ΕΙΣ ΤΗΝ Ν.
θάνατον τὴν ἀπὸ θεῶν εὐτύχησε τιμήν. οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι πιεζόμενοι κακοῖς ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. χρησμὸς δὲ αὐτοῖς ἐδόθη παύσεσθαι τὰ δεινὰ, ἐὰν ἐξ Ὀφρυνίου τῆς Τρῳάδος τὰ Ἕκτορος ὀστᾶ διακομισθῶσιν εἰς τὸν παῤ αὐτοῖς καλούμενον τόπον Διὸς γονάς. οἱ δὲ τοῦτο ποιήσαντες καὶ τῶν κακῶν ἀπαλλαγέντες διὰ
τιμῆς ἔσχον Ἔκτορα, κατά τε τοὺς ἐπείγοντας καιροὺς ἐπικαλοῦνται τὴν ἐπιφάνειαν αὐτοῦ. ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ.
1 2
Αἰσχύλος ἀβίους φησίν. ἄβιοι δὲ ἐκλήθησαν ἢ παρὰ τὸν βίον ἢ τὴν βίαν. ἢ ἅμα βίῳ πορευόμενοι. ἢ ὅτι ἄοικοι. οἱ δὲ τὸ α κατʼ ἐπίτασιν, ἵνʼ ᾖ πολυβίων καὶ πολυετῶν, ὅτι μακρόβιοι. ἢ τὸν ἡμέτερον βίον μὴ ἐγνωκότων· ἐπιφέρει γὰρ δικαιοτάτων ἀνθρώπων. ἢ μὴ βιαζομένων. ἢ ἁμαξοβίων. τινὲς δὲ τούτους Σαρμάτας φασίν·
λέγουσι δὲ αὐτοὺς τοὺς ὁδίτας τρέφοντας ἄλλον ἄλλῳ διαπέμπειν
Ἀμαζόσιν εἰς Ἀσίαν.
ἔλαβον παρὰ τοῦ Πυθίου εἰς τὴν ἐν Τρῳάδι Θρᾴκην μετοικῆσαι, ἀφʼ ὧν ἡ Σαμοθρᾴκη προσηγορεύθη. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ. Σάμου οὖν Θρηϊκίης τῆς Σαμοθρᾴκης. τὸ δὲ ἐν αὐτῇ ὄρος Σαώκη.
δευτέρα ἡ τοῦ ἄρα, τρίτη δὲ ἡ τοῦ ὅγε.
ἀποπλανήσῃ τὸν Δία ὡς ἀπολελοιπὼς τὸν πόλεμον, δεύτερον δὲ ἵνα καθοπλισθῇ εἰς τὸν τοῦ Διὸς πόλεμον, ἐὰν ἄρα φωραθεὶς εἰς τὴν συμμαχίαν κινδυνεύσῃ.
τῶν ἄλλων θεῶν μὴ ὁρωμένων. Αἰγαὶ πόλις Ἀχαιῒας ἐν Πελοποννήσῳ, ἔνθα τιμᾶται μὲν ὁ Ποσειδῶν, ἄγεται δὲ καὶ Διονύσῳ ἑορτὴ, ἐν ᾗ ἐπειδὰν ὁ χορὸς συστὰς τὰς τοῦ δαίμονος τελετὰς ὀργιάζῃ, θαυμάσιον ἐπιτελεῖσθαί φασιν ἔργον· ἄμπελοι γὰρ ἃς καλοῦσιν ἐφημέρους, ἀνισχούσης μὲν ἡμέρας καρπὸν βλαστάνουσιν, ὥστε
δρέποντας αὐτοὺς εἰς ἑσπέραν οἶνον ἄφθονον ἔχειν. ἡ ἱστορία παρὰ Εὐφορίωνι.
Ὁμήρῳ οὕτως λέγειν, ἠγνοίησαν τὰ κήτη, καὶ οὐκ ἠγνοίησεν. καὶ ὅτι κευθμῶν εἴρηκεν· ἡ δὲ ὀρθή ἐστιν κευθμός ὡς αὐλός.
