ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
ΕΙΣ ΤΗΝ A.
πάθους ἀποκαθαρεύσῃ τὸ τοιοῦτο μόριον τῆς ψυχῆς, καὶ προσεκτι- κωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ, καὶ προεθίσῃ φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν· δεύτερον δὲ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ. ἐπεὶ δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως οὐ κατα-
τρέχει, ἀξιοπιστότερον ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ.
1 καὶ ὡς ἄριστος ἰατρὸς πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς ὕστερον τὴν ἴασιν ἐπάγει. Ἑλληνικὸν δὲ τὸ πρὸς τέλει τὰς ἡδονὰς ἐπάγειν. ἰστέον δὲ ὅτι ὥσπερ ἐπὶ συκῆς πρῶτον μέν ἐστιν ὄλυνθος, εἶτα φήληξ, σῦκον, ἰσχὰς, οὕτω πρῶτον ὀργὴ, θυμὸς, χόλος, κότος, μῆνις. ὅμως ὁ ποιητὴς ὡς συνωνύμοις ὀνόμασιν ἐπὶ Ἀχιλλέως
χρῆται. “ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν” (192)· “οὐδʼ ὄθομαι κοτέοντος” (180)· “αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος” (488).
μεν ὅτι ἅπας μὲν ὁ χρόνος ὁ πρὸ τοῦ δεκάτου ἔτους οὐκ ἔσχεν οὕτω σννεχεῖς τὰς μάχας, διὰ τὸ καὶ τοὺς Τρῶας αὐτοὺς φόβῳ τοῦ Ἀχιλ- λέως ἐντὸς κατακεκλεῖσθαι τοῦ τείχους· τὸ δὲ δέκατον ἔτος πλείονας ἔσχε τὰς πράξεις καὶ τοὺς πολέμους ἰσοπάλους, τοῦ Ἀχιλλέως ὀργιζομένου· ὁ δὲ ποιητὴς οἰκονομικῶς κἀν τούτῳ ἤρξατο μὲν ἀπὸ
τῶν τελευταίων, διὰ δὲ τῶν σποράδην αὐτῷ λεχθέντων περιέλαβε καὶ τὰ πρὸ τούτου πραχθέντα.
καὶ Ἀντίμαχος ὁ Κολοφώνιος “ἐννέπετε Κρονίδαο Διὸς μεγάλοιο θύγατρες.” δεύτερον δὲ, ὅτι οὐ κατὰ ἀλήθειαν ταῖς Μούσαις ἐπι- τάσσουσιν, ἀλλʼ ἑαυτοῖς.
ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις.
παρεγένετο εἰς Θεσσαλίαν, καὶ κυριεύσας τῆς χώρας τοὺς ὑποτε- ταγμένους ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀχαιούς. Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν, ἀπὸ Ἕλληνος τοῦ Διός. πρῶ- τοι οὖν οὕτως ἐλέγοντο οἱ ἐν Θεσσαλίᾳ ἄνθρωποι, καὶ οὗτοι οὐ πάντες, ἀλλὰ μόνοι οἱ ἐν Ἑλλάδι τῇ πόλει. ἔπειτα μεγάλα δυναστευθέντος
τοῦ Ἕλληνος καὶ τῶν τούτου παίδων, ἀπʼ αὐτοῦ πάντες ἐκλήθησαν Ἕλληνες.
συνερχόμενοι ἐποίουν γένος τὸ τῶν ἡρώων. ἢ ἀπὸ τῆς ἔρας. ἔρα δὲ γῆ κατὰ διάλεκτον, ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ γένος τῶν ἀνθρώ- πων.
σματα δεξώμεθα.
λὴν ἐπακούσαι.” ἄλλοι δʼ ἀπὸ ἱστορίας τινὸς εἶπον εἰρηκέναι τὸν Ὅμηρον. φασὶ γὰρ τὴν γῆν βαρουμένην ὑπʼ ἀνθρώπων πολυπληθίας, μηδεμιᾶς ἀνθρώπων οὔσης εὐσεβείας, αἰτῆσαι τὸν Δία κουφισθῆναι τοῦ ἄχθους· τὸν δὲ Δία πρῶτον μὲν εὐθὺς ποιῆσαι τὸν Θηβαϊκὸν πόλεμον, διʼ οὗ πολλοὺς πάνυ ἀπώλεσεν· ὕστερον δὲ πάλιν συμβούλῳ
τῷ Μώμῳ χρησάμενος, ἣν Διὸς βουλὴν Ὅμηρός φησιν, ἐπειδὴ οἷός τε ἦν κεραυνοῖς ἢ κατακλυσμοῖς πάντας διαφθείρειν. ὅπερ τοῦ Μώ- μου κωλύσαντος, ὑποθεμένου δὲ αὐτῷ τὴν Θέτιδος θνητογαμίαν καὶ θυγατέρος καλῆς γένναν, ἐξ ὧν ἀμφοτέρων πόλεμος Ἕλλησί τε καὶ βαρβάροις ἐγένετο, ἀφʼ οὗ χρόνου συνέβη κονφισθῆναι τὴν γῆν, πολ-
λῶν ἀναιρεθέντων. ἡ δὲ ἱστορία παρὰ Στασίνῳ τῷ τὰ Κύπρια πεποι- ηκότι, εἰπόντι οὕτως
Ἀριστοφάνους δόξαν, τῆς Θέτιδος εἶναι βουλὴν, ἣν ἐν τοῖς ἑξῆς φησι λιτανεύουσαν τὸν Δία ἐκδικῆσαι τὴν τοῦ παιδὸς ἀτιμίαν, καθάπερ ἐν τῷ προοιμίῳ.
σθένους, τὸ γένος Μυκηναῖος, ὃς ἤγαγε ναῦς εἰς Ἴλιον. ἐκπορθήσας δὲ τὴν Ἴλιον καὶ ὑποστρέψας οἴκαδε ἀναιρεῖται ὑπὸ Αἰγίσθου τοῦ Θυέστου δόλῳ ἐπὶ εὐωχίας· οὗτος γὰρ παρὰ τὸν καιρὸν τῆς ἀποδη- μίας ἐμοίχευε τὴν Ἀγαμέμνονος γυναῖκα Κλυταιμνήστραν. κατὰ δὲ τοὺς τραγικοὺς, αὐτὴν τὴν Κλυταιμνήστραν ἀνελεῖν αὐτὸν χιτῶνι
μὴ ἔχοντι διέκδυσιν τραχήλου. ἔσχε δʼ ἐξ αὐτῆς υἱὸν μὲν Ὀρέστην. καὶ θυγατέρας τέσσαρας, Λαοδίκην, Χρυσόθεμιν, Ἰφιγένειαν καὶ Ἠλέκτραν.
ποταμοῦ Δάφνη ὑπῆρχε θυγάτηρ εὐπρεπεστάτη. ἐρασθεὶς δʼ αὐτῆς Ἀπόλλων καὶ βουλόμενος συγγενέσθαι ἐδίωκε. καταλαμβανομένης δʼ αὐτῆς ὑπὸ τοῦ θεοῦ, φασὶν εὔξασθαι τῇ μητρὶ τῇ Γῇ χάσματι αὐτὴν δεχθῆναι. γενομένου δὲ τούτου, καὶ τῆς Γῆς ἀναδούσης ὁμώνυμον φυτὸν, Ἀπόλλων θεασάμενος ἐξεπλάγη. καὶ τὸ μὲν δένδρον ἀπὸ τῆς
παρθένου δάφνην προσηγόρευσεν ὁμωνύμως, λαβὼν δὲ τῶν κλάδων αὐτὸς ἐστέψατο.
ταῦτα λέγειν ἅπερ ἐπεθύμει δρᾶσαι· δεύτερον δὲ ὅτι διὰ τοὺς Τρῶας ἀπολωλέκει τὴν θυγατέρα· ὅθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατʼ αὐτῶν.
ἰστέον δὲ ὅτι ἡ Πελοπόννησος τὸ ἀρχαῖον Αἰγιάλεια ἐκαλεῖτο, ἀπὸ Αἰγιαλέως τοῦ υἱοῦ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ Μελίας τῆς Ὠκεανοῦ. ὕστερον δὲ Ἀπία πάλιν ἐκλήθη, ἀπὸ Ἄπιδος τοῦ Φορω- νέως παιδός· εἶθ᾿ οὕτως Ἀργος, ἀπὸ Ἄργου τοῦ πανόπτου· τελευταῖον δὲ πάντων Πελοπόννησος, ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντά-
λου υἱὸν Πέλοπα.
ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχομένων.
μή σε, γέρον, κοίλῃσι] μετὰ σπουδῆς ὁ Ἀγαμέμνων ἀπε- λαύνει τὸν Χρύσην, εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας. καὶ οὐ τοῦτο δὲ λέγει ὅτι γηράσασαν αὐτὴν τότε ἀποδώσει, ἀλλʼ ὅτι πρότε- ρον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται.
κρατερὸς δʼ αἰχμητής (Il. 3, 179). διὸ παρὰ μὲν τῶν ὑπηκόων ὑβρί- ζεται, τοῖς δὲ πολεμίοις λίαν ἐστὶν ἀπηνὴς, ὡς Ἀδράστῳ καὶ τοῖς Ἀντιμάχον παισίν.
Κίλλος ὁ ἡνίοχος τελευτᾷ τὸν βίον, ὃς καὶ καθʼ ὕπνον ἐπιστὰς τῷ Πέλοπι σφόδρα ὀδυνηρῶς ἐπʼ αὐτῷ ἔχοντι ἀπωδύρετό τε τὴν ἑαυτοῦ ἀπώλειαν καὶ περὶ κηδείας ἠξίου. διόπερ ἀναστὰς ἐξερυπάρου τὸ εἴδωλον διὰ πυρὸς, εἶδʼ οὕτως ἔθαψε τὴν τέφραν ἐπιφανῶς τοῦ Κίλ- λου, ἠρίον ἐπʼ αὐτῷ ἐγείρας, καὶ πρὸς τῷ ἠρίῳ αὐτοῦ ἐδείματο ἱερὸν,
8 Κιλλαίου Ἀπόλλωνος προσαγορεύσας διὰ τὸ αἰφνιδίως τὸν Κίλλον ἀποθανεῖν. οὐ μὴν ἀλλὰ καὶ πόλιν κτίσας Κίλλαν ὠνόμασεν. ὁ μέν- τοι Κίλλος καὶ μετὰ θάνατον τῷ Πέλοπι δοκεῖ συλλαβέσθαι, ὅπως περιγένηται τοῦ Οἰνομάου περὶ τὸν δρόμον. ἡ ἱστορία παρὰ Θεο- πόμπῳ.
