαος ἐκπίπτει τοῦ ἅρματος· οὐ γὰρ αἱ χοινικίδες τοὺς ἐμβόλους κατέσχον, τοῦτο πανουργήσαντος τοῦ Μυρτίλλου. γνοὺς δὲ τὴν ἐπι- βουλὴν ὁ Οἰνόμαος ἀρὰς ἔθετο κατὰ Μυρτίλλου, ὅπως ἀπόληται ὑπὸ Πέλοπος· ὃ καὶ ἐγένετο. διαβαινόντων γὰρ αὐτῶν διὰ τοῦ Αἰγαίου πόντου, καὶ διψησάσης τῆς Ἱπποδαμείας, καταβὰς ἐκ τοῦ ἅρματος
ὁ Πέλοψ ἐζήτει ὕδωρ κατὰ τῆς ἐρήμου. κατ᾿ ἐκεῖνο δὲ καιροῦ ἡ Ἱπποδάμεια ἐρασθεῖσα Μυρτίλλου ἐδεῖτο μὴ ὑπεριδεῖν· ἀντειπόντος δὲ αὐτοῦ, καὶ τοῦ Πέλοπος παραγενομένου, φθάνει ἡ Ἱπποδάμεια κατηγορήσασα τοῦ Μυρτίλλου ὡς βιασαμένου αὐτήν. καὶ Μύρτιλλον Πέλοψ ἀπὸ τοῦ ἅρματος ὠθεῖ εἰς τὸ πέλαγος, αὐτὸς δὲ αὐτῇ ἡνιοχεἱ·
ὅθεν τὸ μὲν πέλαγος Μυρτῷον ἀπὸ Μυρτίλλου, ὁ Πέλοψ δὲ πλήξιππος διὰ τὴν τῶν ἵππων αὐτουργίαν.
ἐπιφθονήσαντες τε μητρυιὰ καὶ οἱ παῖδες, μή πως καὶ τὰ σκῆπτρα αὐτῷ καταλείψῃ, θάνατον ἐπεβούλευσαν, Ἀτρέα καὶ Θυέστην τοὺς πρεσβυτάτους τῶν παίδων εἰς τοῦτο προστησάμενοι. ἀναιρεθέντος οὖν τοῦ Χρυσίππου Πέλοψ ἐπιγνοὺς ἐφυγάδευσε τοὺς αὐτόχειρας 10 αὐτοῦ γενομένους παῖδας, ἐπαρασάμενος αὐτοῖς καὶ τῷ γένει δι᾿ αὑτῶν ἀναιρεθῆναι. οἱ μὲν οὖν ἄλλοι ἀλλαχῇ ἐκπίπτουσι τῆς Πίσης· τελευτήσαντος δὲ τοῦ Πέλοπος Ἀτρεὺς κατὰ τὸ πρεσβύτερον σὺν στρατῷ πολλῷ ἐλθὼν ἐκράτησε τῶν τόπων. ἱστορεῖ Ἑλλάνικος.
ὅ τι ἂν κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῇ, τοῦτο Ἀρτέμιδι θῦσαι. γεννηθείσης δὲ αὐτῷ χρυσῆς ἀρνὸς τῆς εὐχῆς μετεμελήθη, καθείρξας δὲ εἰς λάρνακα φυλάττει. μέγα δέ τι φρονοῦντα ἐπὶ τῷ κτήματι κομπάζειν κατὰ τὴν ἀγοράν. ἀνιώμενον δ᾿ ἐπὶ τούτῳ Θυ- έστην, ὑπελθόντα ὡς ἐρῶντα, πεῖσαι τὴν Ἀερόπην ἐκδοῦναι αὑτῷ τὸ
κτῆμα· λαβόντα δὲ ἀντειπεῖν τῷ ἀδελφῷ ὡς οὐ δεόντως περὶ τοῦ τοιούτου κομπάζει. αὐτὸς δὲ ἔλεγεν ἐν τῷ πλήθει δεῖν τὴν βασιλείαν ἔχειν τὸν τὴν χρυσῆν ἄρνα ἔχοντα. τοῦτο δὲ ὁμολογοῦντος καὶ τοῦ Ἀτρέως, Ζεὺς Ἑρμῆν πέμπει πρὸς Ἀτρέα, συνθέσθαι λέγων περὶ τῆς βασιλείας, καὶ δηλοῖ περὶ τῆς ἀνατολῆς, διότι μέλλει ποιεῖσθαι τὴν
ἐναντίαν ὁδὸν ὁ ἥλιος. συνθεμένου δὲ περὶ τούτων, ὁ ἥλιος τὴν δύσιν εἰς ἀνατολὰς ἐποιήσατο· ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαιμονίου τὴν Θυέστου πλεονεξίαν, τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγάδευσεν.
Ἀτρέως καὶ Θυέστου. αὐτῷ γοῦν παραδίδωσι τὸ σκῆπτρον, οὐ τοῖς υἱοῖς ὁ Ἀτρεύς.
τοῦ Θυέστης.
βασιλεῖς ἥρωας λέγεσθαι. στικτέον δὲ κατὰ τὸ τέλος· προσαγορευ- τικὴ γὰρ ἡ περίοδος.
τοῦ σ γραφὴν, καὶ δόξειεν ἂν ὑπὸ Διονυσίου τοῦ Θρᾳκὸς ταῦτα δεδόσθαι· ἐν γὰρ τῷ περὶ ποσοτήτων καθάπτεται Ζηνοδότου ὡς ἠγνοηκότος ὅτι τῷ μέγα ἀντὶ τοῦ μεγάλως Ὅμηρος ἀποχρῆται· παῤ ὃ δὴ καὶ κατά τινα τῶν ὑπομνημάτων μετειλῆφθαι τὸ μέγα ἀντὶ τοῦ μεγάλως. τὸ δὲ οὐκ ἔχει τἀκριβὲς οὕτως. εἰ γὰρ τὰ
συγγράμματα τῶν ὑπομνημάτων προτάττοιμεν, ἕνεκα γοῦν τἀκρι- βοῦς γράφομεν κατὰ Ἀρίσταρχον Ζεύς με μέγας. ἐν γοῦν τῷ πρὸς Φιλητᾶν συγγράμματι τῇ γραφῇ κέχρηται, δύο λέγων τὸ μέγας σημαίνειν, τοτὲ μὲν τὸ καθ᾿ αὑτὸ, καθάπερ νῦν “Ζεύς με μέγας Κρονίδης” καὶ “κεῖτο μέγας μεγαλωστὶ, λελασμένος ἱππο-
συνάων” (ΙΙ. 16, 776)· τοτὲ δὲ αὖ τὸ πρὸς τὴν κατὰ τὸν Αἴαντα τὸν ἕτερον διάκρισιν “Ἄἴας δ᾿ ὁ μέγας,” κἀν ταῖς Λιταῖς ἐξηγούμενος “αὐτὰρ ἔπειτ᾿ Αἴας τε μέγας” (ΙΙ. 9, 169) ἔν τινι τῶν ἠκριβω- μένων ὑπομνημάτων γράφει ταῦτα κατὰ λέξιν· οὐ κατ᾿ ἐπίθετον λέγει μέγας, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου Αἴαντος. ὅταν
δὲ λέγῃ Ζκεύς με μέγας Κρονίδης, οὐκέτι ὅτι καὶ ἕτερος μικρός ἐστιν. καὶ τοὺς ἀπ᾿ αὐτοῦ δὲ χρωμένους ἔστιν εὑρεῖν τῇ γραφῇ, Διονυσόδωρον τὸν Ἀλεξανδρέα καὶ Ἀμμώνιον. ἐπιλέγουσι δὲ οὐδέν· διὸ καὶ τὰς μαρτυρίας αὐτῶν οὐκ ἐγράψαμεν. καὶ Καλλίστρατος δὲ ἐν τῷ περὶ Ἰλιάδος οὕτως προφέρεται, ὥστε ὅμοιον εἶναι τῷ
“ἐπεὶ μέγας ὠδύσατο Ζεύς” (ΙΙ. 18, 292). οὐδὲ ὁ ἐπιθέτης δὲ Πτολεμαῖος, τὰς Ζηνοδότου γραφὰς ἐκτιθέμενος, ταύτην ὡμολόγει Ζηνοδότου εἶναι. ταῦτα ὁ Δίδυμος.
δεῖξαι τοῦ θεοῦ.
οἰνοχοεύειν. τῆς δὲ ἀναρτήσεως ὁ εἴ σύνδεσμος αἴτιος.
“πᾶσιν γὰρ ἐπ᾿ ἴστίον ἐστιν ἑκάστῳ,” ὡσεὶ κατάλυμα παρὰ τῇ νηΐ. ἡ διπλῆ δὲ, ὅτι τὸ λέξασθαι νῦν οὔτε ἐπὶ τοῦ κοιμηθῆναι οὔτε ἐπὶ τοῦ καταριθμηθῆναι κεῖται, ἀλλ᾿ ἐπὶ τοῦ συλλεγῆναι καὶ ἀθροισθῆναι ἐν ταὐτῷ· καὶ ὅτι ἐφέστιοι, ὅσοι ἑστίας (τουτέστιν οἰκίας) αὐτόθι διαμένουσιν.
