ΕΙΣ ΤΗΝ Ξ.
χρόνον, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων τῆς Λ. καὶ ῥητέον ὅτι οὐ τοσοῦτον χρόνον ἔπινεν, ἀλλʼ Ὅμηρος κατὰ παρέκβασιν ἀπαγγείλας τὰς πράξεις, βουληθείς τε ἐπὶ τὸν Νέστορα μεταβῆναι, πάλιν ἀπὸ ταύτης τῆς πράξεως ἤρξατο ἀφʼ ἧσπερ αὐτὸν καὶ κατέλιπε ποιοῦντα.
Ὁμηρικὸν τὸ ὑπερβατὸν, καὶ τὸ περὶ τοῦ Μαχάονος ἄτοπον, περὶ οὗ καὶ τὴν ἀρχὴν ἐζητεῖτο εἰ δεόντως τετρωμένος οἷνον προσεφέρετο. βελτίων οὖν ἡ συνήθης ἀνάγνωσις.
προεληλυθέναι ἐπί τινα τοιοῦτον τόπον, ἵνα ἴδῃ τὰ τῶν Τρώων πυρά.
τοῦ καταρίπτων καὶ καταβάλλων. οὗ γίνεται παθητικὸν ἐρίπτομαι ἀντὶ τοῦ καταβάλλομαι, καὶ ἤριμμαι παρακείμενος, καὶ ἠρίμμην ὑπερσυντέλικος, ἤριψο ἤριπτο, καὶ Ἀττικὸς διπλασιασμὸς ἐρήριπτο, καὶ κατὰ συστολὴν ἐρέριπτο.
ὡς δʼ ὅτε πορφύρῃ ὅτι πορφύρῃ μελανίζῃ. εἴωθε δὲ, ὅταν ἀρχὴν λαμβάνῃ κινήματος ἡ θάλασσα, μελανίζειν· διὸ μεταφέρει ἐπὶ τοὺς κατὰ ψυχὴν μεριμνῶντας καὶ ταρασσομένους. καὶ ὅτι κωφῷ λέγει τῷ ἀφώνῳ καὶ μηδέπω καχλάζοντι καὶ ἀποτελοῦντι ἠχήν· μηδέπω γὰρ ἀνέμου εὐκρινοῦς ὄντος τὸ κῦμα ἠρεμεῖ.
βούλεται. διὸ τὴν χθᾱ συλλαβὴν ὀξυτονητέον. παραιτητέον δὲ τοὺς βουλομένους εἶναι “διχθαδίῃ μεθʼ ὅμιλον” καὶ τὴν δῑ συλλαβὴν ὀξύνοντας.
πεδίονδε εἴρυσαν.” ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴς ὡς ἐπὶ τὸ πολὺ τὸ πρυμνὸν οὐ τίθησιν ἐπὶ διεστῶτος σώματος, ἀλλʼ ἐπὶ ἡνωμένου· “πρυμνὸν ὑπὲρ θέναρος” (Il. 5, 339)· “τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε” (ib. 292)· “πρυμνὴν ἐκτάμνοντες” (Il. 12, 149).
νενεωλκημένας ἑτέρας πρὸ ἑτέρων, ὥστε θεατροειδὲς φαίνεσθαι τὸ νεώλκιον· κρόσσαι γὰρ αἱ κλίμακες.
συνεδέσμουν αἱ τοῦ Ἑλλησπόντου ἄκραι, τὸ Ῥοίτειον καὶ τὸ Σίγειον.
τοῦ “Διὸς δʼ ἐτελείετο βουλή (ib. 5) τοὺς ἑξῆς χρόνους οὐκ οἴδαμεν. ἔχει δὲ δηλούμενον τὰ τοιαῦτα τῶν ῥημάτων τοιοῦτον, ὡς αὐτοῦ τοῦ πράγματος ἐπιθυμητικῶς ἔχειν, καὶ τὸ κακκείοντες κοιμητικῶς ἔχειν. οὕτως οὖν καὶ τὸ ὀψείοντες ὀπτικῶς ἔχοντες.