δὲ θάλασσα ἀντὶ τοῦ γηθόσυνος, χαίρουσα. εἰσὶ μέντοι οἳ ἀναγινώσκουσι γηθοσύνῃ καὶ δοτικὴν πτῶσιν ἐκδέχονται, ὥσπερ καὶ Ἀριστοφάνης, οἷς ἐγὼ συγκατατίθεμαι, ἵνʼ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, τῇ χαρᾷ ἡ θάλασσα διίστατο, ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ ἀντὶ γενικῆς παρειλημμένη ὑπάρχοι, ὑπὸ χαρᾶς ἡ θάλασσα
διίστατο, ὁμοίως τῷ “ὃς δὴ γήραϊ κυφὸς ἔην” (Od. 2, 16). τί δέ ἐστι τὸ κινοῦν με ἐκθήσομαι· ὁρῶ τὰ διὰ τοῦ συνη θηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶς τιθέμενα, πραγμάτων δὲ ὄντα κατηγορικά. πρόδηλος δὲ ἡ παρʼ αὐτῷ τῷ ποιητῇ χρῆσις· ἔστι γάρ τι κερδοσύνη πρᾶγμα, οὐχὶ κερδοσύνη γυνή· “ὣς φαμένη καὶ κερδοσύνῃ ἡγεῖτο”
(Il. 22, 247)· “ἀρχὴν ξεινοσύνης” (Od. 21, 35)· “πλαγκτοσύνης δʼ οὐκ ἔστι κακόν” (Od. 15, 343)· “τὴν δʼ ᾔνησ’ ἥ οἱ πόρε μαχλοσύνην” (Il. 24, 30)· “δρηστοσύνη δʼ οὐκ ἄν μοι” (Od. 15, 321)· “ταρβοσύνῃ, φὰν γάρ μιν” (Od. 18, 342). εἴπερ οὖν ταῦτα πάντα εὑρέθη οὐκ ἐπιθετικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος,
πῶς ἂν γένοιτο γηθοσύνη θάλασσα; οὐ γὰρ ἀγαθοφροσύνη γυνή· ἄμεινον οὖν ἐπὶ πράγματος παραλαμβάνειν καὶ δοτικὴν πτῶσιν ἐκδέχεσθαι. εἰκός τινα φήσειν ὑπὲρ Ἀριστάρχου καὶ τῶν ἄλλων ὡς ὅτι αὐτὸς ἤδη ὁ ποιητὴς ἀρσενικῶς τοῦτο ἀπεφήνατο “γηθόσυνος. δʼ οὔρῳ” (Od. 5, 269)· οὕτως ἀκόλουθον θηλυκὸν γένοιτʼ ἂν τὸ
γηθοσύνη. ὃν διδάξομεν ὡς ὅτι τὰ διὰ τοῦ συνος, εἰ παράγοιτο ἐπιθετικῶς, ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένους παρασχηματισμόν. τὸ οὖν δικαιόσυνος Ζεὺς οὐκ ἔχει τὸ δικαιοσύνη θηλυκὸν, ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ τασσόμενον.
ἡ μὲν Τένεδος κεῖται μέση τριῶν πελαγῶν, Αἰγαίου, Ἑλλησπόντου, μέλανος κόλπου (διὸ καὶ Τρίοδος ὑπʼ ἐνίων καλεῖται), ἡ δὲ Ἴμβρος ἐστὶν ἐν τῷ μέλανι κόλπῳ.
τοὺς Τρῶας παρίστησιν.
ἵνʼ ᾖ ξηρόφωνοι.
τικὴ ὑπάρχει τοῦ περισσῶς.
Σειρήνοιιν (Od. 12, 52), ὅτι ὁ λόγος ὡς περὶ δύο
τὴν θεὸν τοὺς ὀφθαλμοὺς τοῦ ξοάνου εἰς τὴν ὀροφὴν τρέψαι, τοῖς δὲ Ἕλλησιν ὑποστρέφουσι καὶ κατὰ τὴν Εὔβοιαν γενομένοις χειμῶνας διεγεῖραι μεγάλους, ὥστε πολλοὺς αὐτῶν διαφθαρῆναι. διανηξάμενος δὲ Αἴας εἰς τὰς Γυράδας καλουμένας πέτρας ἔλεγε χωρὶς θεῶν γνώμης διασεσῶσθαι· Ποσειδῶν δὲ ἀγανακτήσας διέσχισε
τὴν πέτραν καὶ τὸν Αἴαντα τῷ κλύδωνι παρέδωκενʼ ἐκριφέντα δὲ αὐτὸν κατὰ Δῆλον νεκρὸν Θέτις ἐλεήσασα θάπτει. Ἀθηνᾶ δὲ οὐδʼ οὕτως τῆς ὀργῆς ἐπαύσατο, ἀλλὰ καὶ τοὺς Λοκροὺς ἠνάγκασεν ἐπὶ χίλια ἔτη εἰς Ἴλιον ἐκ κλήρου παρθένους πέμπειν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ ἐν Α αἰτίων καὶ παρὰ τῷ ποιητῇ ἐν τῇ Δ τῆς Ὀδυσσείας
παχυμερῶς.