δὲ μαχόμεθ᾿ οἵπερ τ᾿ ἐπίκουροι ἔνειμεν” (ΙΙ. 5, 477)· παῤ ὃ καὶ διχῆ γράφομεν. ἐγχέσπαλοι δὲ ὅτι ἔσειον τὰ δόρατα, πρὸ τῆς ἀφέσεως, μήποτ᾿ ἄρα εἶεν κλασθέντα.
κοινόν.
τίθησιν.
ἄλλα ἐπ᾿ ἄλλοις, ὡς ὅνλης ἐκ βυθοῦ ταρασσομένης τῆς θαλάττης.
ρετο· καταπεσόντος δὲ τοῦ παιδὸς τὸ ὑποκείμενον πέλαγος Ἰκάριον μετωνομάσθη. ὁ μέντοι Δαίδαλος διαπτὰς εἰς Κάμικον τῆς Σικελίας καὶ τὸν υἱὸν αὐτοῦ ἐκδεχόμενος ἔμεινε παρὰ ταῖς Κωκάλου θυγατρά- σιν, ὑφ᾿ ὧν ὁ Μίνως, ἥκων εἰς ἐπαναζήτησιν τοῦ Δαιδάλου, ἀποθνή- σκει καταχεθέντος αὐτοῦ ζεστοῦ ὕδατος. ἱστορεῖ Φιλοστέφανος καὶ
Καλλίμαχος ἐν Αἰτίοις.
παρίστησιν. πρὸς συμπλήρωσιν τῶν σταχύων οἱ ζέφυροι πνέουσιν.
οὐκ ἀναστρέφονται γὰρ, εἰ μὴ ἐπὶ τέλους κέωνται ῥῆμα δηλῶσι.
παρήγγελλεν. ἴσως δὲ σημειώδης ὁ τόνος· τὰ γὰρ εἰς ρος λήγοντα δισύλλαβα ἀπλᾶ ἔχοντα τὴν ου δίφθογγον ἐβαρύνετο, κοῦρος θοῦρος οὖρος· καὶ γὰρ ταῦτα περισσὸν ἔχει τὸ υ. ἴσως οὖν εἰς ἀποφυγὴν τοῦ ἐπὶ τοῦ ἀνέμου. καὶ γὰρ καὶ ἐπ᾿ ἄλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ.
ὠκύμορος, οὗ οὐδέτερον τὸ ὑπέρμορον, καὶ πληθυντικὸν τὸ ὑπέρμορα. 16 ὡς οὖν τὸ καλά καὶ ὄνομα, ἀλλὰ καὶ ἐπίρρημα “ἦν μεν καλὰ πατὴρ ὃς κήδεαι υἱός Od. 17, 397, καὶ “πυκνὰ μάλα στενάχων” ΙΙ. 18, 318), οὕτως καὶ “ὑπέρμορα νόστος ἐτύχθη.”
τῆς Ἥρας λόγον περιγράψας, Ὁμηρικῶς ἔχοντα· καὶ γὰρ καὶ τῆς ξιφουλκίας αὕτη ἀφίστησιν. ἡ δὲ Ἀθηνᾶ ὑπηρετεῖ κατὰ διαφορὰν τῆς ἀξίας τηρουμένης τῶν προσώπων.
αἰγὸς τραφῆναι, ἢ ὥς τινές φασι, διὰ τὸ αἶγα ἀνελόντα τὴν μὲν δορὰν ἀμφιάσασθαι, τοῖς δὲ κέρασιν εἰς τόξον χρήσασθαι· ὅθεν καὶ αἰγιδόκον τόπον τινὰ ἐν Κρήτῃ καλεῖσθαι. ἱστορεῖ Εὐφορίων.
Ἑλένην. οὐ λέγει δὲ οὕτως, ἀλλ᾿ αὐτὴν τὴν Ἑλένην καύχημα.
ἀλόχοιο” (292).
θυμὸν ζέοντα. ἀθετεῖται δὲ καὶ ἀστερίσκος παράκειται, ὅτι καὶ οὗτος πρὸς Ἀθηνᾶς οἰκείως πρὸς Ὀδυσσέα λέγεται (180), καὶ ψεῦδος 17 περιέχει νῦν. οὐ γὰρ ἡ Ἀθηνᾶ παρίσταται ἑκάστῳ, ἀλλ᾿ ὁ Ὀδυσσεύς.
Ἀχαιαί” (ib. 119), οὕτως καὶ κληίς καὶ πολυκληΐς. οὐκ ἔχει δὲ οὕτως ἡ ἀνάγνωσις. ἔστιν οὖν λόγος ὑπὲρ τῆς βαρυνομένης λέξεως οὗτος. τὰ εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ μεταληπτικὰ γίνοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν
τάσιν ἀναγκαίως. τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον, περισκελίς, τοῦ δὲ δευτέρου δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύνεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ εὐκλήϊς καὶ πολυκλήϊς βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ, ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις· κα γὰρ
ἐπὶ Ἀμαζόνος ταγείη ἄν. καὶ τὸ ἐυκνήμις ἀμέλει ἐπὶ τῆς Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ ἐν Θεσσαλικοῖς “τοὶ δ᾿ ἤδη ἐπὶ νηὸν ἐϋκνή- μιδος Ἰτώνης.”
(ΙΙ. 1, 320; 9, 170).
κρατεῖν αὐτούς.
ὅτε μὲν οὖν, φησὶ, θεῷ προσφέρει, ἥσσονα λέγει ἢ κατὰ θεὸν, ὅτε δὲ ἀνθρώπῳ, ὑπερέχοντα ἀνθρώπου, ὡς δηλοῦσθαι ἥσσονα μὲν θεοῦ, ὑπερέ- χοντα δὲ ἀνθρώπου.
ἁρμόζοντες, οὐ πρὸς δημότας· “οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ᾿ Ἀχαιοὶ, οὐκ ἀγαθὸν πολυκοιρανίη” καὶ τὰ ἑξῆς.
καταστολήν.
λαβοῦμαι μή τι χολωσάμενος ῥέξῃ κακόν.
μαῖος δὲ ὁ ἐπιθέτης ἐν τῷ πρώτῳ περὶ Ἰλιάδος Ἀριστάρχειον ὁμο- λογεῖ τὴν γραφήν. εἶχον δὲ καὶ αἱ χαριέσταται οὕτως, ἄνευ τῆς Ζηνοδότου.
πειθαρχεῖν δοκῶσιν ὑποκείμενοι βασιλεῖ. manus rec.
στρατεύματι ἡγεμόνας, ὡς ἐν Αἰγὸς ποταμοῖς τοὺς ἐννέα, ἡττῶντο, ὁπότε δὲ δι᾿ ἑνὸς ἐποιοῦντο τοὺς ἀγῶνας, ἐνίκων, ὥσπερ ἐν τῇ Κνίδῳ ὁ Κόνων τὸ Πελοποννησίων στρατόπεδον, ὅπου γε καὶ αὐτὰ τὰ σώματα ἡμῶν, εἰ ἦσαν ἐξ ἑνὸς στοιχείου, οὐδέποτε ἂν ἤλγουν. οὐδὲ γὰρ ἦν ὑφ᾿ οὗ ἀλγήσειαν ἓν ὄντα, ὥς φησιν ὁ θεῖος Ἱπποκράτης.
καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς ἀνὴρ “πᾶν τὸ πολὺ τῇ φύσει πολέ- μιον· τὰ γὰρ πολλὰ ἀλλήλοις ἀνθιστάμενα πόλεμον ἐπιφέρει, ἀφ᾿ οὗ φθορά.”
οὕτως κατορθοῦμεν.
ἡ Δημώ.
ταῖς ἀνταποδοτικαῖς περιόδοις ὀρθαὶ ὑποστιγμαί. ἐπεὶ δὲ ἀντέστρα- πται καὶ ἡ ἀνταπόδοσις πρώτη ἐστὶν, ἀδύνατον πρὸ τῆς παραβολῆς στίζειν.
Ἑλλάδος, ἐπειδὴ ἐλυμαίνετο τὴν χώραν, ὥς φησιν αὐτὸς ὁ ποιητὴς ἐν τῇ Ι (533). μεθ᾿ ὦν ἦν καὶ ὁ Θερσίτης, ὃς δειλωθεὶς κατέλειψε τὴν παραφυλακὴν ἐφ᾿ ἧς ἦν, καὶ ἀπῆλθεν ἐπί τινα τόπον ὑψηλὸν, τὴν σωτηρίαν θηρώμενος. ὀνειδιζόμενος δὲ ὑπὸ Μελεάγρου ἐδιώκετο, καὶ κατὰ κρημνοῦ πεσὼν τοιοῦτος ἐγένετο οἷον ὁ Ὅμηρος αὐτὸν παρί-
στησιν. ἱστορεῖ Εὐφορίων. ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν ὁ Θερσίτης ἐστράτευσεν εἰς Τροίαν τοιοῦτος ὤν. ῥητέον οὖν ὅτι ἤτοι στασιώδης ὢν οὐκ ἀπελείφθη ἐπὶ τῆς πατρίδος, ἢ ὅτι κατ᾿ ἐπεισόδιον παρῆκται πρὸς τὸ ἐκ τοῦ σκυθρωποῦ πρὸς ἱλαρότητα τὰς ψυχὰς ἀνακαλέσασθαι τῶν Ἑλλήνων, ὥσπερ εἴληπται καὶ Ἥφαιστος γέλωτος χάριν παρὰ τοῖς
θεοῖς ἐν τῇ Α. λαμβάνεται δὲ πᾶν ἐπεισόδιον τῷ ποιητῇ ἢ πιθανότητος ἕνεκεν, ἢ χρείας, ὥσπερ τοῦτο νῦν, ἢ κόσμου καὶ ὑψώσεως χάριν.