χρόνον πορευόμενοι ἤθελεν ἀκούειν, εἴτε μετὰ πολὺν χρόνον ἀκούοντες, ψεῦδος· εὐθέως γὰρ ἀκούσαντες ὥρμησαν. καὶ τὸ ὀψά ἀνελλήνιστον. οὕτω γὰρ εἴωθε λέγειν, “ὀψὲ δὲ δὴ μετέειπε” (Il. 7, 399). ἔστι δὲ τὸ ὀψείοντες ὀπτικῶς ἔχοντες.
ἐπιθέτης Πτολεμαῖος τῷ ῥʼ οἵγ᾿ οὐ ψαύοντες· καὶ λόγον φησὶν ἔχειν τὴν γραφήν.
ὁ γεραιός. καὶ τὸ πτῆξε ἄκυρον· ἐπὶ γὰρ τῶν ἀπολελυμένων τῇ ἀγωνίᾳ καὶ τῷ τῆς ψυχῆς παλμῷ ἁρμόζει.
εὐχόμενος Διί” (Il. 8, 526) καὶ “μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, ὡς πυρὶ νῆας” (ib. 181). ἐξάκουστα δὲ ἐγίνετο παρὰ τοῖς πολεμίοις, ὡς καὶ τὰ περὶ Ὀθρυονέα (Il. 13, 364).
“τὼς δέ σʼ ἀπεχθήρω” (Il. 3, 415).
πρὸς ὃ γίνεται ὁ λόγος, οὕτως χρῆσθαι· “οὐδέ κε φαίης” (Il. 3, 392) ἀντὶ τοῦ φαίη τις ἄν.
τὸ θαλάσσης· καὶ ἀμφότεραι λόγον ἔχουσι. μᾶλλον δὲ κατὰ τὸ τέλος τοῦ στίχου· οὐ γὰρ ἐγγὺς τῆς θαλάσσης, ἀλλʼ εἰς αὐτὴν τὴν θάλασσαν ἑλκύσαι συμβουλεύει. ἐζήτηται δὲ πῶς ὁ Ἀγαμέμνων οὕτως ἀστρατήγως φυγεῖν προστάσσει τοῖς Ἕλλησι λέγων νῆες ὅσαι πρῶται. ῥητέον οὖν ὅτι ἑ Ἀγαμέμνων γινώσκων αὐτοὺς μὴ
φευξομένους διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο τοὺς πολεμίους, ἐπιτρέπει αὐτοῖς φεύγειν, ἵνα μὴ δόξῃ παρὰ δύναμιν κατέχων αὐτοὺς ἕνεκεν τοῦ καθʼ ἑαυτὸν χρησίμου αἴτιος γενέσθαι τοῦ πάντας ἀπολέσθαι, τοὐναντίον δὲ εὔνοιαν ἑαυτῷ πορίσηται διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι ποιεῖν καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆς φυγῆς
ἀδοξίαν ἕνεκεν τῆς ἐκείνων σωτηρίας.
ἀργαλέῃ” (104).
φρένας. καὶ Ἀριστοφάνης δὲ προηθέτει.
οὐ Νέστωρ. ῥητέον δὲ ὅτι τὸ μὲν γῆρας ἐν τοῖς δεινοῖς ἐστὶν ἐπισχετικὸν, ἡ δὲ νεότης θαρσαλεωτέρα. ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρᾳ συμβουλῇ θαυμασθεὶς νῦν μᾶλλον τεθάρρηκε, καὶ προήρπακε τῶν πρεσβυτέρων τοὺς λόγους.
ὀρθῶς.
ἔφυγεν. ἡ ἀληθεστέρα ἱστορία αὕτη. Τυδεὺς ὁ Οἰνέως Αἰτωλὸς μὲν ἦν τὸ γένος, ἀνδρειότατος δὲ τῶν καθʼ αὑτὸν γενόμενος ἔτι νέος ὢν ἐθεάσατο τὸν πατέρα διὰ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων τῆς βασιλείας ἐκβαλλόμενον· διόπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς καὶ σὺν αὐτοῖς ἀκουσίως τὸν ἀνεψιόν· φυγὼν δὲ εἰς Ἄργος πρὸς Ἄδραστον
βασιλέα τῆς χώρας καθαρσίων τε τυγχάνει πρὸς αὐτοῦ καὶ λαμβάνει τὴν αὐτοῦ θυγατέρα Δηϊπύλην. ἡ ἱστορία παρὰ Φερεκύδει.