δʼ ὁ Κύκνος Φυλονόμην ἢ ὡς ἔνιοι Πολύβοιαν, ἡ Φυλονόμη (καὶ γὰρ εἰς ἄνδρας ἐτέλει ἤδη ὁ Τέννης) ἐρασθεῖσα αὐτοῦ λόγους περὶ συνου- σίας ἠνέγκατο πρὸς αὐτόν. τοῦ δὲ τὰ πρὸς τὴν φύσιν δίκαια τηρή- σαντος, κατηγορήσατο πρός τὸν πατέρα αὐτοῦ ὅτι ἐθελήκοι αὐτὴν βιάσασθαι. ὁ δὲ πιστεύσας τῇ κατηγορίᾳ, συλλαβὼν τὸν παῖδα
ἐνέβαλεν εἰς λάρνακα καὶ ἔρριψεν εἰς τὴν ὑποκειμένην θάλασσαν. ὃν διὰ σωφροσύνην καὶ διὰ τὸ εἶναι υἱωνὸν ἔσωσεν ὁ Ποσειδῶν· τὴν γὰρ λάρνακα προσενεχθῆναι τῇ Λευκόφρυι νήσῳ ἐποίησεν. ἣν οἱ ἐπιχώ- ριοι θεασάμενοι, καὶ ἀφελόντες τὸ ἐπίθημα, μαθόντες τε τὸ γεγονός, οὐ μόνον ἑαυτῶν βασιλέα κατεστήσαντο, ἀλλὰ καὶ ἀπʼ αὐτοῦ Τένεδον
τὴν νῆσον προσηγόρευσαν.
νοντο. βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ καταλλαγῆναι, πρὸς Ὄρδην τὸν ἀρχιβουκόλον αὐτοῦ παρεγένετο, παῤ ᾧ ξενισθεὶς ὁ θεὸς ὑπέσχετο τῶν κακῶν ἀπαλλάξειν, καὶ δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς διέφθειρεν. ἀπαλλασσόμενος οὖν ἐνετείλατο τὴν ἐπιφάνειαν αὐτοῦ 9 δηλῶσαι τῷ Κρίνιδι. οὗ γενομένου ὁ Κρῖνις ἱερὸν ἱδρύσατο τῷ θεῷ, Σμινθέα αὐτὸν προσαγορεύσας, ἐπειδὴ κατὰ τὴν ἐγχώριον αὐτῶν διάλεκτον οἱ μύες σμίνθοι καλοῦνται. ἡ ἱστορία παρὰ Πολέμωνι.
περὶ μυῶν—, ἐκεῖ κτίσαι τὴν πόλιν. οἱ δὲ ἀπέστειλαν τοὺς ἀποί- κους. ἐλθόντων δὲ εἰς τὸν Ἑλλήσποντον, καὶ νυκτὸς ἐπιγενομένης, μύες ἔκοψαν αὐτῶν τοὺς τελαμῶνας τῶν ὅπλων. πρωὶ δὲ ἀναστάντες καὶ θεασάμενοι τοῦτο, σοφισάμενοί τε καθʼ ἑαυτοὺς, ἔκτισαν ἐκεῖ πόλιν, ἥντινα ἐκάλεσαν Σμινθίαν· οἱ γὰρ Κρῆτες τοὺς μύας σμίνθους
καλοῦσιν. ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος, διὰ τὸ ὑπερασπίζειν αὐτῆς.
ἢ παρὰ τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι.
καταστρεψάμενος τὴν τῶν Μελαμποδιδῶν χώραν ἀφʼ ἑαυτοῦ ὠνόμασεν Αἴγυπτον. γίνονται δὲ ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν πεντή- 10 κοντα παῖδες, Δαναῷ δὲ θυγατέρες πεντήκοντα. στασιασάντων δὲ αὐτῶν πρὸς ἀλλήλους περὶ τῆς ἀρχῆς, ὕστερον Δαναὸς τοὺς τοῦ Αἰγύπτου παῖδας, πλὴν ἑνὸς ἢ δυεῖν, διὰ τῶν θυγατέρων ἀνεῖλε δεδοικὼς, καθότι καὶ ἐκ χρησμοῦ ἠκηκόει, ὅτι φονευθήσεται ὑφʼ ἑνὸς αὐτῶν. καὶ ὑποθεμένης Ἀθηνᾶς αὐτῷ, ναῦν πρῶτος κατεσκεύασε
τὴν κληθεῖσαν ὡς ἀπὸ τοῦ ἀριθμοῦ τῶν θυγατέρων αὐτοῦ πεντηκόν- τορον, ἐν τὰς κόρας ἐνθέμενος ἔφυγε. προσσχὼν δὲ Ῥόδῳ τὸ τῆς Λινδίας Ἀθηνᾶς ἄγαλμα ἱδρύσατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος, καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ἑλλάνωρ ὁ τότε βασιλεύων· αὐτὸς δὲ κρατήσας τῆς χώρας ἀφʼ ἑαυτοῦ τοὺς ἐνοικοῦντας Δαναοὺς
ὠνόμασεν. ἱστορεῖ Ἀπολλοδωρος ἐν β΄.
τοιούτων ζώων ἤρξατο, μετάνοιαν τοῖς ἁμαρτήσασι διδούς. οἱ δὲ ἀληθέστερον καὶ φιλοσοφώτερον λύοντές φασιν ὅτι ἅπας μὲν λοιμὸς ἀπὸ ἐκφλογώσεως γίνεται, γῆθεν ἀναφερόμενος ἐξ ἀναθυμιάσεως. διὸ καὶ τὸν Ἀπόλλωνά φασιν αἴτιον εἶναι τῆς τοιαύτης ἀσθενείας, ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ ἡλίῳ τῷ καταφλέγοντι τὴν γῆν. ἐκ
δὲ τῆς γῆς γιγνομένης τῆς νόσου, ἀναγκαῖον τοὺς κύνας πρώτους ᾐσθῆσθαι τῆς βλάβης, ὅτι τε καὶ αἰσθητικώτερά ἐστι τὰ ἄλογα ζῶα φύσει τῶν ἀνθρώπων καὶ ὅτι κάτω νεύουσι πρὸς τὴν γῆν καὶ ἀνιχνεύουσι. τοὺς δὲ ἡμιόνους οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τῷ ἐκ διαφόρων σωμάτων εἰληχέναι τὴν γένεσιν· παντελῶς γὰρ εὐδιάφθαρτον
11 τὸ τοιοῦτο. τῆς δεκάτης δὲ ἡμέρας γεγενῆσθαι φανερὸν τὸ νοσῶδες, εὐλόγως· κατʼ αὐτὸν δὲ τὸν ποιητὴν τὸ θεώρημα δεῖ λύειν. τῇ δεκάτῃ φαίνεται τὸ νοσῶδες, τοῦ ἀέρος ἐν ταύτῃ πάντως καθισταμένου, ὥσπερ καὶ αὐτὸς ὁ ποιητὴς δεδήλωκεν. ἡ Ἥρα, φησὶν, ἐπὶ φρεσὶ θῆκε τῷ Ἀχιλλεῖ. Ἀχιλλεὺς γὰρ Χείρωνος ὢν μαθητὴς, καὶ τὴν
ἰατρικὴν τέχνην σοφὸς, ἐκ τῆς καταστάσεως τοῦ ἀέρος ἐπέγνω γινόμενον τὸ κακόν. τὸ γὰρ τῆς Ἥρας ὄνομα παρὰ τὸν ἀέρα πεποίηται, ἐπεὶ τίνος ἕνεκα Νέστωρ ἢ Ὀδυσσεὺς ἢ Μενέλαος, οὐδενὸς ἔλαττον τῶν Ἑλλήνων φροντίζοντες, οὐ ζητοῦσιν, ἀλλὰ μόνος τῇ δεκάτῃ δʼ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς;
αἱ δὲ ἡμίονοι πολλάκις ἀπολειφθεῖσαι ἀνθρώπων ἀπὸ τῆς ὀσφρήσεως καὶ τὰς ὁδοὺς ἀνευρίσκουσιν.
καλοῦμεν. εὐπαθῆ δὲ τὰ ζῶα ταῦτα καὶ εὐάλωτα ὑπὸ νόσου· σύμμικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν, καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι δεῖται ἀνάγκης, οὐδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη. οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος, ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι. ἀργοὺς δὲ ἀκουστέον τοὺς λευκοὺς,
ὅτι ἀσθενέστερά ἐστι τὰ τοιαῦτα σώματα τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα.
ἐκαίοντο.
ὑπὸ Ἡρακλέους. συναγαγόντος γὰρ, φασὶ, στρατιὰν ἐπὶ Ἴλιον Ἡρακλέους, διὰ τὸ τὸν Λαομέδοντα παρὰ σύνταξιν ποιῆσαι Ἡρακλεῖ σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην, καὶ μὴ δοῦναι τοὺς ἵππους οὓς ὑποσχόμενος ἦν αὐτῷ ὑπὲρ τῆς τοσαύτης εὐεργεσίας, ἐπεζήτει καὶ τὸν Ἀργεῖον ὡσανεὶ οἰκεῖον. Λικύμνιον δέ φασι τὸν
πατέρα Ἀργείου, φοβούμενον ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱὸν ὀνόματι Οἰωνὸν ἀποστείλας εἰς Λακεδαίμονα μεθʼ Ἡρακλέους ἀπέβαλεν, οὐ βούλεσθαι προίεσθαι τοῦτον, ἕως Ἡρακλῆς ὤμοσεν ἀπάξειν πάλιν αὐτόν. τότε δʼ οὖν συμπεσούσης τῷ Ἀργείῳ τῆς τοῦ βίου τελευτῆς, διαπορηθεὶς ὁ Ἡρακλῆς πῶς ἂν ἐπιτελέσοι τὸν ὅρκον, ἔκαυσεν αὐτὸν,
καὶ πρῶτόν φασι τοῦτον τοιαύτης ἐπιμελείας τυχεῖν. ἡ ἱστορία παρὰ Ἄνδρωνι.
ὑπὸ Ἀλεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ, ἐν τῇ τοῦ μήλου κρίσει. ἤθελεν οὖν σώζεσθαι τοὺς Ἕλληνας, ἵνα γένωνται τοῖς Τρωσὶν ὄλεθρος.
κἂν ἄλλης οἱοσδήποτε τύχης λαμπρᾶς, ἐδημηγόρει δὲ, ὀρθὸς ἵστατο.
ἐπανακάμψειν εἰς τὰ οἰκεῖα, ἐάν περ δὴ ὅλως τὸν θάνατον ὑπεκφύ- γοιμεν. οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθεσις τῆς μετοχῆς, ἀλλὰ σνντέθειται διὰ τὸ ἂψ ἀπονοστήσειν.