νῦν οὖν τὸν Θερσίτην ὁ ποιητὴς παρέλαβε πρὸς τὸ διαλῦσαι τὸ στυγνὸν τῆς ἐκκλησίας καὶ ὑβρισθῆναι τὸν Ἀγαμέμνονα· ἀλλʼ οὐ λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει ἀλλʼ Ὁμήρῳ πρώτῳ σιλλοὶ πεποίηνται, ἐν οἷς αὐτόν τε τὸν Θερσίτην σιλλαίνει, καὶ ὁ Θερσίτης τοὺς ἀρίστους. οὐκέτι δὲ μέμνηται αὐτοῦ, ἐπεὶ σεσωφρόνισται τοῦ
λοιποῦ νεικείειν βασιλῆας.
δὲ τὸ ἔμμεναι στιγμή. ὁ δὲ λόγος· Θερσίτης δʼ ἔτι μοῦνος ἐθορύβει, ὃς πολλά τε καὶ ἄτακτα λέγειν ἠπίστατο, ὥστε μάτην καὶ οὐ πρὸς λόγον φιλονεικεῖν τοῖς βασιλεῦσιν, ἀλλʼ ὅ τι ἂν αὐτῷ ἔδοξε γέλωτος ἄξιον φανήσεσθαι τοῖς Ἕλλησιν. τινὲς δὲ ὑποστίζουσιν εἰς τὸ εἴσαιτο, καὶ ἀφʼ ἑτέρας γελοίιον Ἀργείοισιν ἔμμεναι, τελεία, ἵνʼ ᾖ ὁ
λόγος τοιοῦτος, πᾶν τὸ παραστὰν αὐτῷ, καὶ εἰ μετὰ σπουδῆς παρ- έστη, τοῦτο γελοῖον ἦν· τὸ γὰρ ἔμμεναι ἀντὶ τοῦ ἦν κεῖται. πιθα- νώτερον δὲ τὸ πρότερον τὸ καὶ ἐκ προνοίας αὐτὸν καὶ ἑκόντα ἁμαρ- τάνειν. οὕτως Νικάνωρ.
“καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης᾿ (ll. 5, 311).
ἐστιν ἐστραμμένος.
“αὕτη δέ” φησι “φοξίχειλος Ἀργείη κύλιξ.” ἔνιοι δὲ κυρίως τὸν ἐπὶ τὰ φάη, τουτέστι τὰ ὄμματα, ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν. ἄμεινον τὸ πρότερον.
Πενθεσίλειαν τὴν τῶν Ἀμαζόνων βασίλισσαν, ὕστερον προσχῶν τὸ σῶμα αὐτῆς εὐπρεπὲς πάνυ, εἰς ἔρωτα ἦλθε τῆς προειρημένης, βαρέως τε ἔφερεν ἐπὶ τῷ θανάτῳ αὐτῆς· ὁρῶν δὲ δυσφοροῦντα αὐτὸν Θερσί- της συνήθως ἐλοιδόρει· ἐφ᾿ ᾧ ὀργισθεὶς ὁ ἥρως γρόνθῳ παίσας αὐτὸν ἀναιρεῖ παραυτὰ, τῶν ὀδόντων αὐτοῦ ἐνεχθέντων χαμαί.
24
ἑαυτοῦ συλλαβὴν ὀξύνει.
μενος. manus rec.
γυναικῶν καὶ τοὺς ἑξῆς δύο ἠθέτηκεν, ἐν οἷς μάλιστα ὁ Θερσίτης γελοιοποιός.
καὶ ἡ πέπων, καὶ τὰ πέπονα. γέλωτα δὲ κινεῖ κάκ᾿ ἐλέγχεα καλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα καὶ ψυχὴν Θερσίτης.
ἀνατραφέντες ὑπὸ Ἀτρέως αὐτοῦ παῖδες ἐκλήθησαν.
κατὰ τὸ τέλος τοῦ στίχου· τὸ γὰρ ἐπιφερόμενον τοιοῦτον, πότερον εὖ ἢ κακῶς· διὰ καὶ περισπᾶται.
πέπλοι” (Od. 15, 105).
“Πυθῶδ᾿ ἐρχομένην” (ib. 581), ἐπεὶ, φησὶ, Λητόα ἐστὶ καὶ Πυθόα. Διονύσιος δὲ ὁ Θρᾷξ φησι κακῶς ἀνεγνωκέναι τὸν Ἀρίσταρχον κατὰ τὸν περισπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατ᾿ ὀξεῖαν τάσιν, Πυθώ Λητώ· ἐχρῆν γὰρ, φησὶν, ὁμοίως ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται τῷ Ἀριστάρχω, εἴ γε ἤδη διάφοροι αἱ εὐθεῖαι, ἠώς αἰδώς,
Λητώ δὲ καὶ Πυθώ. ἔστιν οὖν λόγος ὑπὲρ τῆς Ἀρισταρχείου ἀνα- γνώσεως καὶ τῆς κατεγνωσμένης προσῳδίας οὗτος, ὅτι ἐχρῆν μὲν τὸ Πυθώ περισπᾶσθαι, ἐπειδήπερ Πυθόα ἐστὶ, καὶ τοῦτο ἀπῄτει ἡ συναλοιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέστραπται τὸν περισπώ- μενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυσοῦς περι-
σπωμένου τὸ δυῖκὸν ὀξυνοῦμεν. οὕτως ἀποδείκνυται ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰς ι λήγει καὶ οὐκ εἰς ω. δεύτερος δὲ λόγος ἀληθής ἐστιν, ὡς εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνος οὖσα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται, οἱ ταχεῖς—τοὺς ταχεῖς. εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται, πάντως καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν
αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ τῆς συνεμπτώσεως κατὰ τὴν εὐθεῖαν, περισπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆς συναλοιφῆς, οὐχ 27 ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆρος. ἡ δὲ Λητώ καὶ Πυθώ, καθάπερ κατεχόμεναι ὑπὸ τῆς συνεμπτώσεως τῆς φωνῆς, κατέχονται καὶ τῷ τόνῳ.
ἐξ τὴν εἰς εὐθὺ, διὰ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν.
προπεριεσπάσθη. τὰ γὰρ ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μετὰ τῆς ει διφθόγγου, μὴ σημαίνοντα μέρος σωματικὸν, προπερισπᾶται, ἀνδρεῖος Ἀργεῖος. οὕτως καὶ ἀχρεῖος.
χραύω· “χραύσῃ μέν τ᾿ αὐλῆς ὑπεράλμενον” (ΙΙ. 5, 138). ἀφ᾿ οὗ ἔχραε τὸ βαρύνειν, καὶ μετὰ τοῦ ἄλφα τοῦ στερητικοῦ ἄχρης καὶ ἀχρεῖον τὸ ἀσθενὲς καὶ βάρους μὴ μετέχον· “ἀλγήσας δ᾿ ἀχρεῖον ἰδών.” ἐκὶ δὲ τῆς Πηνελόπης “ἀχρεῖον δὲ γέλασσεν” (Od. 18, 163), ἐπίπλαστον καὶ ὑποκεκριμένον, μέχρι τοῦ τὰ χείλη
μόνον διανοίγειν. τοῦ δὲ ἄχρης κτητικῷ τύπῳ ἀχρήϊον. οὕτως Φιλό- ξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων.
ἐκ προχείρου.
μεθ᾿ ὅρκων ἀπειλῇ.
πλήθους ὄνομα πρὸς τὸ πληθυντικὸν ἐπισυνέζευξε τὸ φάσαν· ᾧ εἴη ἂν ὅμοιον “δερκόμενοι πᾶς δῆμος.” καὶ πρὸς τὸ πτολίπορθον, ὅτι διὰ τῆς Ὀδυσσείας δέδεικται τὰ κατὰ τὸν δούρειον ἵππον.
Ὀδυσσεὺς, ἵν᾿ ᾖ ὑπερβατὸν ὁ τρόπος. προκατεσκεύασε δὲ αὑτῷ ὁ ποιητὴς τὴν τῆς Ἰλίου πόρθησιν, τὴν τοῦ δουρείου ἵππου κατασκευὴν, οὗ εἰσαχθέντος ἐπορθήθη ἡ Ἴλιος, ὡς καὶ ἀλλαχόσε τῆς ποιήσεώς φησι “σῇ δ᾿ ἥλω βουλῇ πόλις Πριάμοιο ἄνατος (ΙΙ. 22, 230).
προτροπῆς καὶ ἀποτροπῆς, ὡς νῦν· δικανικὸν, ἐκ κατηγορίας καὶ ἀπο- λογίας, ὡς “δύο δ᾿ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς” (ΙΙ. 18, 498)· πανηγυρικὸν, ἐξ ἐγκωμίου καὶ ψόγου, ὡς “ὦ μάκαρ Ἀτρείδη” (ΙΙ. 3, 182) καὶ “οἰνοβαρὲς κυνὸς ὄμματ᾿ ἔχων” (ΙΙ. 1, 225).