οὕτως αἱ Ἀριστάρχου εἰ ἐτεόν περ, ἵνʼ ᾖ, ταῦτα δὲ ὑμᾶς εἰκὸς εἰδέναι ἀκηκοότας εἰ ἀληθῆ λέγω. αἱ δὲ δημώδεις ὡς ἐτεόν περ.
τὴν περιεστῶσαν ἀνάγκην. ἡ διπλῆ δὲ, ὅτι συλληπτικῶς καὶ ἐπὶ τῶν βεβλημένων οὐτάμενοι εἴρηκεν.
Φοίνικι ὀπάονι Πηλείωνος.” οὐχ ἁρμόζουσι δὲ Φοίνικι οἱ ἐπιφερόμενοι λόγοι. βέλτιον οὖν καθολικώτερον γέροντι ἀπεικάσθαι.
ὁρμὴν ἔχω, ὅθεν καὶ οἰνόφλυξ. οἱ δὲ σίπαλον τὸν εἰδεχθῆ.
δειπνῶ ἀπόφασιν ὑπισχνεῖται τελείαν, τὸ δὲ οὔπω δειπνῶ τὸ μέλλον ὑπισχνεῖται. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.
οὐχ ὡς οἱ γλωσσογράφοι ποιοῦσι τὸ ποιπνύειν διακονεῖν ἐκ τοῦ “ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα” (Il. I, 600). γέγονε δὲ παρὰ τὸ πονῶ πονύω πνύω ποιπνύω ἀναδίπλωσις.
τελέως ἄγροικον.
τῷ ω τὸ ῑ. ἀπὸ γὰρ θέματος τοῦ ἀνοίγω πέπτωκεν.
τὴν ἀμβροσίαν εἶναι ὑγρὰν τροφήν.
τὸ ἵκω ἱκανός καὶ παρὰ τὸ πείθω πιθανός, τρώγω τραγανός, εἴδω ἰδανός “τὰς ἰδανὰς χάριτας” ὁ Καλλίμαχος. οὕτως οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανός γένοιτʼ ἂν, τοῦ η εἰς τὸ ε τραπέντος· διὸ δασυντέον 28 29 τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωσαν πόθεν τὸ ε ἐγένετο· ὁ γὰρ χαρακτὴρ, ὡς ἔφαμεν, τὴν βραχεῖαν ἀσπάζεται.
μέν οἱ πρῶτα,“ μύρου τι γένος ὀνοματοποιήσας.
καὶ οὐρανὸν λαμβάνειν.
τὸν στολισμόν.
κατάκλειδα τοῦ μου.
τὰς Χάριτας. ἢ πολλῶν κοσμίων ἄξια· γλήνεα γὰρ τὰ κόσμια, ὡς καὶ ἀλλαχοῦ φησιν “ὃς γλήνεα πόλλʼ ἐκεχάνδει” (Il. 24, 192). τρίγληνα δὲ ὡς τρίπυλα· ὃν γὰρ τρόπον παρὰ τὸ πύλη ἐγένετο τρίπυλον, οὕτως καὶ παρὰ τὸ γλήνη τρίγληνον.
μόρου καὶ κακοπαθείας γινόμενα δηλοῖ. παραιτητέον δὲ τοὺς ἀπὸ τοῦ ᾱ τὴν διαστολὴν ποιουμένους, ἵνα τὸ ᾱ ἐπιτατικὸν ὑπάρχῃ μηδενὸς κατεπείγοντος.
προσδοτέον.
καὶ ἱμέρου καἰ ὀαριστύος. καὶ οὐκ ἔστι κύριον ὄνομα, ὡς ἔνιοι τῶν ἀρχαίων· διὸ καὶ ἐπʼ ἄλλου λέγει “ ἄγχε δέ μιν πολύκεστος ἱμάς” (II. 3, 371).
ὀνόματα· τὴν γὰρ παραλογιστικὴν ὁμιλίαν διʼ ἀμφοτέρων δηλοῖ.
γὰρ “οὐκ ἔσῃ ἄπρακτος.” καὶ ἐν Ὀδυσσείᾳ (18, 112) τὸ ὅμοιον· “Ζεύς τοι δοίη, ξεῖνε, ὅττι μάλιστʼ ἐθέλεις· ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κληδόνι δῖος Ὀδυσσεύς.”