καὶ ἰδῶν τὴν χώραν λεηλατονμένην, τοὺς Μυσοὺς καθοπλίσας, ἐπὶ τὰς ναῦς τοὺς Ἕλληνας συνδιώξας πολλοὺς ἀπέκτεινεν. ὁρμή- σαντος δὲ ἐπʼ αὐτὸν Ἀχιλλέως οὐ μείνας ἐδιώκετο· ἐν δὲ τῷ τρέχειν ἐμπλακεὶς ἀμπέλου κλήματι τὸν μηρόν τιτρώσκεται, νεμε- σήσαντος αὐτῷ Διονύσου, ὅτι ἄρα ὑπὸ τούτου τῶν τιμῶν ἀφῄρητο.
14 οἱ δὲ Ἕλληνες ὑπέστρεψαν εἰς τὸ Ἄργος· Τήλεφος δὲ ἀνίατον ἔχων τὸ τραῦμα, εἰπόντος θεοῦ μηδένα δύνασθαι αὐτὸν θεραπεῦσαι ἢ τὸν τρώσαντα, ἦλθεν εἰς Ἄργος, καὶ πίστιν δοὺς μὴ ἐπικουρή- σειν Τρωσὶν ἐθεραπεύθη ὑπʼ Ἀχιλλέως, καὶ αὐτὸς ἔδειξε τὸν ἐπὶ Τροίαν πλοῦν. ταῦτα οἱ νεώτεροι· ὁ δὲ ποιητὴς λέγει Κάλχαντα
ὑφηγήσασθαι τὸν ἐπὶ Ἴλιον πλοῦν.
ἐρείομεν διασταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον, ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτως Ἡωδιανός. καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει.
Ἡρωδιανὸς τελείαν δίδωσι, καὶ κοινὸν τὸ μάντιν. ὁ δὲ Πορφύριος τὸν διʼ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ὀνειροπόλον δὲ τὸν ὀνειροκρίτην.
αὐτόν. μήποτε δὲ ὀνειροκρίτην ὑπείληφεν, οὐκ ὀρθῶς.
ὅ ἐστιν κέ ζώων.
ἴδιον τόνον. ὅταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφερό- μενον, τὸν ἴδιον τόνον φυλάσσει, ἄτε δὴ ἐπέχουσα τὴν τάξιν. εἰς δὲ τὸ αἴ κεν περισσὸς ὁ κεν, ἵνα ᾖ ἀντὶ τοῦ εἴ πως.
οὐδὲ ἐκαθέζετο.
ροι, καὶ ὅτι τὸ εἴσω ἀντὶ τοῦ εἰς.
καζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ προειπών.
τοὺς ἵππους τε καὶ ἅρματα,” “ἠμὲν ἐμοὶ δώσειν” (Il. 14, 275). τὸ δὲ “ἦ γὰρ ὀΐομαι” (78) περισπωμένῃ τάσει ἀναγνωστέον· διαβε- βαίωτικὸς γὰρ ὁ σύνδεσμος.
καὶ τὴν χερείονι χέρειι· καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου εἰς τὸ η. οὕτως Ἡρωδιανός.
φράσαι ἁρμόζει.
γοντα, διὰ τοῦ ντ κλινόμενα ἐπὶ τῆς γενικῆς, ἔχει τὴν κλητικὴν εἰς ν, Θόαν, Αἶαν.
κομένοιο. βελτίων δὲ ἡ συνήθης ἀνάγνωσις.
εἰς διαβολήν.
“ἀλλ᾿ ἕνεκ᾿ ἀρητῆρος, ὃν ἠτίμησʼ Ἀγαμέμνων.”
Αἰσήποιο” (Il. 2, 825) καὶ Καλλίμαχος “Αἴσηπον ἔχεις ἑλικώ- 18 τατον ὕδωρ.” ἢ τὴν οὐκ ἀτενῆ τὴν θέαν. ἢ τὴν ἀξιοθέατον, πρὸς ἣν πάντες ἑλίσσουσι τὴν θέαν.
ποινον, στικτέον δʼ ἐς Χρύσην, ἐπεὶ κοινὸν κατὰ πάντων τὸ πρίν. τὸ ἀπριάτην ἐπιρρηματικῶς ἀκούει Ἀπολλώνιος ἀντὶ τοῦ ἀπριάδην.
σθαι δεῖ τοὺς προαμαρτήσαντας.
Tr. 931) “πλευρὰς ὑφʼ ἧπαρ καὶ φρένας.” ἤδη δὲ οἱ νεώτεροι με- λαίνας τὰς φρένας φασίν.
σημαινόμενον κακόμαντι, ἤτοι τὸ δύσφημον τοῦ Κάλχαντος καὶ ἀεὶ τοιοῦτον λοιδοροῦντος τοῦ Ἀγαμέμνονος, ἢ τὸ παρακολουθοῦν ἀεὶ τοῖς μάντεσιν ὡς ἴδιον ἁμάρτημα τῷ Κάλχαντι προστριβομένου· μάντεως γὰρ τότε χρεία, ὅταν ἐν συμφορᾷ τινὲς ὦσιν.
19 ἀλλ᾿ ἀγαθόν· ἀντιδιαστέλλει γοῦν ἐπὶ τὸ “αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα.”
μαντεύσασθαι αὐτὸν ἐν Αὐλίδι τὸν πόλεμον, ὅσον ἀπὸ τοῦ συμβόλου τῶν στρουθῶν.
ὀργιζόμενοι καὶ τὰ αὐτὰ ἐπαναλαμβάνουσιν ὡς μὴ κατʼ ἀξίαν εἰρηκότες.
αὐτοὺς, εἰ μὴ Ἀγαμέμνων Ἰφιγένειαν τὴν θυγατέρα αὑτοῦ σφαγιάσῃ Ἀρτέμιδι, διὰ τὸ φονεῦσαι αὐτὸν τὴν ἱερὰν αἶγα τὴν τρεφομένην ἐν τῷ ἄλσει αὐτῆς, καὶ πρὸς τούτῳ καυχησάμενον εἰπεῖν ὅτι οὐδὲ ἡ Ἄρτεμις οὕτως ἂν ἐτόξευσε. τοῦ δὲ Ἀγαμέμνονος διὰ τὴν πολλὴν ἀνάγκην παραστήσαντος τὴν κόρην τῷ βωμῷ, κατοικτειρήσασαν τὴν θεὰν, καὶ
ἔλαφον ἀντὶ τῆς παρθένου παραστήσασαν, σῶσαι καὶ ἐν Ταύροις τῆς Σκυθίας εἰς τὸ ἱερὸν τῆς θεοῦ εἰπεῖν πεμφθῆναι αὐτήν. ἡ ἱστορία παρὰ πολλοῖς μὲν τῶν νεωτέρων, καὶ παρὰ Δίκτυϊ τῷ γράψαντι τὰ Τρωικά.
σύντομος γίνεται ἡ ἑρμηνεία καὶ οὐδὲν ἐλλιπὲς ἔχουσα.
ἀδελφή.
χεσθαι τὴν κόρην· οἱ δὲ ὅτι ἐπαινεῖ τὴν Χρυσηΐδα, ἵνα μὴ τὰ. τυχόντα τοῖς Ἕλλησιν, ἀλλὰ τὰ μέγιστα δοκῇ χαρίζεσθαι· ἔνιοι. δὲ ἵνα ψευδόμενον ἀποδείξῃ τὸν Κάλχαντα. πῶς γὰρ ὀργίζοιτο ἂν- ὁ θεὸς τῆς αἰχμαλώτου μηδὲν ἐφύβριστον πασχούσης;
μεταληφθῇ ἡ ἀντωνυμία· τοῦτο γὰρ καὶ Ἀρίσταρχος παρήγγειλεν· ἐὰν γὰρ ὀρθοτονήσωμεν, ἔσται τὸ ἑαυτῆς σύνθετον, οὕτως ὡς τὸ “οἳ ἔθεν ὀτρύνοντος” (Il. 15, 199), καὶ “οὓς ἕθεν εἵνεκʼ ἔπασχον” (l. 3, 128).
τὸ δεδέσθαι καὶ συνεστηκέναι, οἷον “οὐ δέμας οὐδὲ φυήν” καὶ πάλιν “δέμας δʼ ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε” (Od. 4, 796) καὶ “ἐπεὶ οὕτως οὐδὲ ἔοικε θνητὰς ἀθανάτῃσι δέμας” (Od. 5, 212). καὶ σῶμα δὲ καλεῖ τὸ ἄψυχον, ἐπεὶ σῆμά τί ἐστι τοῦ ποτὲ ζῶντος, οἷον “σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν” (Il. 7, 79)· καὶ ἐπὶ τοῦ
Ἐλπήνορος πάλιν “σῶμα γὰρ ἐν Κίρκης κατελείπομεν αὖθις ἡμεῖς ἄκλαυτον καὶ ἄθαπτον” (Od 11, 53)· καὶ “ὧν ἔτι καὶ νῦν σώματʼ ἀκηδέα κεῖται” (Od. 24, 186). Εὐριπίδης μέντοι ἐνηλλαγμένως δέμας μὲν ἐπὶ τοῦ νεκροῦ, λέγων “ἕκτον δὲ δὴ τόδʼ ἦμαρ ἐξ ὅτου σφαγαῖς θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας·” (Orest. 40.)
τὸ δὲ σῶμα ἐπὶ ἐμψύχου λαμβάνει, λέγων “δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι” (ibid. 98).
21 τῆς διανοίας εὐήθους οὔσης. οὐ δεῖ δὲ αὐτὸν ἰδίᾳ προφέρεσθαι, ἀλλὰ συνάπτειν τοῖς ἄνω· ἐν ἤθει γὰρ λέγεται.
ὁ δὲ λόγος τοιοῦτος· θέλω, φησὶν, ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι καὶ αὐτὸς ἀπολέσθαι· ὁ γὰρ ἤ σύνδεσμος ἀντὶ τοῦ καί παρείληπται τῷ ποιητῇ. Πορφύριος δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπο- λέσθαι ἐγώ.
τοῦ μέλλοντος, ὡς ἄξετε οἴσετε, “καταβήσεο δίφρου” (Il. 5, 109).