29 τῆς προσηγορίας, καὶ λόγον ἔχει. ἔθος δὲ αὐτῷ ἀπὸ τοῦ γάρ ἄρχε- σθαι “ὢ πόποι, γὰρ ὀΐω εὐκνήμιδας Ἀχαιούς.”
μὲν τῷ νεαροί, τὸ δὲ τῷ χῆραι. οἱ μὲν γὰρ εὐθὺς κόρον τῆς ἀγορᾶς λαβόντες ἵενται οἴκαδε, αἱ δὲ τὸν οἶκον φυλάσσονται μὴ κεκτημέναι. κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεννὲς, ὡς οὐ διὰ τὴν ὑπερτέλειον τῶν πολεμίων, διὰ δὲ τὸ ἰδίᾳ μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν.
τακται γὰρ τῇ γενικῇ.
μίμνοντ᾿ ἐπὶ νήεσσ᾿ , τὰ πληθυντικὰ δυῖκῶς ἐκφέρων. περιττεύει δὲ ὁ καί σύνδεσμος.
τὸ ἢ ἐτεόν διὰ τοῦ η Ἀρίσταρχοε.
μὴ διὰ τῆς ἀναμνήσεως πλέον ποιήσῃ ἀγανακτῆσαι τοὺς Ἕλληνας.
καλῇ ὑπὸ πλατανίστῳ ἕως τοῦ σμερδαλέος. δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι τὸ χθιζά τε καὶ πρωϊζ᾿ , ἵνα πάντα συνημμένα ᾖ ἐκ τοῦ εὖ γὰρ δὴ τόδε ἴδμεν (301).
στρουθῶν.
πόλεμος. καὶ τὸ μὲν ἐφ᾿ ὕψους κεῖσθαι τὴν νεοττιὰν τὴν ἠνεμόεσσαν Ἴλιον, οἱ δὲ ὑποπετάλιοι νεοσσοὶ τὸ ὀλιγοχρόνιον τῶν Τρώων· μαραι- νομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπεσοῦνται. ἡ δὲ ἐνάτη μή- τηρ τῆς ἐνναετηρίδος τὸν ἔσχατον ἀγῶνα ἐσήμανεν, ἡ δὲ διὰ τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν δι᾿ ὕδατος ἄφιξιν τῶν Ἑλλήνων,
τὸ δὲ περιλειφθῆναι τὴν νοσσιὰν τὸ μὴ παντελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ ἕως τοῦ νῦν· ἡ δὲ ἀπολίθωσις τὸ δυσδιεξόδευτον τῶν νόστων, καὶ ὅτι εἰς λίθους περιστήσεται τὸ τέλος τοῦ πολέμου.
σῆμα μὲν τὸ ἐπ᾿ ἄκρῳ τῷ φυτῷ εἶναι τὴν νοσσιὰν, τέρας δὲ τὸ ὀκτὼ τετοκέναι· ἑπτὰ γὰρ τίκτει, ὧν τὸ ἓν οὔριον ἐᾷ εἶναι.
δὲ ἤρεσκε βαρύνειν, καὶ ἴσως ἐπεὶ τὰ εἰς θος λήγοντα δισύλλαβα 31 μονογενῆ, φύσει μακρῷ παραληγόμενα, ἐβαρύνετο, Ξοῦθος Ζῆθος καὶ μῦθος· ἔχει δὲ ἡ τετριμμένη ἀνάγνωσις ἀφορμὴν τὸ ἐγκεῖσθαι τὸ θέειν· ἐτυμολογοῦσι γὰρ τὸ ζῶον παρὰ τὸ μετὰ οἴστρου θέειν· τὰ δὲ παρὰ τοῦτο τὸ ῥῆμα ἑωρῶμεν ὀξυνόμενα, ὥσπερ τὸ ἀγαθός καὶ βοηθός.
ἡ λέξις· κατὰ φύσιν γὰρ φθεγγόμενοι οἱ νεοσσοὶ τιτίζουσιν, οἱ δὲ κατεσθιόμενοι τρίζουσιν.
καὶ ἄδηλον ἐποίησεν.
ὧδε δὲ μετὰ τοῦ ῑ, οἷον οἱ ἄνεῳ, ἐπὶ δὲ τοῦ “ἡ δ᾿ ἄνεω δὴν ἧστο” (Od. 23, 93) δίχα τοῦ ῑ.
σολοικισμὸς, ἀϋσάντων ὑπʼ Ἀχαιῶν μῦθον ἐπαινήσαντες.
καὶ ἐφʼ ὅσον μὲν Περικλύμενος ὁ Νηλέως ἔζη, δυσάλωτος ἦν ἡ πό- λις. ἀμφίβιος γὰρ ἐγένετο ἐκεῖνος. καὶ δὴ γενόμενον αὐτὸν μέλισ- σαν, καὶ στάντα ἐπὶ τοῦ Ἡρακλέους ἅρματος, Ἀθηνᾶ εἰκάσασα Ἡρακλεῖ ἐποίησεν ἀναιρεθῆναι. τότε Νέστωρ ἐν Γερήνοις τρεφόμενος, πορθηθείσης τῆς Πύλου καὶ τῶν ιά ἀδελφῶν αὐτοῦ ἀναιρεθέντων
μόνος περιελείφθη· διὸ καὶ Γερήνιος ὠνομάσθη. ἱστορεῖ Ἡσίοδος ἐν καταλόγοις.
αἱ συνθῆκαι καὶ αἱ σπονδαὶ καὶ αἱ δεξιαὶ καὶ οἱ ὅρκοι; ἵνʼ ᾖ καὶ τὸ βήσεται ἀντὶ τοῦ ἔβησαν, καὶ τὸ γενοίατο ἀντὶ τοῦ ἐγένοντο, καὶ τὸ ἐριδαίνομεν ἀντὶ παρῳχημένου, ἵνʼ ᾖ μάτην ἐφιλονεικοῦμεν λόγοις μόνον ὑπισχνούμενοι, καὶ τὸ ἀγοράασθε ἀντὶ τοῦ ἠγοράασθε τότε ὅτε συνετίθεσθε τῷ Ἀγαμέμνονι.
33
ἐχθροὺς ποιήσηται, κοινὸν αὐτῶν ἔλαβεν ὅρκον, ἡ μὴν τῷ ληψομένῳ τὴν παῖδα ἀδικουμένῳ περὶ αὐτὴν σφόδρα πάντας ἐπαμυνεῖν.
αὐτῶν, ὥστε πρὸ τοῦ δέοντος χρόνου πορευθῆναι ἡμᾶς εἰς τὴν Πελο- πόννησον, πρὶν γνῶμεν τὴν Διὸς γνώμην. τὸ δὲ ᾱ πρὸ τοῦ ν ψιλοῦται, πλὴν τοῦ ἁνδάνω.
σουσιν ὥστε ὑποστρέψαι αὐτοὺς πρὶν τέλος ποιήσασθαι τοῦ πολέμου· ἢ τοῦτο, ἀνύσουσι δὲ οὐδὲν πρὶν ὑποστρέψαι τε ἡμᾶς καὶ πρὶν τέλος εὑρέσθαι τοῦ πολέμου, ἀντεστραμμένου τοῦ λόγου.
ὑπομνήματα.
πρόθεσιν τὴν περί δεῖ λαβεῖν, ἵνʼ ᾗ περὶ Ἑλένης. καὶ ἔστιν ὁ λόγος. τιμωρίαν λαβεῖν ἀνθʼ ὧν ἐστενάξαμεν καὶ ἐμεριμνήσαμεν περὶ Ἑλένης· παραλειπτικὸς γὰρ προθέσεών ἐστιν ὁ ποιητής.
ὁ Νέστωρ. ἤτοι ὅτι πάλαι μὲν Ἀχιλλεὺς φίλος ὢν τῶν Ἑλλήνων ἤρκει πρὸς τὸ συνέχειν τοὺς βαρβάρους, καὶ καλῶς ἐκείνῳ θαρρῶν οὐκ ἐποίει τοῦτο· νῦν δὲ αὐτοῦ μηνίοντος εἰκότως ἀσφαλεστέραν διάταξιν εἰσάγει.
εἰσὶ δὲ οἳ ὀξύνουσιν, ὥσπερ καὶ οἱ περὶ τὸν Ἀλεξίωνα, ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν ἤ.
μικωτέρῳ· προκατειλημμένων γὰρ τῶν ἐπιχειρημάτων Ἀθηνᾷ τε καὶ Ὀδυσσεῖ ὅμως εὐπόρησε λόγων· ἢ ὅτι ὁ μὲν μόνον ὠνείδισε, Νέστωρ 35 δὲ σὺν τῇ διατάξει καὶ συμβουλίᾳ καὶ τὰς ἀστραπὰς εἶπεν· βεβαιό- τερον γὰρ νίκης φῶς.
τῷ “μαχήσονται περὶ σεῖο (ll. 3, 137).
Καλλίμαχος δὲ (fr. 540) “ἠβαιὴν οὔτι κατὰ πρόασιν.”
τολῆς μέχρι δύσεως λέγει πρόπαν ἦμαρ.
“καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα (Il. 21, 421) καὶ πάλιν “ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος” (Il. 20, 38). ἐπὶ δὲ 36 τῆς πληγῆς “ἔνθα μάλιστα γίνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βρο- τοῖσιν” (II. 13, 568).
τικοῖς. ὁ λόγος, τῷ θέλοντι φυγεῖν τὸν πόλεμον οὐχ ἱκανὸν οὐδὲ αὔταρκες γενήσεται πρὸς τὸ μὴ ὑπὸ κυνῶν καὶ σαρκοφάγων ὀρνέων διασπασθῆναι.
ἀπεργάζεται τὴν φωνήν.
37 Ἀριστάρχου. δύναιτο δʼ ἂν καὶ διὰ τοῦ πρῆσαι ταυτὸν δηλοῦσθαι ὡς ἐκεῖ “ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον” (Il. 1, 481).
τοῦ ά τῶν ὑπομνημάτων, καὶ ἔστιν ἐμφατικωτέρα. οὐ χεῖρον δʼ ἂν εἴη τὴν ἐκλογὴν ἐκθεῖναι· ἀλλʼ ΄ογε δέκτο μὲν ἱρὰ, πόνον δʼ ἀλίαστον ὄφελλεν, οἷον αἴσια ἐσήμαινεν, ὥστε λέγειν τοὺς μάντεις ότι δέδε- κται, τοιοῦτον μέντοι πόνον αὐτὸς ηὖξεν, ὃν οὐκ ἂν ἐκκλίνειεν. γε- λοῖον γὰρ ἂν ἦν, εἰ μὴ ἐποίει τοῦτο.
παραλαμβάνων, εἶτα κάη, ἵνα, φησὶν, ἰωνικώτερον γένηται. τοῦτο δὲ οὐ συνεκτικὸν, ὥσπερ εἶπον ἐντελῶς, ὁπότε διέλαβον ἐπὶ τοῦ “ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα” (Il. 1, 40), εἴ γε ἤδη οἶδε καὶ τὰ μῆρα. “μῆρα δὲ κείαντες” (Od. 13, 26).
προφέρεται, μηκέτι δὴ νῦν αὖθι λεγώμεθα· καὶ ἔστιν εὐφραδὴς μᾶλ- λον, ἀλλʼ οὐκ Ἀριστάρχειος. ταῦτα ὁ Δίδυμος.
ἄγε μηκέτι ταῦτα λεγώμεθα (Il. 20, 244).
Ῥόδιος ὁμοίως προφέρεται, καὶ ἡ Ἀριστοφάνους.
θεοῦ μελλόντων αὐτῶν κατορθοῦν.
a m. rec.
νομισμάτων. οἱ γὰρ ἀρχαῖοι ὑπερτιμῶντες τὸ ζῶον, τὸν βοῦν, διὰ πολλὰ μὲν καὶ ὅτι ἱερόν ἐστιν, ἐνεχάραττον τῷ μὲν ἑνὶ μέρει τοῦ νομίσματος βοῦν, τῷ δὲ ἑτέρῳ τὸ τοῦ βασιλέως πρόσωπον.
παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πιαίνω παπταίνων, πάσσω πάλη παι- πάλη. a m. rec.
ὀρθῶς φέρονται. διαστολὴ δὲ βραχεῖα ἐπὶ τὸ γένετʼ, ἐπεὶ μέρος ἐστὶ περιόδου.
τῷ ὄρει ἔνθα καταιγίδες εἰσὶ, καὶ τῇ κορυφῇ. διὸ θαρρῶν ἐπάγει “ἕκαθεν δέ τε φαίνεται αὐγή.”
ὡς Ἀτρείδεω. διὸ χωρὶς τοῦ ῑ.
Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημεν τὴν Δερκετὼ καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμίραμιν. ἡ δὲ Δερκετὼ παρὰ Σύροις καλεῖται Ἀταργατῖς.
ἀνάγοντες τὸ ἀγαλλόμεναι· καὶ λόγου τινὸς ἔχονται.
ἑξῆς, ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ, κλαγγηδὸν προκαθιζόντων, ἔνθα 40 καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι, σμαραγεῖ δέ τε λειμών. τὰ δὲ ἄλλα διὰ μέσου. τὸ δὲ σμαραγεῖ λάμπει· ὅθεν καὶ σμάραγ- δος ὁ λαμπρὸς λίθος.
τὸ ὑποκείμενον τῇ Ἰλίῳ πεδίον, καὶ ἐπὶ τὰ ἀριστερὰ ἐκδιδοὺς εἰς θάλασσαν. καλεῖται δὲ οὗτος καὶ Ξάνθος.
τόσσα μεσηγὺ νεῶν.”
ἐπὶ Θερσίτου, συγγραφικὴ δὲ ὡς ἐπὶ τοῦ “τῷ δʼ ἔχεν Αὐτομέδων” (Il. 9, 209). καὶ ἐπὶ Ἀγαμέμνονος νῦν καλλίων τῆς ἀληθινῆς καὶ μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται. καὶ ἱκανὸν ἦν ἑνὶ θεῷ εἰκάζειν αὐτὸν, ὁ δὲ τρεῖς παρέλαβεν, ἑκάστου τὸ διαπρεπὲς ἐκλε- ξάμενος, τοῦ Διὸς μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικὸν, ἐννοσιγαίου δὲ
τὸ ἰσχυρὸν, οἷς τὰ βάρη κατέχομεν, Ἄρεως δὲ τὰ μάλιστα ἐν πολέμῳ φαινόμενα. οἱ δὲ τὸ ἀξιωματικὸν, τὸ γεραρὸν, τὸ πολεμικόν.
περιπέτειαν τὰς Μούσας παρακαλεῖ, ὥστε τὸν ἀκροατὴν διὰ τὸ μέ- 41 γεθος ὄρεξιν ἔχειν καὶ συγγινώσκειν τοῖς ἐνδεέστερον λεγομένοις. εὐτελίζων δὲ τὴν ἰδίαν φύσιν τὴν ἀπὸ τῶν ἀκουόντων ἐπεσπάσατο εὔνοιαν. ὁ δὲ λόγος, ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς γὰρ νηῶν ἐρέω, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδʼ εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον.
προσώπου καὶ τῆς ὀργῆς τῆς τούτου τὸν λόγον ποιούμενος δεόντως πρὸς μίαν τῶν Μουσῶν ἐποιήσατο τὸν λόγον, μέλλων δὲ κατάλογον ἐρεῖν νεῶν καὶ βασιλέων ἐθνῶν τε καὶ τόπων πλήθους τε πραγμάτων εὐλόγως πρὸς ἁπάσας τὰς Μούσας τὸν λόγον ἀπερείδεται.
σταλτέον μὲν ἐπὶ τὸ ἔχουσαι, ἀνυποκρίτως δὲ στίζεται ἐπὶ τὸ ἐστέ καὶ πάρεστε καὶ πάντα καὶ ἀκούομεν καὶ ἴδμεν. δύναται δὲ καὶ στίζεσθαι κατὰ τὸ τέλος ὁ πρῶτος στίχος καὶ ὁ δεύτερος, ἵνα ἕκαστον ἡ καθʼ ἑαυτὸ καὶ συνάπτηται. οὐδέ τι ἴδμεν οἵτινες ἡγεμόνες, περισσεύοντος οῦ τὶ μορίου. πρότερον γὰρ ἐπεῖχέ τινα χώραν.
διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μὲν, χρήζειν δὲ τῆς τῶν Μου- σῶν συμμαχίας. ἔστιν οὖν τὸ πᾶν, ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες 42 ἡγεμόνες· ἀρχοὺς δʼ αὖ νηῶν ἐρέω νῆάς τε προπάσας, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, εἰ μὴ αὐταὶ αἱ Μοῦσαι διʼ ἑαυτῶν εἴποιεν· τὸ δὲ ὑμεῖς γὰρ θεαί ἐστε ἐμεσολάβησε τοῦ ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες, ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπε- ρεῖσαι τὸν λόγον.
ἡ φωνή.
βειν. ἀντιλέγουσι δέ τινες τούτοις, φάσκοντες οὐ τῆς Βοιωτίας, ἀλλὰ τῆς Φωκίδος εἶναι τὸν Ἑλικῶνα· μὴ οὖν ἀπὸ Βοιωτῶν τὴν ἀρχὴν διὰ τοῦτο γεγενῆσθαι. τινὲς δὲ ὅτι ἀνθʼ ὧν οὗτοι μόνοι πέντε εἶχον ἡγεμόνας. ἄλλοι δέ φασιν οὐ διὰ τοῦτο, ἀλλʼ ἐπεὶ πολλὰς πόλεις εἶχεν ἡ Βοιωτία, διὰ τοῦτο ἐντεῦθεν ἄρξασθαι αὐτὸν τοῦ καταλόγου.