Ἡροδότῳ (7, 23).
Ἥφαιστος, γυνὴ δὲ τούτον Χάρις· Πασιθέας δὲ τῆς Χάριτος ἀδελφῆς ἐρωτικῶς ἔχων ὁ Ὕπνος ἐκεῖ διέτριβεν. ταύτην οὖν αὐτῷ ἐπαγγέλλεται γυναῖκα δώσειν Ἥρα. δύναται δὲ καὶ φυσικώτερον λυθῆναι, ὅτι οἰνοφόρος ἡ Λῆμνος, καθὼς λέγει “νῆες δʼ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι” (Il. 7, 467)· τοῖς δὲ πολυποτοῦσι μάλιστα ὁ
ὕπνος παρέπεται.
τοῦ κε ἐγὼ δέ σοι εἴσομαι χάριν.
οὕτω καὶ Ἀλέξανδρος ὁ Κοτιαεὺς ἐν τῷ ί τῶν παντοδαπῶν.
μὲν εἴρηκεν ὡς ἐβούλετο, Ὅμηρος δὲ φιλοσοφώτερον· τὸ γὰρ ὕδωρ πάντων ἡ ζωὴ, καὶ προέχει τῶν τεσσάρων στοιχείων, ὅθεν καὶ Πίνδαρος ἄριστον αὐτό φησιν.
φησὶ γὰρ ἀπὸ τοῦ τ ἀρκτέον. καὶ ἡμῖν δὲ δοκεῖ· πρὸς γὰρ τὴν Ἥραν ἡ ἀπότασίς ἐστιν. αὐτὸς γοῦν ἐπεξηγεῖται αὐτό· 41 “νῦν αὗ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι” (Il. 15, 262). τοιοῦτον γὰρ λέγει, ἤδη γάρ με καὶ ἄλλοτε ἡ σὴ ἐσωφρόνισεν ἐντολή. ὁ δὲ ἐπιθέτης Πτολεμαῖος καὶ Ζηνόδοτος σὺν τῷ ῑ γράφουσιν, οἷον τῇ σῇ ἐντολῇ ἐσωφρόνισέ με.
αἰτιατικήν.
χειμῶνι· κατασυρεὶς δὲ εἰς Κῶ τὴν Μεροπίδα ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπὸ Εὐρυπύλου τοῦ Ποσειδῶνος, βασιλεύοντος αὐτῆς. βιασάμενος δὲ καὶ ὡς λῃστὴς ἐπιβὰς ἀνεῖλε τὸν Εὐρύπυλον καὶ τοὺς παῖδας αὐτοῦ, μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκιόπῃ Θεσσαλὸν ἐγέννησεν. ἡ ἱστορία παρὰ Φερεκύδει.
Ἄρτεμις ἰοχέαιρα” (Od. 11, 172).
Τιτᾶνας· οὗτοι δέ εἰσιν οἱ Οὐρανοῦ παῖδες, Κρόνος, Κρεῖος, Ὑπερίων, Ἰαπετὸς, Κοῖος.
(Il. 1, 399), ὅτι οὐ τοὺς περὶ Κρόνον λέγει Ὀλυμπίους.
Ἀφροδίτη ἐς Πάφον.” ἡ γὰρ Κύπρος εἰς Πάφον.
κύμινδις δὲ λέγεται διὰ τὸ ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτειν.
δεσμοῖς ἀνήρτησεν. ἡ ἱστορία παρὰ Εὐφορίωνι.
οὐδέποτε οὕτως ἠράσθην· διὸ καὶ ἕκαστον τῶν λεγομένων αὐτὸ καθʼ ἑαυτὸ κόμμα ἐστί· διόπερ αἱ στιγμαὶ ἐν αἰτήματι τίθενται. ἀπὸ τούτου δὲ ἕως τοῦ “οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος” (327) ἀθετοῦνται στίχοι ιά, ὅτι ἄκαιρος ἡ ἀπαρίθμησις τῶν ὀνομάτων· μᾶλλον γὰρ ἀλλοτριοῖ τὴν Ἥραν ἢ προσάγεται. καὶ ὁ ἐπειγόμενος συγκοιμηθῆναι
διὰ τὴν τοῦ κεστοῦ δύναμιν πολυλογεῖ. καὶ Ἀριστοφάνης προηθέτει.