γὰρ δή μου τὸ γέρας ἀλλαχόσε ἀπερχόμενον. θαυμάσειε δʼ ἄν τις Πτολεμαίου τοῦ Ὀροάνδου τὴν ἀπειρίαν· ἐν γὰρ τῷ τρίτῳ τῶν Ὁμη- ρικῶν ὑποδειγμάτων παραδεικνὺς ὅτι ἀντὶ τοῦ ἑτέρου τῷ ἄλλῳ ἔσθʼ ὅπη καταχρῆται Ὅμηρος, καὶ τοῦτο φέρων ἐντέθεικε τὸ μαρτύριον “ὅ μοι γέρας ἔρχεται ἄλλῃ,” ὡς ἐκεῖνο “πῦρ ἕτερον μὲν ὑπʼ αἰθούσης
εὐερκέος αὐλῆς, ἄλλο δʼ ἐνὶ προδόμῳ (II. 9, 472) καὶ “ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ” (Il. 9, 313). ἁπλῶς δʼ ἔοικε νοῦς ὑγιὴς μὴ ὑποφαίνεσθαι διὰ τῆς ἐκδοχῆς ταύτης· καὶ εἴη ἂν τὸ παρόραμα οὐκ ἐπιστήσαντος αὐτοῦ τοῖς παραδείγμασιν.
ἡ Ἀριστοφάνους.
Προμηθέως παῖς Δευκαλίων γίνεται. οὗτος βασιλεύων τῶν περὶ 22 τὴν Φθίαν τόπων γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας, ἣν ἔπλασαν οἱ θεοὶ πρώτην γυναῖκα. καὶ ἐπειδὴ Ζεὺς ἠθέλησε τὸ χαλκοῦν γένος ἀπολέσαι, ὑποθεμένου Προμηθέως Δευκαλίων τεκτηνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμενος ἐν αὐτῇ, μετὰ Πύρρας ἐνέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπʼ οὐρανοῦ χέας τὰ πλεῖστα
μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους ὀλίγων χωρὶς, οἵτινες συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. τότε δὲ καὶ τὰ κατὰ Θεσσαλίαν στενώματα διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχύθη πάντα. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος ἐφʼ ἡμέρας ἐννέα καὶ νύκτας ἴσας τῷ
Παρνασσῷ περιηχεῖτο, κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων ἐκβὰς ἔθυσε Διὶ φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν αἰτεῖσθαι ὅ τι βούλεται· ὁ δὲ αἱρεῖται ἀνθρώπους αὑτῷ γενέσθαι, καὶ Διὸς εἰπόντος ὑπὲρ κεφαλῆς ἔβαλλεν αἴρων τοὺς λίθους· καὶ οὓς μὲν ἔβαλλεν οὗτος, ἄνδρες ἐγίνοντο, οὓς δὲ ἡ Πύρρα, γυναῖκες.
ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ.
δανειστῇ κέχρηται, καὶ διπλᾶ καὶ τριπλᾶ ἀποδώσειν ἐπαγγέλλεται.
τοῦτο ὁ Ἡρωδιανός.
ἐν τρισὶ συλλαβαῖς ἀναγινώσκεται. Ζωΐλος δὲ ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητὴν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι· τὸ γὰρ δῶσί φασι πληθυν- τικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ τὸ δῷ ἑνικὸν ἐκτεταμένον, ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι. τοιοῦτόν ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ (1, 168),
τὸ “φῇσιν ἐλεύσεσθαι,” καὶ τὸ “εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα” (Od. 8, 318). κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προσκείμενον. μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ ὁ Ἡρω- διανός.
δέσμῳ, ἀντὶ τοῦ γέ ἢ τοῦ δή.
καὶ τῇ διανοίᾳ, καὶ μὴ ἁρμόζοντες Ἀγαμέμνονι.
φωνήεντος ἐπιφερομένου ψιλοῦται.
παρὰ τὸ φρήν συντεθέντα, εἰς ων καταλήξαντα, ἐπὶ κλητικῆς παρ- οξύνεται, Λυκόφρον, “καρτερόθυμε δαίφρον” (Il. 5, 277). τὰ δὲ ἄλλα ἐπὶ κλητικῆς ἀναδίδωσι τὸν τόνον, ὁπότε ἐστὶ σύνθετα εἰς ον βαρύτονα, Ἀγάμεμνον, ὀλβιόδαιμον, κυλλοπόδιον, Ποσείδαον. ἔνθεν παράλογος ἡ Λακεδαῖμον προπερισπωμένη κλητική.
ἐν τούτῳ τῷ τόπῳ. βέλτιον δέ ἐστι τὸ πρότερον, ἐπεὶ καὶ ἐκεῖ τὴν εἰς τόπον σχέσιν μᾶλλον δηλοῖ, ἀντὶ τοῦ παραγίνεται πολλάκις ἐνθάδε.
οὐδέποτε δὲ ἐπὶ μέλλοντος.
καὶ πολλὴ θάλασσα, ὡς μήτε ὑπήκοόν με σοὶ εἶναι μήτε ἀστυ- γείτονα.
τόμενος παρὰ Τρώων.
διαστελοῦμεν ἐπὶ τὸ Τρώων, ὡς ἐπὶ τοῦ “οὐλομένην ἣ μυρίʼ Ἀχαιοῖς.”
δύναται δὲ καὶ χωρὶς τοῦ κε· καὶ ὅτι ἤλλακται ὁ χρόνος, ἔρχομαι ἀντὶ τοῦ ἠρχόμην.
αὐτὸν κεῖσθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲς ἐπήν κε γράφουσιν.
σε, φησὶν, ἐμοῦ ἀπόντος καταστρέψαι τὴν Ἴλιον καὶ πλοῦτον πολὺν σχεῖ.
περιουσία, πλοῦτος δὲ ἡ ἀπὸ πολλῶν.
2, 196)· τὴν ψυχὴν, ὡς ὅταν εἴπῃ “μελιηδέα θυμὸν ἀπηύρα” (Il. 10, 495)· τὴν ἐπιθυμίαν, ὡς ἐν τῷ “ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ” (Od. 5, 126)· τὸν ἐπιλογισμὸν, ὡς τὸ “ἕτερος δέ με θυμὸς ἀνῆκεν” (Od. 9, 302)· τὴν ὁμόνοιαν, ὡς ἐπὶ τοῦ “ἀλλ᾿ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ” (Od. 3, 128).
νητέον· ἔστι γὰρ Ἀττικὴ, ὡς καὶ ἡ ἔγωγε.
ἐπὶ τῆς εὐθείας εἰς α λήγει.
Ὀδυσσείᾳ οὔ.
μάλα καρτερός ἐσσι, οἴκαδʼ ἰών.
καὶ τὸν τόπον εἰς ὃν κατεληλύθει. μὴ μελλήσας οὖν ἔσπευσε. μέλ- λων δὲ ὁ Ζεὺς ἐπʼ αὐτοφώρῳ καταλαμβάνεσθαι τὴν μὲν Αἴγιναν μετεμόρφωσεν εἰς ὁμώνυμον νῆσον, αὐτὸς δὲ μετεβλήθη εἰς λίθον. ἐλθὼν δʼ ὁ Ἀσωπὸς καὶ μηδʼ ὅντινα καταλαβὼν ἔμπαλιν εἰς τὰς ἰδίας ὑπέστρεψε πηγάς. βουλόμενος δʼ ὁ Ζεὺς τιμωρήσασθαι τὸν
μηνύσαντα, ἠνάγκασεν αὐτὸν ἐν τοῖς ὑποχθονίοις τοσοῦτο μέγεθος πέτρου ἀνωθεῖν, εἰς ὅσον αὐτὸς μετεβλήθη. Αἰακοῦ δὲ ἐν τῇ νήσῳ μόνου ὄντος, ὁ Ζεὺς κατοικτείρας τοὺς αὐτόθι μύρμηκας μετέβαλεν εἰς ἀνθρώπους· ἀφʼ ἧς αἰτίας Μυρμιδόνες ἐκλήθησαν.
λων, ἵν᾿ ἀπʼ ἄλλης ἀρχῆς ᾖ τὸ ὡς ἔμʼ ἀφαιρεῖται.
ψυχῆς φησὶν, ἀφʼ οὗ λέγει στήθεσσιν· ὑπό γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ἐστὶ τὸ πυρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. σημαίνει δὲ καὶ τοῖς θερμοῖς· ἡ θέρμη γὰρ αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν.
βών τις προσέθηκεν “ἠὲ χόλον παύσειεν.” βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ μερμήριξεν· ὁ γὰρ λόγος, διχῶς ἐλογίσατο, τοὺς μὲν ἀνα- στῆσαι, τὸν δʼ Ἀγαμέμνονα ἀνελεῖν.
ὑποστίζειν ἀμφότερα· ἐν ὅσῳ γὰρ λογίζεταί τε καὶ σπᾶται, ἦλθεν ἡ Ἀθηνᾶ.
λογικὸν τῆς ψυχῆς μέρος. εὐλόγως δὲ καὶ οἱ μυθογράφοι φασὶν ὅτι ἔγκυος οὖσα ἡ Μῆτις τὴν Ἀθηνᾶν κατεπόθη ὑπὸ τοῦ Διὸς, καὶ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ ἐν τῷ ὡρισμένῳ τῆς ἀποκυήσεως χρόνῳ ἐξέθορεν ἡ θεὸς σὺν ὅπλοις. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ ἐν πρώτῳ.
κόμης εἷλεν, οὐχὶ τοῦ Πηλείωνος τὴν κόμην. ἀγνοήσαντες δέ τινες γράφουσι ξανθῆς δὲ κόμης ἕλε Πηλείωνος. διὰ τούτου δὲ αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθότριχες τοιοῦτοι.
ἀπὸ τοῦ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ (πολεμικὴ γὰρ ἡ θεός), ἢ ὅτι Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτεινεν, ἢ ἀπὸ τοῦ ἀναπαλθῆναι αὐτὴν ἀπὸ τῆς κεφαλῆς τοῦ Διὸς, ἢ διὰ τὸ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διί.
Ἀθηνᾶν γλαυκῶπιν παρέστησεν. τινὲς δὲ φάανθεν ἀντὶ τοῦ ἐφωτί- σθησαν οἱ τοῦ ἥρωος ὀφθαλμοί.
ἔσται. τοῦτο δὲ τῇ Ἀθηνᾷ ἁρμόζει μᾶλλον διαβεβαιοῦν.
καὶ τὸν ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα. οὐ πᾶς δὲ ὁ φιλῶν κήδεται ὡς λύκος ἄρνα.
αὐτοῖς τό τε ὑπερβατὸν τοῦ γάρ συνδέσμου, καὶ τὸ διλογεῖσθαι τὰ ἡμιστίχια ταῦτα, ὡς ἔσεταί περ καὶ ὡς τετελεσμένον ἔσται. μή- ποτε οὖν ἄμεινον στίζειν ἐπὶ τὸ τέλος τοῦ στίχου, ἵνα μὴ μόνον συμβουλεύῃ, ἀλλὰ καὶ μαντεύηται, ὃ θεοῖς μάλιστα πρέπει.