οὐκ ἔστι δὲ οὐδὲ τοῦτο ὑγιές· οὐ γὰρ ἀπὸ πλήθους πόλεων ὁ κατά- λογος παραμετρεῖται· ἤρξατο γὰρ ἂν μᾶλλον ἀπὸ Κρητῶν ἐχόντων ἑκατὸν πόλεις. βέλτιον δὲ λέγειν αὐτὸν ἀπὸ Βοιωτῶν ἦρχθαι ἐπει- δήπερ ἐν Αὐλίδι πόλει τῆς βοιωτίας συνήχθη ἅπαν τὸ πλῆθος τῶν ἐπὶ τὴν Ἴλιον μελλόντων στρατεύειν· ἔχει δὲ αὕτη ἡ πόλις λιμένας
43 τοὺς μὲν βλέποντας ἐπὶ τὴν Ἴλιον, τοὺς δὲ καταγωγοὺς ἀπὸ τῆς Ἑλλάδος ἀπάσης, διʼ ἣν αἰτίαν συνηθροίσθησαν αὐτόθι καὶ ἐντεῦθεν ἀπέπλευσαν. ὁ δὲ Ἀρίσταρχός φησι κατὰ ἐπιφορὰν αὐτὸν τὴν ἀρχὴν ποιήσασθαι· εἰ γὰρ καὶ ἀπʼ ἄλλου ἔθνους ἤρξατο, ἐζητοῦμεν ἂν τὴν αἰτίαν τῆς ἀρχῆς.
αὐτῆς κατὰ ζήτησιν πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, ὡς οὐχ εὗρεν αὐτὴν, ἦλθεν εἰς Δελφοὺς ἐρωτήσων τὸν θεόν. ὁ δὲ θεὸς εἶπεν αὐτῷ περὶ μὲν Εὐρώπης μὴ πολυπραγμονεῖν, χρῆσθαι δὲ καθοδηγῷ βοῖ, καὶ πόλιν ἐκεῖ κτίζειν ἔνθα ἂν αὕτη εἰς τὰ δεξιὰ πέσῃ καμοῦσα. τοιοῦτον λαβὼν χρησμὸν διὰ Φωκέων ἐπορεύετο· εἶτα βοὶ συντυχὼν
παρὰ τοῖς Πελάγονος βουκολίοις ταύτῃ πορευομένῃ κατόπιν εἵπετο. ἡ δὲ διεξιοῦσα πᾶσαν Βοιωτίαν ὀκνήσασα ἀνεκλίθη ἔνθα νῦν εἰσὶν αἱ Θῆβαι. βουλόμενος δὲ Ἀθηνᾷ τὴν βοῦν καταθῦσαι πέμπει τινὰς τῶν μεθʼ ἑαυτοῦ ληψομένους χέρνιβα ἀπὸ τῆς Ἀρητιάδος κρήνης. ὁ δὲ φρουρῶν τὴν κρήνην δράκων, ὃν Ἄρεως ἔλεγον εἶναι, τοὺς
πλείονας τῶν πεμφθέντων διέφθειρεν. ἀγανακτήσας δὲ Κάδμος κτείνει τὸν δράκοντα, καὶ τῆς Ἀθηνᾶς αὐτῷ ὑποθεμένης τοὺς τούτου ὀδόντας σπείρει· ἀφʼ ὧν ἐγένοντο οἱ γηγενεῖς. ὀργισθέντος δὲ Ἄρεως καὶ μέλλοντος Κάδμον ἀναιρεῖν ἐκώλυσεν ὁ Ζεὺς, καὶ Ἁρμονίαν αὐτῷ συνῴκισε τὴν Ἄρεως καὶ Ἀφροδίτης. πρότερον δὲ ἐκέλευσεν
αὐτὸν ἀντὶ τῆς ἀναιρέσεως τοῦ δράκοντος ἐνιαυτὸν θητεῦσαι, ἐν δὲ τῷ γάμῳ Μούσας ᾆσαι καὶ τῶν θεῶν ἕκαστον Ἁρμονίᾳ δῶρον δοῦναι. ἱστορεῖ Ἑλλάνικος ἐν Βοιωτιακοῖς καὶ Ἀπολλόδωρος ἐν τῷ γ΄.
οἱ παῖδες ἐπιτηδεύειν πραγμάτων. σφόδρα δὲ αὐτοῖς ἔμελε τὰ τοῦ 44 πολέμον. διὸ Πηνέλεως μὲν ὠνομάσθη ἀπὸ τοῦ πένεσθαι περὶ τὸν λεὼν, ὃ ἐστι πονεῖν καὶ ἐργάζεσθαι κατὰ τὸν ὄχλον· Λήϊτος δὲ ἀπὸ τοῦ λείαν ἄγειν (λεία δὲ ἡ ἀπὸ πολέμου κτῆσις)· Ἀρκεσίλαος δὲ ἀπὸ τοῦ ἐπαρκεῖν καὶ βοηθεῖν τοῖς λαοῖς, τουτέστι τοῖς ὄχλοις· Προθοήνωρ δὲ ὁ προθέων ἠωορέῃ, τουτέστιν ἀνδρείᾳ· Κλονίος δὲ ὁ
γενναῖος καὶ μάχιμος γενησόμενος· κλόνος γὰρ ἡ μάχη.
τῷ Εὐφορίωνι “Αὖλίν τέ σφʼ ἄγον” αἰτιατικὴ ἀπὸ εὐθείας βαρυνο- μένης γέγονεν. ἡ γὰρ εἰς ιν κατάληξις ἀπὸ βαρυτόνων ἐστὶν, ἡ δὲ εἰς δᾶ καὶ ἀπὸ βαρυτόνων καὶ ὀξυτόνων.
νάληψιν τῶν ὀνοματικῶν, ἣν ἐν τοῖς ἀντιγράφοις τιθέναι οὐκ ἐπείγει, κατὰ δὲ τὴν προφορὰν σώζειν.
λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι, “καὶ εὐρυάγυιαν Ἀθήνην” (Od. 7, 80), “πολυχρύσοιο Μυκήνης” (Il. 7,180), καὶ ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ πληθυντικῶς· “ἐκ μὲν Κρητάων γένος εὔχομαι” (Od.14,199). ταῦτα ἐν τῇ προσῳδίᾳ ὁ Ἡρωδιανός. ἐν μέντοι τῷ ιά τῆς καθολικῆς προσῳδίας ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι πρὸ τέλους τὴν ει
δίφθογγον αὐτὸ καταριθμεῖ, καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν παρατίθησι, 45 καὶ ἀλλαχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶς, καὶ ἐπιφέρει ὅτι καὶ Θεσπιά ὀξυτόνως λέγεται.
πολύκαρπος λέγοιτο ἄν.
ἀρχαῖοι ταῖς γυναιξὶν ὑπερωΐους τοὺς θαλάμους κατεσκεύαζον ὑπὲρ τοῦ δυσεντεύκτους αὐτὰς εἶναι.
ὅμοιον τῷ “τοῖσι δʼ ἅμʼ ὀγδώκοντα (568). καὶ τὸ ἑνικὸν “τῷ δʼ ἄμα τεσσαράκοντα (534).
Προνόης τῆς Ἀσωποῦ.
τὸ μέτρον. ἐν ἑτέροις γοῦν φυλάσσομεν τὸν χρόνον· “Ἴφιτος Εὐρυ- τίδης” (Od. 21, 14).
4, 174). ὡς ἔνιοί φασι, διὰ τὸ παραγινομένους αὐτόθι πυνθάνεσθαι τοὺς ἀνθρώπους περὶ ὧν ἐθέλουσιν.
τυράννου καὶ Χρηστώνης, ἢ διὰ τὸ σύμφυτον· δαυλὸν γὰρ τὸ δασὺ ἔλεγον οἱ ἀρχαῖοι.
Ἀχιλλεύς· “ὃς ἐν κλειτῷ Πανοπῆϊ” (Il. 17, 307).
ροῦσι δὲ τοὺς ἐγχωρίους καὶ σὺν τῷ σ λέγειν Ὑσάμπολιν.
ὑπὸ τῷ Αἴαντι ὄντες. εἰσὶ δὲ καὶ ἕτεροι Λοκροὶ, ἐπικαλούμενοι 47 Ὀζόλαι, περὶ τὴν Αἰτωλίαν ἐπὶ τῆς ἑτέρας πλευρᾶς οἰκοῦντες κατὰ τὸ Κρισαῖον πεδίον, κεκλημένοι οὕτως ἀπὸ τοῦ αὐτόθι ῥέοντος Ὄζοντος ποταμοῦ, ὃν ἐποίησαν δυσώδη οἱ ἰχῶρες τοῦ Κενταύρου τοῦ ὑπὸ Ἡρακλέους τρωθέντος, ὁπηνίκα διάγων Δηιάνειραν τὴν Οἰνέως κατὰ τὸν Εὐηνὸν ποταμὸν ἐπεχείρει βιάζεσθαι. ἢ ὅτι εἰσὶν αἰγονόμοι,
καὶ τὰς δορὰς τῶν βοσκημάτων δυσώδεις οὔσας καὶ ἀβυρσεύτους ἀμφιέννυνται. τούτων δὲ ἄποικοί εἰσιν ἕτεροι Λοκροὶ, οἱ ἐπιζεφύροιι καλούμενοι διὰ τὸ ἐπὶ Ζεφυρίῳ ὄρει τῆς Ἰταλίας παροικεῖν.
Ὀϊλῆα. τὸ δὲ ἑξῆς ἐστὶ Λοκρῶν οἳ Κῦνον· τὰ δὲ λοιπὰ διὰ μέσου, ὧν ἡ διόρθωσις προείρηται.
Δαναούς· καὶ οὐδὲ Ἑλλάδα τὴν οἰκουμένην ὑπὸ Ἑλλήνων, ἀλλὰ μίαν πόλιν Θεσσαλίας, ἦς τοὺς οἰκήτορας Ἕλληνας λέγει· “Μυρμι- δόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί” (648).