καὶ ἄλλοι τινὲς, ἐφθάρη ὑπὸ τοῦ πατραδέλφου αὐτῆς Προίτου, ὅθεν αὐτοῖς καὶ στάσις ἐκινήθη. ὡς δὲ ἔνιοί φασιν ὁ Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν καὶ διὰ τῆς ὀροφῆς εἰς τὸν Δανάης ῥυεὶς κόλπον συνῆλθεν. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αὐτῆς γεγεννημένον Περσέα, μὴ πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι τὴν θυγατέρα μετὰ τοῦ
παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν. διασωθέντων δὲ τούτων εἰς έριφον τὴν νῆσον, μίαν τῶν Κυκλάδων, συνέβη ἀνατραφῆναι τὸν παῖδα παρὰ Πολυδέκτῃ ἢ, ὡς ἔνιοί φασιν, ὑπὸ Δίκτυος τοῦ ἀδελφοῦ Πολυδέκτου. φυγόντος δὲ ὕστερον Ἀκρισίου τὴν Ἀργείων βασιλείαν παρέλαβε Περσεύς.
χάριν ἐξ Ἄργους ἔφυγεν εἰς Θήβας· σὺν αὐτῷ δὲ καὶ Ἀλκμήνη. ὑποδεχθέντες δὲ ἀσμένως ὑπὸ τῶν βασιλευόντων τῆς πόλεως Κρέοντος καὶ Ἡνιόχης τιμῆς ἐτύγχανον μεγίστης. οὐ βουλομένης δὲ Ἀλκμήνης γαμηθῆναι, εἰ μὴ οἱ φονεῖς τῶν ἀδελφῶν αὐτῆς ἀναιρεθῶσι Τηλεβόαι, κατηγωνίσατο αὐτοὺς Ἀμφιτρύων, προσλαβόμενος
συμμάχους Βοιωτοὺς καὶ Λοκροὺς, ἔτι δὲ Φωκεῖς, ἐνιαυτὸν προσεδρεύσας. ὡς δὲ ὑποστρέψας ἀπὸ τῆς στρατείας ἦγε τοὺς γάμους ἑαυτοῦ τε καὶ Ἀλκμήνης, τῇ αὐτῇ νυκτὶ ἐρασθείς αὐτῆς ὁ Ζεὺς καὶ εἰκασθεὶς Ἀμφιτρύωνι ἐμίγη καὶ υἱὸν ἐποίησεν· ὁμοίως δὲ καὶ Ἀμφιτρύων τῇ αὐτῇ νυκτί. ἤδη δʼ ἐκείνης τὸν ἑπταμηνιαῖον
53 54 55 56 57 χρόνον τῆς μίξεως ἐχούσης, γεννᾶται Ἡροκλῆς μὲν ἐκ Διὸς, Ἰφικλῆς δὲ ἐξ Ἀμφιτρύωνος.
ἐποίησεν. ἡ ἱστορία παρὰ Φερεκύδει.
αὐτῇ Διὸς πᾶν τὸ αἰτηθὲν ποιῆσαι, αἰτεῖται τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ μὴ δυνάμενος ἀνανεῦσαι παραγίνεται εἰς τὸν θάλαμον αὐτῆς ἐφʼ ἅρματος, ἀστραπὰς καὶ βροντὰς ὁμοῦ καὶ κεραυνὸν ἀφιείς. Σεμέλης δὲ διὰ τὸν φόβον ἐκλειπούσης, ἑξαμηνιαῖον τὸ βρέφος ἐξαμβλωθὲν ἐκ τοῦ πυρὸς ἁρπάσας
ἐνέρραψε τῷ μηρῷ. ἡ ἱστορία παρʼ Εὐριπίδῃ ἐν Βάκχαις.