κε θεά,” καὶ τὸν “ἄμφω ὁμῶς” (208, 209). ὁ λόγος δὲ αἱρεῖ στίζειν ἐπὶ τὸ κεχολωμένον καὶ ἄμεινον· ἕκαστος γὰρ καθʼ ἑαυτὸν λόγος ἀπηρτισμένος ἐστί. καὶ οἱ μὲν πρῶτοι δύο ὑπὸ τοῦ γάρ συνδέσμου 32 συνημμένοι εἰσίν· ὁ δὲ τρίτος “ὅς κε θεοῖς ἐπιπείθηται” ἀσύνδετός ἐστι πρὸς τὸν δεύτερον, διὸ τελείαν ἔχει τὴν πρὸ ἑαυτοῦ στιγμήν· γελοῖος δʼ ὁ Πτολεμαῖος, ὃς αἰτίαν ἡγεῖται τῶν διαστολῶν ἐνθάδε τὸ γνωμικῶς λέγεσθαι τὸν τελευταῖον στίχον· καὶ γὰρ εἰ μὴ γνωμικὸς ἦν, οὐδαμῶς ἐδύνατο συνάπτεσθαι τοῖς ἄνω, ἀσύνδετος ὢν, ὁ λόγος.
πων Ἀτρεῖδαι;” (Il. 9, 339). δηλοῖ δὲ καὶ τὸ ἔφη· “ἦ καὶ κυανέ- ῃσιν” (528). καὶ σεσημείωται Ἀρίσταρχος ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ ἐπὶ προειρημένοις λόγοις ἐπιφέρει τὸ δηλοῦν τὸ ἔφη, ὡς ἐπὶ τοῦ προκειμένου, ὁ δὲ Πλάτων μετʼ αὐτὸν ἐπιφέρει τὸν λόγον. ψιλού- μενον δὲ καὶ βαρυτονούμενον δηλοῖ σύνδεσμον διαζευκτικόν· “ἢ εὖ ἠὲ
κακῶς” (Il. 2, 253). ἔστι δὲ τε καὶ ἀντὶ συναπτικοῦ τοῦ εἴ τίθε- ται, οἷον “οὐδʼ ἀφαμαρτοεπὴς, ἢ καὶ γένει ὕστερος ἦεν” (Il. 3, 215). ποτὲ δὲ παρέλκει· “ἀλλὰ τί ἢ με ταῦτα παρεξερέεσθαι ἕκαστα;” (Il. 10, 432). δασυνόμενον δὲ καὶ ὀξυτονούμενον ἄρθρον προτακτικὸν δηλοῖ· “ἡ δʼ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ” (Il. 22, 151). δηλοὶ δὲ
33 καὶ ἄρθρον ὑποτακτικὸν, οἷον “ἢ μυρίʼ Ἀχαιοῖς” (2). δηλοὶ δὲ καὶ ἀναφορικὴν ἀντωνυμίαν· “ὡς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπεν” (Od. 6, 109). δηλοῖ δὲ καὶ τὴν σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου, συζυγοῦσαν τῇ ἐμῇ σῇ. ὑποδείγματα δὲ ταύτης παρʼ Ὁμήρῳ οὐχ εὑρίσκεται, ἐκ δὲ τοῦ ἀναλόγου νοεῖται· αἱ γὰρ πλάγιοι πᾶσαι διʼ
αὐτῆς παρʼ Ὁμήρῳ σώζονται.
σκίφος καὶ ξίφος Δωρικῶς.
τὰς διαιρέσεις αὐτῶν. Ἡσίοδος δὲ δαίμονάς φησι τοὺς ἐκ τοῦ ζῆν μεταστάντας, ὄντας δὲ ἐπὶ τῆς Κρόνου βασιλείας, τοῦ χρυσοῦ γένους, λέγων αὐτοὺς φύλακας θνητῶν ἀνθρώπων (O. 122).
λοιδορίαν βραχὺ διασταλτέον, ἐπὶ δὲ τὸ τέλος στικτέον· προσαγο- ρευτικὴ γὰρ ἡ περίοδος. ἡ δὲ ἑξῆς ῥηματική· διὸ ἀπʼ ἄλλης ἀρχῆς “οὔτε ποτʼ ἐς πόλεμον οὔτε λόχον.”
ἀνδρός” (ll. 13, 277).
ἵνʼ ᾖ Ἀχαιῶν δῶρʼ ἀποαιρεῖσθαι.
πειν, ὑφʼ ἓν ἡμῶν ὅλον προφερομένων τὸν στίχον, ἵνʼ ᾖ δημοβόρος εἶ βασιλεὺς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις. ἀλλʼ οὐκ ἐπείγει.
γάρ ἐστιν.
ἰστέον δὲ ὅτι διὰ τοῦ σκήπτρου ὄμνυσιν αὐτὸν τὸν ἔφορον τῆς βασι- λείας θεόν.
πτρον, ἦ ποτʼ Ἀχιλλῆος.
δοκεῖ τρία εἶναι μέρη λόγου, οὔ καὶ δέ καὶ ἕν.
ἔπαινος.
αὕτη πρὸς γένεσιν ἡλικία. οἱ μὲν οὖν συντεχθέντες αὐτῷ ἀπολώ- λεισαν ὑπὸ Ἡρακλέους, οἱ δὲ συγγηράσαντες οὐ συνεστράτευσαν αὐτὸς δὲ, “οὔ μιν ἐπέτρεπε γήραι λυγρῷ (Il. 10, 79). τῶν οὖν υἱῶν αὐτῶν ἧρχεν. ἔστιν οὖν ἑβδομηκονταέτης· δύο γὰρ γενεὰς πληρώσας εἰς τὴν τρίτην κατελέγετο. ἀμέλει τήν τε Ἑκαμήδην ἔχει καὶ μετὰ
τὸν νόστον σύνεστι τῇ γυναικί.
36 ἢ τῶν μοιρούντων περὶ τὴν ὄπα. οἱ δὲ, τῶν παρεξηλλαγμένην ὄπα ἐχόντων.
εὐκτικόν ἐστιν, ἡ δὲ αι ἐν τοῖς εὐκτικοῖς μακρά ἐστιν.
τόνον φυλάττει. οὕτως ἔχει καὶ τὸ “ἀλλ᾿ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων” (287). εἴτε τοῖς ἑξῆς συνάπτεται, ἀντὶ τοῦ περίεστε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶσα πρόθεσις ἔχουσα σύνταξιν πρὸς ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάσσει, ὡς τὸ “νήπιοι οἳ κατὰ βοῦς ὑπερίονος ἠελίοιο ἤσθιον” (Od. 1, 8).
οὐδʼ ὀνομήνω” (Il. 2, 488).
ἐγέννησε Πειρίθουν, ὃς ὠνομάσθη ἀπὸ τοῦ περιθεῖν ἵππῳ ὁμοιωθέντα τὸν Δία ἐν τῷ μίγνυσθαι τῇ μητρὶ αὐτοῦ.
γενναιότατος τῶν καθʼ αὑτὸν ὑπάρξας. καὶ δή ποτε πήξας ἀκόντιον ἐν τῷ μεσαιτάτῳ τῆς ἀγορᾶς θεὸν τοῦτο προσέταξεν ἀριθμεῖν. δι᾿ ἣν αἰτίαν ἀγανακτήσας ὁ Ζεὺς τιμωρίαν τῆς ἀσεβείας παρʼ αὐτοῦ εἰσεπράξατο. μαχόμενον γὰρ αὐτὸν τοῖς Κενταύροις καὶ ἄτρωτον ὄντα ὑποχείριον ἐποίησε· βαλόντες γὰρ αὐτὸν οἱ προειρημένοι δρυσί τε καὶ
ἐλάταις ἤρεισαν εἰς γῆν. μέμνηται δὲ αὐτοῦ καὶ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς (1, 59), λέγων οὕτως “Καινέα γὰρ δὴ πρόσθεν ἔτι κλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες οὔτε μιν ἀγκλῖναι προτέρω σθένον οὔτε δαίξαι, ἀλλʼ ἄχρηκτος ἄκαμπτος ἐδύσατο νειόθι γαίης,
θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν.”
τοῦ ξ, ὑποστελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεσιν, θέλει δασύνεσθαι, ἕξις ἐξῆς ἕξω. χωρὶς εἰ μὴ λέγοι τις διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι.
πρήσας, μανεὶς καὶ ὑπὸ θεῶν καθαρθεὶς τὸν φόνον, Ἥρας ὕστερον ἠράσθη. Ζεὺς δὲ βουλόμενος αὐτὸν δοκιμάσαι εἰ τῷ ὄντι τολμᾷ ποιῆσαι τοῦτο, νεφέλην ἀπεικάσας Ἥρᾳ παρέκλινεν αὐτῷ. ὁ δὲ 38 μιγεὶς τῇ νεφέλῃ ὡσανεὶ τῇ Ἥρᾳ ἔσχε παῖδα Κένταυρον, ἀφʼ οὗ τὸ τῶν Κενταύρων γένος. μετὰ δὲ θάνατον ἔλαβε δίκας παρʼ αὐτοῦ ὁ Ζεὺς, ποιήσας αὐτὸν ἐν τοῖς καταχθονίοις στρέφεσθαι μετὰ πολλῆς βίας ἐπὶ τροχοῦ σιδηροῦ.
δὲ περὶ Πήλιον.
νεώτεροι ἐξεδέξαντο τὴν Πελοπόννησον.
κατὰ παρένθεσιν τοῦ ε.
ἡ τοῦ παρατατικοῦ· “ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει” (287)· “ ἤθελε Μηριό- νης” (Il. 10, 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συνηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπὶ τὴν δη συλλαβὴν ὀξεῖαν παραλαμβάνειν, ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλάβου γενομένου, ὡς καὶ συνήθης ἐστὶν ὁ ποιητής. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐστὶ τρισύλλαβον ὂν, ὡς
δείκνυται ἐν τοῖς περὶ ῥημάτων.
καὶ ἀπὸ τοῦ κράτος κρατερός διὰ τοῦ ερος ἡ παραγωγὴ, οὐ διὰ τοῦ τερος.
ὁ δέ περισσεύῃ, ἀπʼ ἄλλης δὲ ἀρχῆς “ἀλλʼ ὅδε φέρτερός ἐστι.” βέλτιον δὲ τὸ πρότερον.
οὕτως ἔχει καὶ τὸ “ἐν δʼ ἔρις, ἐν δὲ κυδοιμός” (Il. 18, 535).
γίνεται ὁ λόγος τοιοῦτος· εἰ δὲ πολεμικὸν αὐτὸν ἐποίησαν οἱ θεοὶ, ἆρα ὀφείλει διὰ τοῦτο ἄλλοις ὀνειδίζειν καὶ κακῶς λέγειν ἡμᾶς τοὺς βασιλεῖς;
ὡς οὐδαμινός. μέγιστον δὲ ὄνειδος ἡγεῖται τὴν δειλίαν.