ἅ τινων κύρια γίνεται, οἷον Κυπάρισσος, καὶ πόλεως ὄνομα.
διὰ τὸ εἰς μῆκος κεῖσθαι ἢ ἀπὸ Μάκριδος νύμφης, τῆς τροφοῦ Ἡρας. ὠνομάσθη δὲ Εὔβοια ἀπὸ Εὐβοίας τῆς Ἀσωποῦ.
γὰρ ἐμφαίνει ἕκαστον συμβεβηκὸς ἰδίᾳ λεγόμενον.
οἳ ναίουσιν ὕδωρ καλῆς Ἀρεθούσης.” ἦν δὲ παρʼ αὐτοῖς αἰσχρὸν τὸ τοξεύειν.
ἐδίωκεν Ἀθηνᾶν ἐρῶν αὐτῆς, ἡ δὲ ἔφυγεν· ὡς δὲ ἐγγὺς αὐτῆς ἐγένετο πολλῇ ἀνάγκῃ (ἦν γὰρ χωλὸς), ἐπειρᾶτο συνελθεῖν· ἡ δὲ ὡς σώφρων καὶ παρθένος οὖσα οὐκ ἀνέσχετο. οὕτως ἀπεσπέρμηνεν εἰς τὸ σκέλος τῆς θεᾶς. ἡ δὲ μυσαχθεῖσα, ἐρίῳ ἀπομάξασα τὸν γόνον, ἔρριψεν εἰς γῆν· ὅθεν Ἐριχθόνιος ὁ ἐκ τῆς γῆς ἀναδοθεὶς
παῖς ἐκλήθη, ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονός. ἱστορεῖ Καλλίμαχος ἐν Ἑκάλῃ.
λουσα (Od. 12, 70) καὶ τὰ τοιαῦτα.
λύχνον ἔχουσα φόως περικαλλές” (Od. 19, 34). ἐπεὶ τὸ πῶς καὶ τὸ ποῦ ἐπιρρήματά ἐστι πευστικὰ, οἷον “πῶς θάνεν Ἀτρείδης; ποῦ Μενέλαος ἔην;” (Od. 3, 248) ὀξυτονούμενα δὲ καὶ ἐγκλιτικά ἐστιν, ὡς τὸ “ἀλλʼ οὔπως άμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν” (Il. 4, 320), “ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι” (Il. 5, 193).
δὲ ταύτην τὴν πόλιν οὕτως ὀνομαζομένην.
πλευρὰ τῆς Πελοποννήσου, ἡ παρατείνουσα ἀπὸ Σικυῶνος μέχρι Ἤλιδος.
εἶναι τῶν ἐνύδρων ζώων.
Οἴτυλος, ἀφʼ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται.” τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ προσῳδίᾳ τῷ Ἡρωδιανῷ περὶ τῆς ἀναγνώσεως τῆς Τυραννίωνος.
ὃ νῦν εἴρηκεν αἰπὺ, καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δέ φησι μὲν κύριον εἶναι τὸ αἰπύ, οὐ μὴν συγκατατί- θεται τῷ τόνῳ, φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγο- ρικοῖς, Ἕλος, Αἰγιαλός. χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰς ῡ μονογενῆ οὐδέτερα βαρύνεται,
51 πῦϋ, μέθυ. ταῦτα ἐν τῇ προσῳδίᾳ. καὶ ἐν τῇ καθόλου δὲ ὁμοίως ἀμφίβολον αὐτὸ ἐᾷ. ἐν μέντοι τῇ Ζ (422) τῆς Ἰλιάδος δια- λαμβάνων περὶ τοῦ ἰῷ “οἳ μὲν πάντες ἰῷ κίον ἤματι,” φανερῶς λέγει ὅτι Ἀρίσταρχος ὀξύνει τὸ αἰπύ, καὶ ἐπείσθη αὐτῷ ἡ πλείων χρῆσις.
καθυπέρτεραι δὲ αἱ Μοῦσαι γενόμεναι τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας καὶ τοῦ νοῦ ἐστέρησαν.
ποδῶν στάσεως, ὡς ἐν τοῖς κατὰ τὴν νέκυιαν ἠθετημένοις “στεῦτο δὲ διψάων” (Od. 11, 583). καὶ ὅτι εἴπερ ἂν αὐταί ἀντὶ τοῦ εἰ καὶ αὐταί.
ὀφθαλμῶν ἐστερήθη; μᾶλλον γὰρ προσεκτικὸς ἂν ἐγένετο τῇ φω- νασκίᾳ. τόν γε δή τοι Δημόδοκον ἡ Μοῦσα “ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν” (Od. 8, 64).
ἀνάγνωσις, ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα, εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ η, ὀξύνονται, οἷον πηός πηλός. οὕτως καὶ πηρός.
ἐπιλήθεται δέ.
φασιν.
νόδοτος ἠθέτηκε τρεῖς στίχους. ἀναγκαῖοι δέ εἰσιν· παριστόρηται γὰρ διʼ αὐτῶν ὅτι παρέσχεν αὐτοῖς ναῦς ὁ Ἀγαμέμνων, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
γράφει. γίνεται δὲ ἀκατάλληλος ὁ λόγος.
ἐν αἷς οἱ κατοικοῦντες καλοῦνται Ἐπειοί.
ἐπαύλεις μεστὰς οὔσας τῆς κόπρου τῶν βοῶν. ἡ ἱστορία καὶ παρὰ Καλλιμάχῳ.
ἐὰν δὲ βραχὺ διαστέλλωμεν, ὅλος ὁ στίχος ἐπὶ τοῦ Μελεάγρου, καὶ τὸ ἐξῆς, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην ξανθὸς Μελέαγρος, θάνε δέ.
πολύπολιν· ἢ ἐπὶ τὸν σύνεγγυς καὶ ἀπαρτίζοντα ἀριθμὸν κατενή- νεκται νῦν, ἐν Ὀδυσσειᾳ δὲ τὸ ἀκριβὲς ἐξενήνοχεν, ὡς παρὰ Σοφο- κλεῖ. τινὲς δέ φασι Πυλαιμένη τὸν Λακεδαιμόνιον δεκάπολιν κτίσαι.
ματα, εἰ ἔχοι παρακείμενα εἰς λήγοντα, μὴ συνεμπίπτοντα ὀνό- μασι, πάντως βαρυνόμενα ἔχει, οἷον σαφῶς σάφα· ὅθεν εἰ τριχῶς, τρίχα.
πίπτει.
γνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε τὴν τῆς ἀποκοπῆς, ὁμοίως τῷ “οὖτα κατὰ λαπάρην (Il. 6, 64).
ξας δὲ τὸν Λικύμνιον ἀκουσίως ἀπέκτεινεν· διὸ ἠναγκάσθη γενέσθαι φυγὰς τῆς πατρίδος.
τες πόλεως, ἀλλὰ τριχῆ διασπαρέντες ἐφιλήθησαν ὑπὸ ἀλλήλων καὶ οὐ διήχθρευσαν, ἐζήτησεν ὑπὸ τίνος ἐφιλήθησαν. διὸ προσέθηκε τὸν “ἐκ Διὸς, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει.”
δέδεκται χρυσὸν ὗσαι τὸν Δία, Ὁμήρου μεταφορᾷ κεχρημένου διὰ τοῦ κατέχευε πρὸς ἔμφασιν τοῦ πλούτου.
χαρακτὴρ ὀφείλει βαρύνεσθαι ἐπὶ θηλυκῶν, λέγω δὲ ὁ εἰς θος λήγων ὑπὲρ δύο συλλαβὰς, τῷ ᾱ παραληγόμενος, ἄμαθος ψάμαθος.
τοῖς αἰτήμασιν ὑποπίπτει. στικτέον δὲ ἐπὶ τὸ ἔναιον, ἵνʼ ᾗ τὸ ἐπι- φερόμενον, οἵ τʼ Ἄλον τε καὶ Ἀλόπην ἐνέμοντο· τὸ γὰρ οἵ κατʼ ἐπανάληψιν περισσεύει. δύναται δὲ καὶ ὑποστίζεσθαι ἕκαστος στίχος ἕως τοῦ Ἀχαιοί κατὰ τέλος. ἡ δὲ συνήθεια συνάπτουσα τὰ τοιαῦτα τοῖς ἐπάνω οὐ κατορθοῖ· οὐ γὰρ μόνοι τὸ Πελασγικὸν Ἄργος κατοι-
κοῦσιν οἱ ὑπʼ Ἀχιλλεῖ τεταγμένοι. τὸ δὲ τούς ἀντωνυμία ἐστί. διὸ περισπαστέον τὸ νῦν καὶ τὸ αὖ.
ἀχέων (694) στίχους ἐννέα. ἀναγκαῖοι δέ εἰσιν διʼ αὐτῶν γὰρ δηλοῦται ὅτι ἐφʼ ἑαυτῶν ἔμενον οἱ Μυρμιδόνες.
πρότερον κατάξας τῷ Ἀγαμέμνονι ἐξαίρετον ἔλαβεν αὐτὴν γέρας.`
μένου.