ἀναγνωστέον ποῖον τὸν μῦθον ἔειπες, εἶτα ἀφʼ ἑτέρας ἀρχῆς εἰ νῦν ἐν φιλότητι, ἵνα ὑποστίζωμεν κορυφῇσι καὶ ἅπαντα, στίζωμεν δὲ μετὰ τὸ πῶς κʼ ἔοι, εἶτα ἀπʼ ἄλλης ἀρχῆς εἴ τις νῶϊ θεῶν αἰειγενετάων, καὶ ὑποστίζωμεν ἀθρήσειε, πεφράδοι, ἵνʼ ᾖ ἀπόδοσις οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα. οὕτως δὲ ἔσονται
ἀνταποδοτικαὶ περίοδοι ἀμφότεραι ὀρθαὶ, τοιαῦται. εἰ νῦν ἐπὶ τῆς Ἵδης κοιμηθῆναι βούλει, πῶς ἂν εἴη, οἷον πῶς ἂν ἐνδέχοιτο; ἡ δὲ ἑτέρα, εἴ τις ἴδοι τῶν θεῶν καὶ τοῖς ἄλλοις εἴποι, οὐκ ἂν ἔλθοιμι εἰς τὸν σὸν οἶκον. ἢ ἀνεστραμμένας αὐτὰς ποιητέον, συνάπτοντα οὕτως, ποῖον τὸν μῦθον ἔειπες, εἰ νῦν ἐν φιλότητι λιλαίεαι.
δὲ αὐτὸ σαφῶς λέγει ὁ Ἥφαιστος. ὁ δὲ Ἡσίοδος ἐκ μόνης Ἥρας.
οὖν καὶ τὸ ἕαδεν εὔαδεν γένοιτο ψιλούμενον. ἐγὼ δὲ προσίεμαι τὴν συνήθη ἀνάγνωσιν δασύνουσαν τὸ α, ψιλοῦσαν δὲ τὴν ευ δίφθογγον καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν, ὡς εἰ ἴδιον συνθέτων λέξεων τὸ καὶ κατὰ μέσον δασύνεσθαι, οἴδαμεν δὲ καὶ τὸ ἄδε ῥῆμα συνεχῶς παρὰ τῷ ποιητῇ (“ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων Il. 12, 80), εἰκότως ἂν φήσαιμεν
ὅτι τὸ εὖ ἐπίρρημα προσῆλθε, καὶ οὕτως ἐφυλάχθη τοῦ ῥήματος ἡ δασεῖα ὡς ἐν λέξει συνθέτῳ· τὸ μέντοι ἕαδε διαίρεσίς ἐστι τοῦ ἧδε.
ἐν δέ τισιν ὑψόσʼ ἄειρε καὶ ὑψόσʼ ἔερπε διὰ τοῦ π· ἐν δὲ τῇ Χίᾳ ὑψόσʼ ἵκανε. Ζηνόδοτος πυκνὸν καὶ μαλακὸν, ἵνʼ ἀπὸ χθονὸς ἀγκαζέσθην.
πυκνός. ἐναντιοῦται τὸ λίχνος· τὸ γὰρ λάγνος ἔννοιαν ἔχει συνθέσεως.
θῆλυς ἐέρση” Od. 5, 467), τὰ δὲ εἰς η λήγοντα θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικὰ, Ελένη Ἑλέναι· οὕτως εἰ ἐέρση, καὶ 62 63 ἐέρσαι. ἠλιθίως πάνυ· οὐ γὰρ ἐνόησεν ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ α εἰς η πρὸ τέλους ἔσχε τὸν τόνον, ὁμοίως τῷ ἄελλα ἀέλλη, οὕτως ἔερσα καὶ ἐέρση· εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέσεως ἔχεται, ἀπολήψεται τοῦ ἔερσα προπαροξυνομένου τὸν τόνον.
εἰσίν.
προθέσεως· ἐπιτομή ἀνοχή συνοχή· ἱστοδόκη δὲ καὶ καπνοδόκη λατύπη οἰνοχόη. εἴπερ οὖν καὶ τὸ παναίθη οὐ μετὰ προθέσεώς ἐστι, βαρυτονηθήσεται. τάχα δὲ καὶ παρώνυμόν ἐστι, καὶ πάλιν ὀφείλει βαρύνεσθαι· ὡς γὰρ παρὰ τὸ καλός ἐγένετο πάγκαλος καὶ παγκάλη, οὕτως καὶ παρὰ τὸ αἰθός πάναιθος, ὦ ἀκόλουθον τὸ παναίθη.