νάκος νάκιον. τὸ δὲ ἴχνια ὡς ἄφωνον ὑγρῷ συνεζευγμένον οὐ ποιεῖ μακρὰν τὴν πρὸ αὐτοῦ.
λέξις καὶ τὸ χαίρειν τῇ εἰς μάχην παραθήξει, παρὰ τὸ χαράσσειν. τὴν γὰρ χαρὰν, ὡς φησιν Ἀρίσταρχος, οὐδετέρως ἀεὶ λέγει χάρμα.
Τρώων καὶ δμώων καὶ παίδων ἀνεγίνωσκε περισπῶν, ἔτι δὲ καὶ τὸ πάντων καὶ λάων καὶ τίνων, περὶ ὧν λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖς.
οὕτως δὲ καὶ Ἀρίσταρχος προφέρεται, Διοκλῆς καὶ ὁ Θρᾷξ Διονύσιος ὡς βαρύνοντες τὴν λέξιν. Κάσιος δὲ ἀπολογούμενος ὑπὲρ τῆς βαρυτονήσεως φησὶν ὅτι τὰ μονοσύλλαβα, ὅταν μὲν ἔχῃ τὴν πληθυντικὴν ἐπὶ τῆς τελευταίας συλλαβῆς μετὰ συμφώνου λεγομένην, πάντως καὶ κατὰ τὴν γενικὴν περισπᾶται, οἷον θῆρες κύνες χῆνες, ὅταν δὲ
ἀπὸ φωνήεντος ἀρχομένην, πάντως βαρυτονουμένην, οἷον Τρῶες δμῶες θῶες λᾶες. ἀντίκειται δὲ αὐτῷ τὸ παίδων καὶ πάντων. Χαῖρις δέ φησιν οὐκ εἶναι ἐν δισυλλάβοις ἀναλογίαν.
πλῷ. “δεῦτε φίλοι ἤϊα φερώμεθα” (Od. 2, 410). Σιμωνίδης. καὶ 31 32 33 34 35 36 37 38 τὰ ἄχυρα δὲ ἤϊα λέγεται. “ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει.” (Od. 5, 368). τάχα δὲ τὰ φερόμενα παρὰ τὸ ἰέναι· γενηθέντος γὰρ ἀνέμου δεῦρο κἀκεῖσε φέρεται.
μάχονται. ἱκανὸν μέντοι βραχὺ διαστέλλειν.
πευτικαί,
οὐ τὸ κομῶ· οὕτως οὖν ἀναγνωστέον, ὡς κυπαρισσόκομος καλλίκομος. τὰ δὲ ἀπὸ τῶν εἰς η ληγόντων θηλυκῶν συντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλος εἰς τὴν εἰς ος κατάληξιν προπαροξύνεται, ἄφωνος ἄναυδος· οὕτως ἱππόκομος. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκομος, ὅτε τὸ κομεῖν ἔγκειται· “Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε
κομείτην” (Π. 8, 113).
χωρὶς αὐτοῦ σώζεται τὸ μέτρον, καὶ ἔδει αὐτὸ ἀναλογῆσαι τῷ “Ἄτλαντος θυγάτηρ ὀλοόφρονος” (Od. 1, 52). Δημόκριτος δὲ τὸ κυλινδρικὸν σχῆμα ὀλοοίτροχον καλεῖ. καλῶς δὲ βάρβαρον καὶ ἄλογον ὁρμὴν ἀψύχῳ βάρει εἴκασε διὰ παντὸς τόπου κυλινδουμένῳ.
οὔτε ἀνταπόδοσιν ἔχει ἐπιφερομένην.
ἀμφοτέρωθεν. οἱ δὲ μεταφορικῶς ἀπὸ τῶν γνίων, ὅτι ἑκατέρωθεν ἄκρον ἔχει· γυῖα γὰρ τὰ ἄκρα.