γίνεται περισσὸς ὁ ἐξῆς· διὸ ἀθετεῖται.
εἶναι μάχεσθαι. ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμπερι- είληφεν οὐκ ἐπαμύνοντας αὐτῷ στερουμένῳ τῆς δωρεᾶς.
οἶνον᾿” (Od. 9, 347)· ἔστι γὰρ τὸ θέμα τῶ, ὃ σημαίνει τὸ λαμ- βάνω. ἄρθρον δὲ οὕτως “ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε τῷ Ἀσκληπιάδῃ” (Il. 11, 613). ἀντωνυμίαν δὲ, ὡς ἐν τῷ “τῷ μιν ἐεισάμενος ” (Il. 2, 22). σύνδεσμον δὲ αἰτιολογικὸν οὕτως “τῷ σε καὶ οὐ δύναμαι” (Od. 13, 351).
διηνεκές· ἔστι γὰρ ἂ καὶ ἐφύλαξαν τὸν ἴδιον τόνον· “ἀλλὰ σὺ μὲν κατάλεξαι ” (Od. 19, 44) “νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι ” (Il. 22, 285). καὶ τὸ τοιοῦτο δόξειεν ἂν, ὅτι ἐπὶ τινῶν μὲν ἤλλαξαν τοὺς τόνους, ἐπὶ τινῶν δʼ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προστακ- τικὴ ἀνάγνωσις κεῖσθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευστικὸν
ἐπίρρημα, ὅπερ σημεῖόν ἐστι προστακτικῆς ἐγκλίσεως, οἰκείως καὶ τὰ τῆς ἀναγνώσεως ἐνεγένετο, ἄγε πείρησαι, ὡς καὶ ἐν ἑτέροις “δεῦρʼ ἄγε καὶ σὺ ξεῖνε πείρησαι ἀέθλων” (Od. 8, 145).
Ἡσίοδος (Th. 119) “Τάρταρά τʼ ἠερόεντα.” τοιοῦτόν ἐστι καὶ τὸ ὑγρὰ κέλευθα.
πιμελῆς φανταστικῶς. ἀπὸ οὖν τοῦ κνίσω μέλλοντος γέγονε· πλεῖστα γὰρ ὀνόματα ἀπὸ μελλόντων γέγονεν, οἷον ἅψω ἀψίς, λέξω λέξις,] δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα. οὕτως οὖν καὶ κνίσω κνίσα. εἰ δέ τις εἴποι ὅτι πόθεν δῆλον ὅτι δίφθογγον οὐκ ἔστι, φαμὲν ὅτι κνίζω ἐστὶ καὶ ἔχει τὸ ι· τὰ γὰρ διὰ τοῦ ιζω τὸ ι μόνον ἔχουσι. τὸ δὲ
κνισμός ὁμοίως ἐκ τοῦ κνίζω, κνίσω κνισμός, ὡς λογίσω λογισμός. τὸ κνίσα καὶ τὸ ῑ καὶ τὸ ᾱ βραχὺ, καὶ τὸ μὲν ῑ, ἐπειδὴ τὰ διὰ τοῦ ιζω τὸ ι βραχὺ ἔχει, τὸ δὲ ᾱ, ἐπειδὴ τὰ εἰς α θηλυκὰ, ἀπὸ μελλόν- των ἢ ἐνεστώτων γινόμενα, βραχὺ ἔχει τὸ α, δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα, μῶ μῶσα καὶ μοῦσα. ἐκτέταται δὲ ποιητικῶς τὰ δύο·
“κνίση δʼ οὐρανὸν ἷκεν.”
τακτικοῦ τοῦ ἄγε.
λαμβάνειν τὰς ἐπεκτάσεις, ἐάν ἐστιν ἀπὸ τοῦ δῶ, τό τε η καὶ τὴν σι συλλαβήν.
τοῦτο αὐτῷ ῥίγιον ἔσται.
τὸ δὲ θωπεῦσαι δουλοπρεπές. πρῶτος δὲ Ὅμηρος πρόσωπα κωφὰ παρήγαγεν εἰς τὴν τραγῳδίαν.
Ἑρμῆς γὰρ μιγεὶς Πανδρόσῳ τῇ Κέκροπος θυγατρὶ ἔσχε παῖδα ὀνόματι Κήρυκα, ἀφʼ οὗ τὸ τῶν κηρύκων γένος, ὡς ἱστορεῖ Πτολε- μαῖος· ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσὶν, 44 ὃς ἄγγελος Διός. πεπαιδευμένως δέ· οὐ γὰρ δεῖ τὰς αἰτίας ἐφʼ ἑτέρους μετάγειν, ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου.
ὄνομα οὐκ ἀπὸ τῆς Πάτροκλος εὐθείας, ἀλλʼ ἀπὸ τῆς Πατροκλῆς ὡς Ἡρακλῆς.
τὸν Ἀγαμέμνονα διὰ τὰ εἰς αὐτὸν πεπραγμένα. διασταλτέον δὲ μετὰ τὸ ἀπηνέος. ἡ διπλῆ δὲ, ὅτι τὸ ἄρθρον μετάκειται. ἔδει δὲ καὶ παρὰ τοῦ ἀπηνέος βασιλῆος. καὶ ἄνω (11) κατὰ τὸ “οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα.”
Κλειοῖ.
ἔμπροσθεν στοχάσασθαι τὰ ὕστερα. ἢ ἐν ἀμφιβολίᾳ· κἀν τῇ Γ (109) ἐστὶν “ οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω.”
παρὰ ποσὶ γυναικός. καὶ ποτνιᾶσθαι δὲ τὸ προσπίπτειν καὶ παρα- καλεῖν.
τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.
ὅτι καὶ τὸ στενάχω βαρύνεται· εἰ γὰρ ἦν περισπώμενον, ἐστεναχοῦντο ἐγίνετο ὡς ἐνενοοῦντο. καὶ ἡ κλίσις δὲ τοῦτο δείκνυσι· “βαρὺ δὲ στενάχοντος ἄκουσα” (Od. 8, 95.) οὐχὶ στεναχοῦντος. καὶ ἡ δοτική “τῷ δὲ βαρὺ στενάχοντι”
φερόμενοι στίχοι εἴκοσι ἑπτά.
ὅταν τινὰ τῶν πραγμάτων ἀπαγγεῖλαι ὑποθέμενοι διηγώμεθα, ὡς τὸ “ὡς ὁπότʼ λείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη” (Il. 11, 671). τὸ δὲ μικτὸν ἐξ ὁμιλητικοῦ καὶ ὑποστατικοῦ, ὡς τὸ “ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν” (401).
λευσεν Ἠετίων ὁ Ἀνδρομάχης πατήρ.
τε Ἠετίωνα ἀνεῖλε σὺν τοῖς τέκνοις, μεθʼ οὓς Λυρνησσὸν πορθήσας καὶ τὴν πόλιν ἐξελὼν αἰχμάλωτον ἦγεν ἐκ Λυρνησσοῦ μὲν Βρισηίδα, ἣν γέρας αὐτῷ ἐψηφίσαντο Ἕλληνες, ἀπὸ δὲ τῆς Χρύσης Χρυσηΐδα τὴν Χρύσου τοῦ ἱερέως τοῦ Ἀπόλλωνος θυγατέρα, ἣν Ἀγαμέμνων κλήρῳ λαχὼν τῷ πατρὶ δεομένῳ οὐκ ἀπέδωκεν· ἐξ οὗ ὀργισθεὶς ὁ θεὸς
ἔπεμψε τοῖς Ἕλλλησι λοιμικὴν νόσον. ἔνιοι δέ φασιν ὅτι καὶ ἡ Χρυσηῒς ἐκ Θηβῶν ἐλήφθη· τῆς γὰρ Χρύσης, φασὶν, οὔσης πολιχνίου ἀτειχίστου καὶ εὐτελοῦς, ὡς ἐν ἀσφαλεστέρᾳ καὶ μείζονι τῇ Θήβῃ οἱ ἀπʼ αὐτῆς προσερρυηκότες ἦσαν διὰ τὸν πόλεμον. τρεῖς γάρ εἰσι Θῆβαι, αἱ Ὑποπλάκιοι, ὧν ἐνταῦθα μέμνηται καὶ ἐν τῇ Ζ,
καὶ αἱ Καδμεῖαι, ὧν μέμνηται ἐν τῇ Δ. καὶ ἐν τῇ Ε, καὶ αἱ τῆς Αἰγύπτου, ὧν μνημονεύει ἐν τῇ I.
(Od. 17, 441)· “σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι” (Od. 4, 683). καὶ ὅτι μετὰ προθέσεώς ἐστιν. ὅταν γὰρ πρόθεσις ᾖ μετὰ ἀντωνυμίας, 47 ὀρθοτονεῖται ἡ ἀντωνυμία· “σὺν σοὶ, δῖα θεά” (Il. 10, 290)· “προτὶ οἷ δʼ ἔλαβ᾿ ἔντεα” (Il. 20, 418)· “κατὰ σφέας γὰρ μαχέοιντο” (Il. 2, 366)· “ἀπὸ ἕο κάββαλεν” (Il. 5, 343)· “ἀμφὶ ἓ παπτήνας” (Il. 4, 497), τοῦ “ἆλτ᾿ ἐνὶ οἷ μεμαώς” (Il. 21, 174) ζήτησιν ἔχοντος.
ὡς ὄνομα ὄνυμα, καὶ ἐπασσύτερος.
ροῦσιν, ἡ μὲν Ἀστυνόμη ἐκαλεῖτο, ἡ δὲ Ἱπποδάμεια. ὁ δὲ τρόπος ἀντωνομασία.
τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπʼ αὐτοῦ. Πτολεμαῖος δὲ συγκατα- τίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώσει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴ γε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος τὸ τοιοῦτο, φησί, παρεφύλασσεν, ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὕτως χρῆται κατὰ γενικὴν, ἐμέο ἐμεῖο ἐμεῦ ἐμέθεν, ὁμοίως δὲ καὶ ἐπὶ δευτέρου καὶ τρίτου, ταῖς δὲ κτητι-
καῖς ἤτοι ἐμοῦ ἢ ἐμοῖο, σοῦ σοῖο. ἐγίνετο οὖν, εἴπερ ἦν κτητικὴ, σοῖο, ὥστε κἂν ὀρθοτονήσωμεν τὴν σέο, οὐ δύναται ἀμφιβολος καθίστασθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός ἐστιν. ἐγέ- νετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωσις, ἐπειδήπερ ἁπλῆ ἐστὶ καὶ οὐκ ἔχει- ἀντιδιαστολήν· καἰ ἐπεκράτησεν ἡ ἀνάγνωσις.