57 Ἑρμιόνην Ἀσίνην τε (560). Τροιζῆνα Ηϊόνας τε (561)· ἡ γὰρ Ἑρμιόνη καὶ ἡ Τροιζὴν ἀσύνδετα. οἱ δὲ πρὸς τὰ ἐπάνω συνάπτουσιν, ἵν᾿ ὁ Πύρασος λέγηται Δήμητρος τέμενος διʼ εὐκαρπίαν, κακῶς.
ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος.
τῶν δεσποτῶν, ἢ ἀτελείωτος· ἔθος γὰρ ἦν τοῖς γήμασι θάλαμον οἰκοδομεῖσθαι. διὸ οἱ πολλοί φασιν ὅτι οἰκοδομῶν θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπὶ τὸν πόλεμον. βέλτιον δὲ εἰρῆσθαι ἡμιτελῆ διὰ τὸ μὴ γεγεννηκότα παῖδας πλεῦσαι. οἱ δὲ, ὅτι νεωστὶ γήμας οὐδέπω τελείως τὰ κατὰ τὸν γεγαμηκότος οἶκον διεπράξατο,
ἀλλὰ πρότερον ἐστράτευσεν.
τὴν ἑκάστου ἀρετήν.
ἀρύσῃς καλουμένης Ἀθηνᾶς ἐδήχθη ὑπὸ ὕδρου, καὶ ἀνιαρῷ τραύματι 58 περιπεσὼν κατελείφθη αὐτόθι ὑπὸ τῶν Ἑλλήνων· ᾔδεισαν γὰρ τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀφιοδήκτους.
μνημονεύειν καὶ χρήζειν τοῦ Φιλοκτήτου, ἐπειδὴ εἵμαρτο χωρὶς τῶν Ἡρακλέους τόξων μὴ ἁλῶναι τὴν Ἴλιον. εἶχε δὲ ταῦτα ὁ Φιλοκτήτης, ἐαθέντα αὐτῷ ὑπὸ Ἡρακλέους, καθὸ μηδενὸς θελήσαντος ἄλλου ὑφάψαι ἐν τῇ Οἴτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ τελευτῇ αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης.
ὑψηλοῦ ἐστὶ τόπου· διὰ δὲ τὸ διαφανὲς οὕτω κέκληται. Τιτάνοιο δὲ διὰ τὸ λευκόν (τίτανος γὰρ ἡ κονία), καὶ διὰ τὸ τιτάνῳ κεχρῖσθαι τὰς οἰκίας.
μάσθαι ὑπὸ τοῦ πατρὸς διὰ τὸ πολλοῖς ἐπιθεῖναι ποινὴν, ὁ ἐστι τιμω- ρίαν, τῶν Κενταύρων, ὁπότε εἰς τοὺς γάμους τῆς μητρός αὐτοῦ Μελανίππης ὑβρίσαι ἐπεχείρησαν.
Διὸς, ἔνθα τὸ ἐκ δρυὸς μαντεῖον τοῦ Δωδωναίου Διός.
εἴ γε καὶ τὸ ποδώκης ὀφείλει ὀξύνεσθαι, καθὸ τὰ εἰς υς ὀξύτονα, φυ- λάσσοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, δριμύς ἄδριμυς, οὐχ οὕτως δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος ἵσταται ἐπὶ τῆς ὀξείας, ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής. οὕτως οὖν ὤφειλε καὶ τὸ ποδώκης ὀξυτονεῖσθαι, γενόμενον ἀπὸ τοῦ ὠκύς. ἀλλά φασιν
εἰς ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης. παρὰ γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι “ποδώκης δῖ᾿ Ἀταλάνη.” τί οὖν ἐπὶ τοῦ Δόλωνος; κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασι καὶ ἐπὶ τούτου “ὃς δή τοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης” (Il. 10, 316).
τισμοῦ παράλογος ὁ τόνος· τὰ γὰρ παρὰ τὰ εἰς ος λήγοντα οὐδέτερα 60 δισύλλαβα, συντιθέμενα, εἰς ης λήγοντα ἐπιθετικὰ, μὴ ἔχοντα τὸ η πρὸ τέλους, πάντα ὀξύνεται, εὐγενής εὐκλεής εὐειδής· οὕτως δὲ καὶ εὐτειχής. ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτος τὸ αὐτὸ ἀναδέχεσθαι· νυνὶ δὲ κατὰ βαρεῖαν τάσιν ἀναγινώσκουσιν, ἀλλʼ οὐδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες· ἑξετέα γὰρ ἀδμήτην (Il. 23, 266) ἀναγινώ-
σκουσιν ὡς εὐσεβέα.
ρουσι γὰρ ἀλλήλων ἵπποι ἡλικίᾳ, χρόᾳ, μεγέθει, γένει, δυνάμει. τοῦτο δὲ ἔθος τῷ ποιητῇ πολλάκις ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν ἐμ- φαίνειν, ὡς τὸ “καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργʼ εἰδυῖα” (Od. 15, 418) καὶ τὸ “οὐ δέμας οὐδὲ φυὴν, οὔτʼ ἄρ φρένας, οὔτε τι ἔργα” (Il. I, 115).
προτρέψασθαι μὴ τολμῶντας προελθεῖν, ἔδει αὐτοπρόσωπον παρεῖναι. ἔθος τέ ἐστι τοῖς μεταμορφουμένοις θεοῖς κατὰ τὴν ἄφοδον ἀπολιπεῖν τεκμήριον εἰς ἐπίγνωσιν. οἵ τε λόγοι οὐχ οὕτως εἰσὶν ἐσχηματι- σμένοι τοῦ Πολίτου ὡς πρὸς πατέρα, ἀλλʼ εἰσὶν ἐπιτεταμένοι καὶ ἐπιπληκτικοί. καὶ τὸ “Ἕκτορ, σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι” Πολίτῃ
ἀνοίκειον· μᾶλλον δὲ Ἴριδι ἁρμόζει ἐπιτάσσειν.
“ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν” (Il. 3, 184).
οὐκ ἀπίθησεν.
νἱόν” (Il. 17, Ι) “ἐμὲ δʼ οὐ λάθεν” (Od. 9, 281).
γεῖν αὐτὴν ἐν τῷ πολέμῳ· σκαρθμὸς γὰρ ἡ τῶν ποδῶν κίνησις. Μύρινα δὲ Ἀμαζόνος ὄνομα.
πολέμοις.
ξανόμεναι διὰ τοῦ ῑ φυλάσσουσι τὸν αὐτὸν τόνον.
προθέσεως λαμβανομένη φυλάσσει τὸν αὐτὸν τόνον· εἴτε ἀντὶ τοῦ περισσός, φυλάσσει τὸν τόνον, ὡς τὸ “ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν” (Od. 1, 66)· “οὗ περὶ μὲν πρόφρων κραδίη” (Il. 10, 244). καὶ τὸ αἴτιον ἐν ἑτέροις εἴπομεν, ὡς ὅτι πρὸς αὐτοὺς. τοὺς τόνους τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται.
63
ποντος δὲ λέγεται ὁ διείργων τὴν Θρᾴκην καὶ τὴν Τρῳάδα πορθμός. εἴρηται δὲ Ἑλλήσποντος ἀπὸ τοῦ ἐκεῖσε ποντισθῆναι Ἕλλην τὴν Φρίξου μὲν ἀδελφὴν Ἀθάμαντος δὲ θυγατέρα.
πρὸς τὰ περὶ Πυλαιμένους, καὶ πρὸς τὴν ἐπανάληψιν, ὅτι πλεονάζει ἐν Ἰλιάδι.
479), “μάχῃ ἐνὶ κυδιανείρῃ” (Il. 6, 124)· ἐπεφέρετο γὰρ τὰ προσηγορικώτερα. ὁ μέντοι Ἀρίσταρχος τοῖς κυριωτέροις συνέταττε τὰς προθέσεις· διὸ ἀναστρέφων ἀνεγίνωσκε “Ξάνθου ἄπο δινήεντος,” φυλάσσων δὲ τὸν τόνον ἐπὶ τοῦ *“ποταμοῦ ἀπὸ Σελλήεντος.” εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανός φησιν ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ
τοιοῦτον ὅλον εἶδος ἀναγινώσκειν κατὰ ἀναστροφήν. εἰ γὰρ δύο ὀνόματά ἐστι καθʼ ἑνὸς ὑποκειμένου λαμβανόμενα, καὶ σχεδὸν ἕν ἐστι τὸ ὅλον, καὶ θέλει ἡ πρόθεσις προηγεῖσθαι, μέση δὲ παρείληπται καθʼ ὑποταγὴν, ὡς ὑποτεταγμένη ἀναστραφήσεται.
τῶν ἀρχαίων ἐζητήκασιν (II. 5, 576. 13, 643).
ἐλούσατο.
ὁρισθῇ ὁ τόπος καὶ ὁ καιρὸς, δύναται ὁ ἕτερος μένειν.
κάμπας φασίν. ἢ ἀπὸ Φθειρὸς τοῦ Ἐνδυμίωνος.
χρυσοῦν· λέγει γὰρ ἠΰτε κούρη. ἐνεπλέκοντο γὰρ χρυσὸν οἱ βάρβαροι. “πλοχμοί θʼ οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο” (Il. 17, 52).
Ξάνθου πρὸς τοὺς Ζελείτας Λυκίους.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.