44 βαίνων, ἢ ὑπὸ τὴν ἀσπίδα τοὺς πόδας τιθεὶς, τουτέστι περικαλύπτων αὐτοὺς τῇ ἀσπίδι κατὰ τὴν πορείαν· ἐξ οὗ πρόδηλον ὅτι οὐκ εἶχεν ὁ Δηΐφοβος ἀμφιβρότην ἀσπίδα οὐδὲ ὅπλα, ἢ ἂν αὐτὴν ἐκράτει,
βαδίζων, ὅ ἐστιν ἀκροβηματίζων
22,481). “οἴσετε δʼ ἄρν᾿, ἕτερον λευκόν” (Π. 3,103), οἰσόμενος δὲ ἑαυτῷ.
καὶ κακόμετρον τὸ ἔπος ποιεῖ.
ἀλλʼ οὐδαμῶς ὁ χρὼς ἐφάνη· ἐὰν δὲ χροός ὡς σοφός κατὰ γενικὴν πτῶσιν, ἔσται, ἀλλʼ οὐδαμῶς τοῦ χρωτὸς διῆλθε· τὸ γὰρ εἴσομαι 45 46 47 48 49 καὶ τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖς περὶ τῆς ἀναγνώσεως ἐκεῖνο, ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν ἐκδέχεσθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθος εὐθεῖαν μὲν ἐπίστασθαι εἰς ως περατουμένην “ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος” (Il. 4. 510)· καὶ ἀκόλουθος αἰτιατικὴ “χρῶτʼ ἀπονιψαμένη” (Od. 18,
172). τὰς δὲ ἄλλας πλαγίους οἶδεν ἀπὸ τῆς εἰς ους εὐθείας· “χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα” (Il. 9, 596)· καὶ τὴν αἰτιατικήν “μή τις χρόα καλόν.” ὥστε εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις, τί ἐστι τὸ κατεπεῖγον μὴ τῇ συνήθει κλίσει τὴν ἀνάγνωσιν ποιεῖσθαι;
ἀλλὰ καὶ κατὰ πλῆθος ἔστι τις ἀρετὴ νοουμένη, κἂν εἷς ἕκαστος ἀσθενὴς ᾖ καθʼ αὑτόν. ἐὰν δὲ χωρίζωμεν τὰς δύο λέξεις, εὐεμπτώτως ἕξομεν ἐπὶ τὸ ἀπεμφαῖνον, ὅπερ ἐστὶ τοιοῦτο, συμφορητή τις ἀρετὴ ἀνδρῶν ἐστι, καὶ μάλιστα τῶν ἀσθενῶν. ὅπερ οὐκ ἔστιν.
ὅτι δὲ δεῖ κατὰ διάλυσιν ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ, διδαχθησόμεθα ἐξ αὐτῆς τῆς φωνῆς. ἐγίνετο γὰρ ἂν θεραποντεύς· ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος τύπος παράγεσθαι, εἴγε καὶ παρὰ τὴν λέοντος ὁ Λεοντεύς, οὐχὶ Λεωνεύς, παρά τε τὴν Αἰθίοπος Αἰθιοπεύς.
ξυνέηξε λέγειν.
διασταλτέον ἐπὶ τὸ ἐνώπια, ἵνʼ ᾖ δούρατα παμφανόωντα. τὸ δὲ αὐτὸ καὶ ἐν τῇ Θ ῥαψῳδίᾳ (435) “ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα.”
59 60 61 62 63 64 65
κεν.
λέγει τοὺς καλουμένους Κραννωνίους ἐν Θεσσαλίᾳ, ὡς Ἀπολλόδωρος ἱστορεῖ.
Ἀμφίων καὶ Ζῆθος οἱ Διὸς καὶ Ἀντιόπης ἐτείχισαν τὰς Θήβας· εἶχε γὰρ Ἀμφίων λύραν παρὰ Μουσῶν αὐτῷ δεδομένην, διʼ ἧς κατέθελγε καὶ τοὺς λίθους, ὥστε καὶ πρὸς τὴν τειχοδομίαν αὐτομάτους ἐπέρχεσθαι. τούτων μὲν οὖν ζώντων οὐδὲν οἱ Φλεγύαι τοὺς Θηβαίους ἠδύναντο διαθεῖναι· θανόντων δὲ αὐτῶν ἐπελθόντες σὺν Εὐρυμάχῳ
τῷ βασιλεῖ τὰς Θήβας εἷλον. πλείονα δὲ τολμῶντες ἀδικήματα κατὰ Διὸς προαίρεσιν ὑπὸ Ἀπόλλωνος διεφθάρησαν οὗτοι δὲ ἐνέπρησαν καὶ τὸν ἐν Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. ἡ ἱστορία παρὰ Φνερεκύδει.