48
μὲν τὸ λοιγὸν ἀμῦναι στίζειν, τὰ δʼ ἄλλα ἀπʼ ἄλλης προφέρεσθαι ἀρχῆς ἕως τοῦ Ἀθήνη.
Ποσειδῶν δὲ καὶ Ήρα καὶ Ἀπόλλων καὶ Ἀθηνᾶ ἐβούλοντο αὐτὸν δήσαντες ὑποτάξαι. Θέτις δὲ ἀκούσασα παρὰ τοῦ πατρὸς Νηρέως (ἦν γὰρ μάντις) τὴν Διὸς ἐπιβουλὴν ἔσπευσε πρὸς αὐτὸν, ἐπαγομένη Αἰγαίωνα φόβητρον τῶν ἐπιβουλευόντων θεῶν· ἦν δὲ θαλάσσιος δαί- μων οὗτος, καὶ τὸν πατέρα Ποσειδῶνα κατεβράβευεν. ἀκούσας δὲ ὁ
Ζεὺς Θέτιδος τὴν μὲν Ἥραν ἐν τοῖς καθʼ αὑτοῦ δεσμοῖς ἐκρέμασε, Ποσειδῶνι δὲ καὶ Ἀπόλλωνι τὴν παρὰ Λαομέδοντι θητείαν ἐψηφί- σατο, τῇ δὲ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν εἰς τὰ μετὰ ταῦτα ἐτα- μιεύσατο. ἱστορεῖ Δίδυμος.
ἀφαιρεῖται δὲ τὸ πιθανόν· ἐπίτηδες γὰρ τοὺς τοῖς Ἕλλησι βοη- θοῦντας θεοὺς ἠχθρευκέναι Διί φησιν, ἵνα μᾶλλον ἀκούοιτο Θέτις.
δὲ οὐρανὸν εὐρύν.
49
δεξιᾶς, ἐπεὶ πρακτικόν· γονάτων (δι᾿ αὐτῶν γὰρ ἐπικλᾶται τὸ σῶμα) ἐπικλᾶν σπεύδοντες τὴν ψυχὴν τοῖς λόγοις.
(Epigr. 18).
50 προειδυῖα ἡ Θέτις τοῦτο, ἦν αὐτὸν παραθεμένη εἰς τὸν Λυκομήδους παρθενῶνα ὡς κόρην, ἐν τῇ Σκύρῳ· ἔστι δὲ μία τῶν Κυκλάδων.
νιφον οὖν ἢ τὸν πάνυ κατανειφόμενον, ἢ τὸν οὐδὲ ὅλως.
κατὰ δαῖτα ἀντὶ τοῦ ἐπὶ δαῖτα· οὕτως γὰρ νῦν Ὅμηρος τέθεικεν. ἔνιοι δὲ ποιοῦσι μετὰ δαῖτα, ὅπως ᾖ αὐτοῖς αὐτόθεν τὸ μετά ἐπί. χρῶνται δὲ καὶ πλείονες ἄλλοι τῶν ποιητῶν τῇ κατά ἀντὶ τῆς ἐπί. 51 Σοφοκλῆς (fr. 149) “ἐγὼ κατ᾿ αὐτὸν, ὡς ὁρᾷς. ἐξέρχομαι.” οὕτως δὲ εὕρομεν καὶ ἐν τῇ Μασσαλιωτικῇ καὶ Σινωπικῇ καὶ Κυπρίᾳ καὶ Ἀντιμαχείῳ καὶ Ἀριστοφανείῳ. Καλλίστρατος δὲ ἐν τῷ πρὸς τὰς ἀθετήσεις· ὁμοίως καὶ ὁ Σιδώνιος καὶ ὁ Ἰξίων ἐν τῷ Ϛ΄ πρὸς τὰς ἐξηγήσεις. καὶ τὸ “θεοὶ δὲ πάντες ἕπονται” διὰ τῆς αι.
πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπὶ δώδεκα ἡμέρας, ὅτι καὶ τοσοῦτοι οἱ θεοί.
νεται ὁ ἱστός. τὰ δὲ παρὰ τὸ δέχω πάντα διὰ τοῦ κ, ξεινοδόκος, ἱστοδόκη.
52 μένα εἰς τὸ ὕδωρ καὶ ποιεῖν ἵστασθαι. τρία δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὴν κοίτην, ὡς ὅταν λέγῃ “εὐνῇ ἔνι μαλακῇ” (ΙΙ. 9, 618)· τὴν ἄγκυραν, ὡς νῦν “ἐκ δ᾿ εὐνὰς ἔβαλον·” τὴν δια- τριβὴν, ὡς τὸ “ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς” (ΙΙ. 2 783).
τῇ χέρσῳ ῥηγνύμενον μεγάλα βρέμειν (ΙΙ. 4, 425). πάντα δὲ ἐν ὀλίγῳ πέφρασται.
τὴν δὲ ἀναγκαιοτάτην Χρυσηΐδα περιεῖλεν.
κριθὰς δὲ μετὰ ἁλῶν μεμιγμένας ἐπέχεον τοῖς ἱερουργουμένοις ζώοις πρὸ τοῦ θύεσθαι, ἤτοι πολυπληθείας χάριν, ἢ μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως· ὡς γάρ φησι Θεόφραστος ἐν τῷ περὶ εὑρημά- των, πρὶν ἢ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν Δημητριακὸν καρπὸν, οὕτω σώας αὐτὰς ἤσθιον. ὅθεν ὅλας αὐτάς φησιν ὁ ποιητής.
53 αὐτῶν ὄντων ἐν οὐρανῷ. πάλιν δὲ τοῖς ἥρωσιν, ὡς κατοιχομένοις, ἔντομα ἔθυον ἀποβλέποντες κάτω εἰς γῆν.
παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι. ἀπεφηνάμην δὲ ἐντελέστερον τὸ μηρίον τοῦ μηροῦ ὄν· ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει, ἐπείτοι εὐθύνεται ὁ τόνος. τὰ γὰρ εἰς ος λήγοντα μεταπλασσόμενα εἰς οὐδέτερον γένος τὸ εἰς ον λῆγον, τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός
τὸ ζυγόν—τὰ ζυγά, δίφρος δίφρον δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ μηρόν καὶ μηρά, εἰ δὲ μῆρα, καὶ μήρους. εἰ δὲ δοίημεν ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται, τοῦ περὶ τὸ σημαινόμενον καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει.
τὴν ἀλγηδόνα πόνον εἴρηκεν.
καλῶς.
τέρπονται οἱ θεοὶ τοῖς οἰκείοις ἕκαστος ὕμνοις.
ἀκτίνων σχῆμα, συνεκδοχικῶς ἀπὸ μέρους τὸ ὅλον. τὴν δὲ πολὺ τοῦ φωτὸς ἔχουσαν οὕτως καλεῖ, τὴν δὲ πολὺ τοῦ σκότους κροκόπεπλον.
τέον· οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθα. ἅμα δὲ φύσιν ἀνέμων διδάσκει· τὸ γὰρ στυγνὸν τοῦ λοιμοῦ διασκεδάζει ὁ ἄνεμος.
ται· “κείμενον ἐν ψαμάθοις Αἰσήποιο.”
ἀνεδέξατο.
τὸ σημαινόμενον παραφθείρει. τὸ δὲ τοῖο προπερισπαστέον· τὸ γὰρ τοῦ Θεσσαλικῶς παραυξηθὲν ἐγίνετο τοῖο, ὡς καλοῦ καλοῖο.
τῷ ἐννεακαιδεκάτῳ τῆς καθόλου τὸ “ὣς Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώ- τοισι φάνεσκεν” (ΙΙ. 11, 64) ὀξυτόνως δεῖν φησὶν ἀναγινώσκεσθαι.
ὥσπερ καὶ ἐκ τοῦ βῶ βιβῶ βίβημι ὁ μέλλων βήσω· καὶ μετά- γεται εἰς ἐνεστῶτα, οὗ παθητικὸς βήσομαι, ὁ παρατατικὸς ἐβησόμην ἐβήσετο.
τό προνοητικόν.
παραλόγως ἄρα ἡ εὐρύοπα δέσποτα καὶ τὸ μητίετα. ἔστι δὲ εἰπεῖν ὅτι ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε καὶ συστολῇ τοῦ ι, ἀπὸ εὐθείας τῆς μητίτης, κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν. οὕτως Ὦρος καὶ Ἀπολ- λώνιος ἐν τῷ περὶ παρωνύμων, καὶ ἀπὸ τοῦ μητῖτά φησι τὸ μη-
τίετα.
ἀναγκάσεις.
τάξει κεκοίμισται ἡ ὀξεῖα τοῦ ἄν, ὡς τὸ “οὐκ ἂν ἐφ᾿ ὑμετέρων ὀχέων” (ΙΙ. 8, 455)· “οὐκ ἂν δὴ μείνειας” (ΙΙ. 3, 52). ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπὶ τὴν ἄρχουσαν ὀξεῖαν ποιοῦντες· “ὡς δ᾿ ὅταν ἀδίνουσαν” (ΙΙ. 11, 269). καὶ τοτὲ μὲν ἐν σημαινομένῳ ὀφείλομεν παραλαμβάνειν τὸν ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ
εὐκτικὸν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτως ἔχῃ. πρόδηλον δὲ ἐκ τοῦ χαρακτῆρος ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰς αν ἐπιρρήματα οὐδέποτε συστέλλει τὸ α· τὸ γὰρ πάμπαν οὐ φύσει ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ σύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν ἐπιρρημάτων κατ᾿ ἀρχὰς συντίθεται.
Αἰακοῦ ἔδωκεν αὐτὴν πρὸς γάμον Πηλεῖ· ἐξ ἧς ἐγένετο ὁ Ἀχιλλεὺς, 58 ὃς οὐ μόνον ὑπερέβαλε τῇ ἀνδρείᾳ τὸν ἑαυτοῦ πατέρα, ἀλλὰ καὶ τοὺς κατ᾿ ἐκεῖνο καιροῦ γενομένους πάντας ἥρωας.
“μή τί μευ ἠΰτε παιδός” (ΙΙ. 7, 235)· “μή τι σὺ ταῦτα ἕκαστα διερεο” (550).
κραδίη χόλῳ (ΙΙ. 9, 646), τὸ ἐπιθυμητικὸν περὶ ἧπαρ· “ἧπαρ ἔκειρον” (Od. 11, 578).
τητον] ὅτι περιώρικε τοὺς τρόπους. στικτέον δὲ ἐπὶ τὸ παλινάγρετον, τὰ δὲ ἄλλα συναπτέον. εἰ δέ τις στίζοι ἐπὶ τὸ τέκμωρ, ὑγιεστέρα μὲν ἡ σύνταξις ἔσται.
γαθος, διὰ τοῦ ἀπατηλόν· ὅτι τελεσιουργὸς, διὰ τοῦ ἀτελεύτη- τον.