817). οὕτως Ἀρίσταρχοε.
πολε μίζειν. ἔστι δὲ τὸ ἄδην ἐλόωσιν ἀντὶ τοῦ κορεσθῆναι αὐτὸν ποιήσουσι τοῦ πολέμου, καίπερ προθυμίαν ἔχοντα.
πότερον καύχησιν ἑτέρῳ δώσομεν ἢ ἕτερος ἡμῖν.
οὗ μέλλων ταμέσω. ἢ ἀνέπτυξε ποιητικῶς τὸ τμησίχροας.
λαγωὸν ἐπείγετον” (Π. 10, 361) ἀντὶ τοῦ ἤπειγον.
ῥα διὰ μέσου. εἰ μὲν γὰρ συνάπτομεν, ἤχθετο γάρ ῥα Τρωσὶ δαμναμένους, σολοικοφανὴς μὲν γίνεται ἡ φράσις, ἀρχαῖον δέ μοι δοκεῖ τὸ σχῆμα εἶναι. καὶ ἀλλαχοῦ “καί ποτέ τις εἴποι, πατρὸς δʼ ὅγε πολλὸν ἀμείνων ἐκ πολέμου ἀνιόντα” (Π. 6, 479)· τὴν γὰρ ἔλλειψιν τοῦ ὁρῶν οὐ παραδεχόμεθα.
λέγων τὰ συνημμένα. οὕτως ὁ Κοτιαεύς.
Τρώων, μίαν δὲ Ἑλλήνων καὶ Ποσειδῶνος κατὰ Διὸς γνώμην, καὶ 71 τῶν ἐγκαταπεπλεγμένων κτεινομένων ἀπὸ τῶν ἐξοχῶν τῶν μὴ δυναμένων μήτε ῥαγῆναι μήτε λυθῆναι. ταῦτα οὖν ἀλληγορεῖ εἰς τὸ ἰσόρροπον αὐτῶν τὴν ἰσχὺν συστῆσαι διὰ τὰς τῶν θεῶν βοηθείας.
τὸν πόλεμον τῇ ἔριδι συνέδησαν, τὸ πέρας τῆς ἔριδος καὶ πάλιν τὸ τοῦ πολέμου λαβόντες καὶ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροις, ὥσπερ οἱ τὰ ἅμματα ποιοῦντες, τόδε ἐπὶ τόδε. οὕτως Ἀρίσταρχος. ἡ διπλῆ, ότι παραλληγορεῖ, δύο πέρατα ὑποτιθέμενος, ἕτερον μὲν ἔριδος, ἕτερον δὲ πολέμου, ἐξαπτόμενα κατʼ ἀμφοτέρων τῶν στρατευμάτων.
διὸ οὗτος ὑποσχόμενος ἐξελάσαι τοὺς Ἕλληνας ἀνάεδνον αἰτεῖ τὴν Κασσάνδραν.
βιβάς. καὶ οὕτως ἔχει ἡ ὑγιὴς ἀνάγνωσις.
συνθώμεθα. ἐσχημάτισται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ τὸ αὐτὸ ἀφῶμεν τὰ τῆς διανοίας. εἰσὶ μέντοι οἳ ἐψίλωσαν, οὐκ εὖ.
οὐχ ὑγιῶς· προείρηται δὲ ἡμῖν τὰ τῆς προσῳδίας, ὡς τὰ εἰς της ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς, φύσει μακρᾷ παραληγομενα, ὀξύνεσθαι θέλει, αὐλητής πειρατής χηρωστής βραβευτής. οὕτως οὖν καὶ τὸ ἐεδνωτής, σχηματισθὲν παρὰ τὸ “ἐεδνώσαιτο θύγατρα” (Od. 2, 53). περὶ δὲ τῶν ἀήτης καὶ κυβερνήτης βαρυνομένων λόγον δίδομεν.
αὐτὴν ἐπὶ τῇ Κερβέρου νίκῃ.
ὑψικόμοισιν, ἰτέαι ὠλεσίκαρποι, αἰγείρων ὑδατοτρεφέων, τανύφλοιόν τε κράνειαν, ἐλαίης τανυήκεος.
εὐτυχοῦς εὐτυχές εὐτυχεῖς, εὐρυπυλοῦς εὐρυπυλές εὐρυπυλεῖς. οὕτως οὖν ἐχρῆν καὶ τὸ προκείμενον. ὅμως μέντοι ἡ παράδοσις τὸ νεήκης καὶ ταναήκης βαρύνει κατὰ συνεκδρομὴν τοῦ εὐμήκης μεγακήτης.
βιοθανατοῦντας· εἰώθασι γὰρ τοὺς ὀδόντας βρύχειν.
ὑπʼ Ἰδομενῆῖ Ποσειδάων ἐδάμασσε· τὰ δὲ λοιπὰ διὰ μέσου. ἐπεὶ δὲ πολὺ διέστη τὸ ἑξῆς, εἰκότως ἀνείληφε τοῦ πράγματος τὴν ἀρχὴν σχεδὸν ταῖς αὐταῖς φωναῖς· τὸ μὲν γὰρ τότε ἀντὶ τοῦ ἄνω 83 84 85 κειμένου ἔνθα παρείληπται, ἡ δὲ τόν ἀντωνυμία κατʼ ἀναφορὰν ἐπὶ τοῦ Ἀλκάθου κεῖται. οὕτως οὖν διορθωτέον, ὡς διὰ μέσου.
τὸν ὥσπερ ἤδη νεκρούμενον.
ἀποδόσεως καὶ Τρύφων. ἐκεῖνο δὲ προστίθησιν ὁ Τρύφων, ὅτι ὁ ἐπίουρος, ὡς ἐπίσκοπος, οὐ πάντως ἔχει ἐγκείμενον τὸν οὐρόν τὸν φύλακα κατὰ ταύτην τὴν ἀπόδοσιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ εἶναι ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶσθαι δὲ διὰ τὴν ἐπένθεσιν τοῦ ῦ; καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα τούτοις. εἰσὶ δὲ
οἳ ἀνέστρεψαν τὴν πρόθεσιν, Κρήτῃ ἔπι. ὁ δὲ Ἀσκαλωνίτης παρέλκειν ἡγεῖται τὴν ἐπί· διὸ καὶ τὸν τόνον φυλάσσει τῆς προθέσεως, ὁμοίως τῷ “βοῶν ἐπιβουκόλος ἀνήρ” (Od. 3, 422).
ἀνῄει σὺν τῷ πατρί. καὶ Ἀγχίσης μὲν παρὰ τῷ Καλαύρῳ ὄρει πλησίον Ἀνθέμου ποταμοῦ τελευτᾷ, θάψας δὲ αὐτὸν Αἰνείας ὅπου καὶ νῦν τάφος ἐστὶν Ἀγχίσου λεγόμενος ἐν πυάνῃ κατὰ βούλησιν τῆς μητρὸς Ἀφροδίτης πόλιν ἔκτισε τὴν ἀπʼ αὐτοῦ Αἰνειάδα προσαγορευθεῖσαν. τελευτήσαντος δὲ τούτου ὁ ἐξ αὐτῆς γενόμενος παῖς
λάθρα ἐπὶ τὴν πατρῴαν ἀρχὴν παραγενόμενος καὶ πόλιν ἀναστήσας, παραλαβὼν δὲ τὸν στρατὸν μετῳκησεν εἰς Ἰταλίαν καὶ κτίζει πόλιν Ῥώμην.
πλείονος τρυφῆς ἀξιοῦσθαι ὑπὸ τῶν γονέων.
ἐξ οὗ δηλοῖ τῷ ἐρήμῳ.
“τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰκς Ἀθήνη” (Il 5, 256).