ἀληθῶς, ὡς ἐπὶ τοῦ “ἦ δὴ λοίγια ἔργα” (573)· τὸ γὰρ ὄντως ἐπὶ τοῦ ἀληθοῦς λαμβάνεται.
τῆς κινήσεως δηλοῖ.
δύο λ, ἐψιλοῦτο, ἄλλος ἀλλότριος. τάχα δὲ, ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α καταλῆγον εἰς λ, ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυγίας, ψιλοῦται· “Ἄλτεω, ὃς Λελέγεσσι” (ΙΙ. 21, 86)· “ληΐου ἀλδήσκοντος” (ΙΙ. 23, 599)· “ἄλθετο χείρ” (ΙΙ. 5,417). ἔνθεν τινὲς καὶ τὸ “ὃς τοῦτον τὸν ἄναλτον” (Od. 18, 113) ψιλῶς προφέρονται.
λιε ποικιλομῆτα” (Od. 13, 293). καὶ καθόλου τὰ εἰς της λήγοντα 60 βαρύτονα, ὅτε ἐπὶ κλητικῆς εἰς α λήγει, προπερισπᾶται, ἀλῆτα πλανῆτα νικῆτα πεδῆτα αἰσυμνῆτα. ἔνθεν οὖν σημειωτέον τὸ ἀκά- κηα.
ὡς “σφῶϊν μέντ᾿ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας” (ΙΙ. 4, 341).
ἄνδρες.
πηδόνος, Αἰακοῦ, Ζήθου, Ἀμφίονος, Μίνωος, Ῥαδαμάνθυος, Ἡρα- κλέους, Περσέως καὶ ἑτέρων πολλῶν. οἱ δὲ ἄλλοι πολλοὶ καθ᾿ Ὅμη- ρον πατέρες εἰσὶ μόνως ἢ θνητῶν ἢ ἀθανάτων, οἷον Κρόνος μὲν Διὸς, Ἥρας, Ἅιδου, Ποσειδῶνος, θνητοῦ δὲ οὐδενός· καὶ Ποσειδῶν πάλιν θεοῦ μὲν οὐδενὸς, θνητοῦ δὲ Κύκλωπος, Ἐφιάλτου, Ὤτου, Πελίου,
Νηλέως.
τον ἠπίως ἀρξάμενον ἐπάγειν τὰς ἀπειλὰς ὕστερον.
61
αἰγιαλούς.
ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει.
πελάστους ἀποδιδόασιν, ἀπὸ τοῦ ἅψασθαι, ὧν οὐδεὶς ἂν ἅψαιτο δι᾿ ἰσχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ δια- φθείρω καὶ βλάπτω· ἔνθεν τὸ “πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προίαψεν.” καὶ μέσον αὐτοῦ κατ᾿ ἔλλειψιν τοῦ α, “μέγα δ᾿ ἴψαο λαὸν Ἀχαιῶν” (454). ἔνθεν καὶ ὁ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ
ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν, καὶ κατ᾿ ἔλλειψιν τοῦ ι ἀάπτους, ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ᾿ ἐπίτασιν τὰς ἄγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι.
ἀνεδίδου τὸν τόνον. οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντέλικοι δισύλλαβοι, ἔχοντες δύο σύμφωνα, ἐν τῇ συνθέσει φυλάσσουσι τὸν τόνον, εἶργμαι καθεῖργμαι, ἦγμαι κατῆγμαι. οὕτως οὖν καὶ τὸ καθῆστο.
ὀξύνεται ἡ γενικὴ, ἡρός· καὶ ἡ αἰτιατικὴ ἦρα, καὶ ἐν συνθέσει ἐπίηρα. Ἀρίσταρχος δὲ ὑφ᾿ ἓν, κατ᾿ ὀρθὴν σημασίαν, τὸ ἐπίηρα· καὶ ἐπεκρά- τησεν ἡ Ἀριστάρχου, καίτοι λόγον οὐκ ἔχουσα.
εἰς τὸ ω· διὸ καὶ τὸ ι προσγράφεται, ὡς κλοιὸς κλῳός, ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ, ὅ ἐστι τὸ κλάζω, ἀπὸ τοῦ κλῶ, κατὰ παραγωγήν· καὶ οὐ προσγράφει τὸ ι.
στίξαντες, καὶ τὸ ἐστίν καὶ τὸ μαλακοῖσι, ἐκδεχόμενοι συνεκδοχικῶς ὑπακούεσθαι τῷ στίχῳ τὸ ἐθέλῃς, τοῦ ἀλλά παραλαμβανομένου ἀντὶ τοῦ δέ, ἵν᾿ ᾖ ἡ ἔννοια αὕτη, σὺ δὲ τοῦτον ἐθέλῃς θεραπεῦσαι· καὶ εἰς τὸ ἔσσεται ἡμῖν τελείαν στίζουσιν. ἄλλοι δὲ ὑποστίζοντες εἰς τὸ στυφελίξαι καὶ τὸ ἐστίν εἰς τὸ μαλακοῖσι τιθέασι τὴν τελείαν, ἵν᾿
ᾖ ἐλλεῖπον τῷ λόγῳ τὸ ὀφείλεις.
καὶ μιμούμενος Ἥβην καὶ Γανυμήδεα καὶ μεμνημένος τῆς ῥίψεως (ΙΙ. 15. 86).
καὶ διὰ τοῦτο πρότερον κατακοιμισάσης τὸν Δία. οἱ δὲ ἀπὸ τῆς Κῶ θεασάμενοι αὐτὸν καὶ ὡς ἄγριον φοβηθέντες ἐξήλασαν ἀπὸ τῆς πό- λεως· ἐφ᾿ ἀγανακτήσας Ἡροκλῆς ἐξεπόρθησε τὴν Κῶ. ἐπὶ δὲ τῇ τῆς Ἥρας κατακοιμίσει ὁ Ζεὺς ὀργισθεὶς ἐν δεσμοῖς κατέσχε τὴν Ἥραν· ἣν ἐπειρᾶτο τηνικαῦτα ὁ Ἥφαιστος λύειν, καὶ φωραθεὶς ἀπὸ
τοῦ Ὀλύμπου ἐξερρίφη, καὶ εἰς Λῆμνον τὴν πρὸ τῆς Θρᾴκης νῆσον καταπεσὼν χωλὸς ἐγένετο, ὥς φησιν ὁ ποιητής· διὸ καὶ ἱερὰ τοῦ θεοῦ ἡ Λῆμνος.
δεσμῶν (ΙΙ. 15, 18) καὶ τὸν καιρὸν καὶ τὴν αἰτίαν δι᾿ ἣν ἐρρίφη.
βηλόν ὡς χωλόν προφερόμενοι, ἀποδιδόντες τὸν τῶν θεῶν βαθμόν. ἕτεροι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον καὶ περιέχοντα τὸν πάντα ἀέρα. ἄλλοι δὲ τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων. κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ὃ καλεῖται φλιά· ὁ γὰρ ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχειν. εἴρηται δὲ βηλὸς ἀπὸ
τοῦ βαίνεσθαι, ὡς καὶ ὀδὸς ἀπὸ τοῦ διοδεύεσθαι. τινὲς δὲ κατὰ Χαλδαίους τὴν ἀνωτάτω τοῦ οὐρανοῦ περιφέρειαν, οἱ δὲ κατὰ Δρύοπας 65 τὸν Ὄλυμπον. ἄμεινον δὲ τὸν βατῆρα λέγειν ἤτοι τὴν φλιὰν, ἀπὸ τοῦ βαίνειν.
8, 485)· “κάππεσεν ἐν κονίῃσι” (ΙΙ. 15, 538)· “θοῇ ἐν νηὶ πέσῃσιν” (ib. 624). οὕτως Ἀρίσταρχος.
Ἀργολικῇ καὶ Μασσαλιωτικῇ καὶ Ἀντιμαχείῳ καὶ ἐν τῇ Ζηνοδότου καὶ Ἀριστοφάνους.
ἑξῆς κοινόν ἐστι τὸ ἐδεύετο.
ἐπὶ τῆς Κρόνου δυναστείας ἠράσθησαν. τὸν δὲ Δία καὶ Ἥραν ἐπὶ ἐνιαυτοὺς τριακοσίους, ὡς φησι Καλλίμαχος ἐν δευτέρῳ αἰτίων “ὥς τε Ζεὺς ἐράτιζε τριηκοσίους ἐνιαυτούς.” λάθρα δὲ τῶν γονέων ἀλλή- λοις συνερχόμενοι ἔσχον υἱὸν Ἥφαιστον οὐχ ὁλόκληρον, ἑκατέρους δὲ τοὺς πόδας χωλὸν, ὥς φησιν αὐτὸν ἀμφιγυήεντα ὁ ποιητής. ὅτι
δὲ λάθρα τῶν γονέων συνήρχοντο ἀλλήλοις μαρτυρεῖ καὶ ὁ ποιητὴς λέγων “εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντο τοκῆας” (ΙΙ. 14, 296). μετὰ δὲ τὴν τῶν Τιτάνων ὑπὸ Διὸς καθαίρεσιν καταταρταρωθέντος Κρόνου Ζεὺς καὶ Ἥρα διαδεξάμενοι τὴν ἐν οὐρανῷ βασιλείαν μέχρι τοῦ νῦν θεῶν τε καὶ ἀνθρώπων βασιλεύουσιν, ἀλλήλοις ἡρμοσμένοι, τῆς
Ἥρας τελείας καὶ συζυγίας προσαγορενομένης, παῤ ὅσον ἀδελφὴ μόνη ἀνδρὸς ἔτυχε τοιούτου. ἔσχε δὲ Ἥβην θυγατέρα, ἣν οἰνοχόον θεῶν παρίστησιν ὁ ποιητής.
τὸ ἱκάνοι· πρεπωδέστερον γὰρ ἐκεῖ ἐκ τοῦ ἔνθα τὸ ἐνταῦθα σημαί- νεσθαι.
67 τόνον ἐν τῇ σννθέσει, εἶχον κατεῖχον· ὄθεν εἰ “εὗδε δ᾿ ἀνακλινθεῖσα” (Od. 4, 794), δῆλον ὅτι καθεῦδεν ὁμοτόνως ὀφείλομεν προφέρεσθαι. χρνσόθρονος] ἡ χρυσοῦν θρόνον ἔχουσα βασιλίς. μᾶλλον δὲ ἐπειδὴ τὰ πρὸς τῷ αἰθέρι μέρη τοῦ ἀέρος, γειτνιῶντα τῷ ἡλίῳ, πυρώδη ἐστίν. ὁ γὰρ ποιητὴς ἀλληγορῶν τὸν χρνσὸν λαμβάνει ἐπὶ τοῦ πυρός.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.