πιθανῶς πάνυ. ἡμεῖς δʼ ἔχομεν περὶ τὸν σχηματισμόν τι ἐξαίρετον συμβεβηκὸς ἐπιστῆσαι πρὸς τὸ πρῶτον. ἡ ει δίφθογγος ἐν τοῖς παρυχημένοις ἄρχουσα εἰ διαιροῖτο, εἰς δύο εε διαιρεῖται, εἶρτο ἔερτο (“ἀτὰρ ἠλέκτροισιν ἔερτο” Od. 15, 460)· εἴργνυ ἐέργνυ (“κατὰ συφεοῖσιν ἐέργνυ” Od. 10, 238). οὐκ ἄρα ἐκ τοῦ εὅφθη
ἐγένετο ἡ διαίρεσις. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεσθαι τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρως τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνεσθαι καὶ διὰ τῆς ει διφθόγγου κατʼ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ ἑλκῶ περισπωμένου εἵλκεον φήσας τὸν παρατατικὸν, διὰ τοῦ η τὸν ἀόριστον ἐξήνεγκεν ἐν τῷ “Λητῶ γὰρ ἥλκησε Διός” (Od. 11, 580). ἀλλʼ
οὐ θέλει πάλιν τὸ η τὸ κατʼ ἀρχὴν τῶν παρυχημένων εἰς ε καὶ α διαλύεσθαι, ὁπότε ὁ ἐνεστὼς ἄρχει ἀπὸ τοῦ ε· ἀπὸ μέντοι τοῦ α καὶ η, ὡς δῆλον ἐκ τῶν τοιούτων, ἤλη ἐάλη (ἀλῶ γὰρ τὸ θέμα· πρόδηλον κἀκ τῆς ἀλείς μετοχῆς), ἤγη ἐάγη. πῶς οὖν παρὰ τὸ ἔπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖσθαι: διὸ ὁ Τυραννίων
ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριστος, φησὶν, ἥφθη, καὶ ποιητικῶς ἅφθη, προσόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προσερχόμενον ε ταῖς δασυνομέναις λέξεσι μεταληπτικὸν γίνεται τῆς ἐκείνων δασύτητος, πρόδηλον κἀκ τοῦ ἔερσα ἔεδνα ἑήνδανε ἑώρων. οὕτως οὖν καὶ τὸ ἑάφθη ἔχει. σημαίνει δὲ τὸ οἱονεὶ συνήφθη αὐτῷ. ταῦτα μὲν
ὁ Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεσιν παραλαμβάνειν ὁ ἀνὴρ, οὐδὲν ἦν τὸ κωλῦον.
ἀντέχον νεῦρον.
ἢ μετεπέμψατο ὡς καλλιστεῦον· οἱ δὲ τῇ καλουμένῃ ῥομφαίᾳ.
αὐτοῦ ἤρξατο εἰπὼν “Πριαμίδης μὲν ἔπειτα,” πρὸς τὸ δεύτερον.
98 99 100 101 102 103 104 105 ἑτέρηφι παρελθεῖ.” ἔστι γὰρ ἑτέρα. ἐπὶ δὲ κλητικῆς Ἀλκμὰν ὁ μελοποιὸς οὕτως “Μῶσα Διὸς θύγατερ ὠρανίαφι λίγʼ ἀείσομαι·” ἔστι γὰρ οὐρανία.
παρὰ δὲ Ἀττικοῖς πτύα.
ῥ’ ἴδε γυμνωθέντα” (Π. 12, 389). τινὲς δὲ ἄνευ τοῦ ι γράφοντες ἐφʼ ὅλης τῆς χειρὸς δέχονται τὸ λεγόμενον, τὴν κατέχουσαν τὸ τόξον χεῖρα.
μὲν οὐδὲν ἐνδεῖ τῶν αἰσχρῶν.
τασσόμενον· καὶ ἠγνόηκεν ὅτι ἀναγωγὴν καλεῖ τὸν ἐκ Πελοποννήσου· εἰς Τροίαν πλοῦν.
ὑφ᾿ Ὁμήρου.
ἀμφότεροι, ὅτι πλανηθείς τις ἐκ τοῦ “ὅς ῥα πατρὶ φίλῳ ἕπετο” ἔταξεν αὐτοὺς, ἵνα καὶ ὁ πατὴρ τὸν υἱὸν ὀδύρηται. οὐ λέγει δὲ νῦν ἔπετο, ἀλλʼ ὅτε τὸ πρῶτον ἐκ τῆς πατρίδος παρεγίνετο. διὸ καὶ πρόσκειται τὸ “ἐς Τροίην, οὐδʼ αὖτις ἀφίκετ.” εἰ δὲ μένοιεν οἱ στίχοι οὗτοι, νοητέον ὁμωνυμίαν εἶναι.
τιμωρεῖ αὐτῷ, ἀλλʼ ὁ Ἀέξανδρος χαλεπήνας ὑπὲρ τοῦ ἀνῃρημένου Εὐχήνορα τὸν Κορίνθιον ἀναιρεῖ.
δʼ ἄρʼ ὀϊκτός” (Π. 4, 139)· ἦν δὲ χθαμαλὸν διὰ τὸ ἀφῃρῆσθαι τῆς ἐπάλξεως ὑπὸ Σαρπηδόνος, ἢ ὡς πρὸς σύγκρισιν τοῦ πολυανδρίου, ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμάλισαν αὐτό· διὸ καὶ ἡ ὑπέρβασις τοῖς βαρβάροις δυνατὴ γέγονεν.
γράφει “Φυλείδην τε Μέγην τε” (Π. 19, 239).
νόθος υἱός. πρὸς Ζηνοδοτον γράφοντα (Π. 12, 365) “ἀλλʼ οὐκ Ἰμιάδῃ.”
δὲ σὺν τῷ ν.
119 120
οὕτως οὖν καὶ Ὕρτακος.
βεβλημένοι δόρατι ἢ ἰῷ, οἱ δὲ ἐκ τοῦ ἐγγὺς τετρωμένοι ξίφει ἤ τινι τοιούτῳ.
προπερισπᾶσθαι θέλει, χερσαῖος ὀρφναῖος ἑρσαῖος ἀρχαῖος Ἀρναῖος Τρικκαῖος Ἑρμαῖος· ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Σοφοκλεῖ. τὸ δὲ “ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν” (Od. 16, 471) ὡς εἰς ἰδιότητα. καὶ τὸ ἐπὶ τοῦ κυρίου πρὸς ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο, ὡς Ἀθηναῖος καὶ Ἀθήναιος, ἀγοραῖος καὶ ἀγόραιος. οὕτως οὖν καὶ Ὀρθαῖος
προπερισπωμένως ἀναγνωστέον· οὐδεμία γὰρ ἀντιδιαστολὴ ἐπὶ τοῦ ὀνόματος κεχώρηκεν.
πολιτῶν· διὰ γὰρ τὸ ἐπὶ δέκα ἔτη τὸν πόλεμον ἀνύεσθαι οἱ πρῶτοι, κεκμηκότες κατὰ μάχην, ἰσαρίθμων αὐτοῖς ἄλλων ἀποστελλομένων ἀπεπέμποντο, ὡς εἰκός. ἐξ ἀμοιβῆς ἀμύνοντες. ἢ οἱ ἀμοιβὴν ἀποδιδόντες τῷ Πριάμῳ διὰ τὸ καὶ αὐτὸν συμμαχῆσαι Φρυξίν (Il. 3, 188). ἐπιφέρει γὰρ “ἠοῖ τῇ προτέρᾳ·” λέγει γὰρ ἐν τῷ
καταλόγῳ “Φόρκυς δʼ αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής” (Il. 2, 861). οἷον ἀμοιβοί πεζοί· διὰ γὰρ τῆς ἀμοιβῆς τῶν ποδῶν γίνεται ἡ τῶν πεζῶν ἔφοδος.
θάρσεϊ πολλῷ.” τοῦτο δὲ ἐπὶ τῶν προκειμένων δηλοῦται. καὶ ὁ Ἀρίσταρχος περὶ τοῦ στίχου οὕτως λέγει ὅτι ἐν τοῖς Ζηνοδοτείοις ἐφέρετο.
ῥήματος, περιπλεονάσαντος τοῦ σ, ὥς φησι Φιλόξενος, εἴτε ἀπὸ ὀνόματος τοῦ βιβαστός βιβάσθων ὡς ἀϊστός ἀίσθων· γίνεται γάρ τινα ἀπὸ τῶν εἰς τος κατὰ μεταβολὴν τοῦ τέλους εἰς θω βαρύτονον ῥήματα, ἐγερτός ἐγέρθω, ἐρεκτός ἐρέχθω, ἀϊστός ἀίσθων· οὕτως καὶ παρὰ τὸ βιβαστός βιβάσθων. παραιτητέον δὲ καὶ τοὺς ὀξύνοντας ὡς
δεύτερον ἀόριστον.
γαίων, ὅ ἐστι γαυριῶν. οἱ δὲ βουκάϊε, ὅ ἐστιν ἀγροῖκε βοῦ. Νίκανδρος δέ φησιν ὅτι Δουλιχιῶται καὶ Σάμιοι τοὺς ἐσθίοντας τὸ γάλα, μηδὲν δὲ ἰσχύοντας, βουγαΐους καλοῦσιν.
124
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.