χρήσεως. Ζηνόδοτος δὲ προηθέτει.
ἀναιρεῖ· βελτίονα μὲν γὰρ τῇ κατασκευῇ ἐνδέχεται ἀναλαμβάνειν, μείζονα δὲ οὔ. ἔνια δὲ τῶν ὑπομνημάτων δῶκεν ἀντὶ τοῦ δόσκεν· καὶ ἔστιν εὐφραδέστερον.
δεήσει τὸ ι, δεύτερον ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον· τὰ γὰρ εἰς ις λήγοντα καθαρὸν θηλυκὰ, τῷ α παραληγόμενα, οὐ φιλεῖ βαρύνεσθαι, τοὐναντίον δὲ ὀξύνεσθαι—ὁ δὲ λόγος ἐπὶ τῶν Ἑλληνικῶν, ἵνα μή τις τὸ Ξόϊς ἢ Σάϊς ἀντιθῇ, κείμενα παρʼ Ἠροδότῳ—, οἷον Θηβαΐς Δαναΐς Λαίς Θαίς. οὕτως ἄρα δαΐς, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο
βεβαρυτονῆσθαι πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου, ὥσπερ καὶ τὸ ἀκρίς. ἄμεινόν ἐστιν ἐκεῖνο λέγειν ὡς ὅτι εἴτε ἀπὸ τῆς δάϊς βαρυνομένης εἴτε ὀξυνομένης ἡ προκειμένη ἐστὶ δοτικὴ, ὀφείλει ὀξύνεσθαι τῷ τὰς εἰς ι συνεσταλμένον ληγούσας δοτικὰς καὶ μὴ συναλειφθείσας ἐπʼ ὀνομάτων ἀρσενικάς τε καὶ θηλυκὰς ὀξύνεσθαι, μηνί χηνί·
ταύτῃ καὶ λιτί. οὕτως καὶ ἡ δαΐ, εἴτε ἀποκέκοπται εἴτε συγκέκοπται, ὀξυτονηθήσεται.
τραπέντος γὰρ τοῦ α εἰς η καὶ τοῦ ι πλεονάσαντος ἐγένετο.
τικώτερα ὕστερα λέγει· πάντων δὲ ἐπιτατικώτερον ἀνέμου φορὰ, ἥτις καὶ τὰ ἄλλα κινεῖ, θάλασσαν καὶ πῦρ.
λέξεων. εἰ δέ τις λέγοι ἐπέκτασιν εἶναι, μὴ σύνδεσμον, ἴστω ὅτι τὸ 67 68 69 ἐναντίον χωρήσει· ἡ γὰρ διὰ τοῦ γέ ἐπέκτασις τρίτην ἀπὸ τέλους ἐποίει τὴν ὀξεῖαν, ἔγωγε ἔμοιγε.
Σεμέλης ὣν ἐβλήθη τῷ κεραυνῷ, καὶ ὅτι πυρογενής ἐστιν.
καὶ Ἀριστοφάνης.
Αἴας καθʼ Ὄμηρον· εἰ γὰρ μὴ οἱ τελαμῶνες ἐσκέπαζον, ἐτρώθη ἄν.
σφοδρῶς πλήξας.
τὸν μὲν σωματικὸν Ξάνθον Διὸς γενεαλογεῖ, τὸν δὲ ποταμὸν Ὡκεανοῦ,) λέγων “ ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν” (Il. 21, 196).
μετὰ τὸ γοῦνα, ἐπὶ τὰ γόνατα καθίσας ἤμει. γελοῖοι δὲ οἱ τοῖς ἑξῆς συνάπτοντες, ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμασσεν, ἵνʼ ᾖ ἐπὶ τὰ γόνατα κάθηται. γελοῖοι δὲ οἱ τοῖς φαινομένοις μαχόμενοι· σύνηθες γὰρ οὕτως λέγειν.
ὅσσε.
δὲ δῆσεν ἀρἥςʼ (lI. 18,100).
δοκεῖ ἀθετεῖν τὸν δεύτερον στίχον. ὅπερ οὐκ ἀναγκαῖον· ποιητικὸν γὰρ ἔθος τὸ πολλάκις τὸ αὐτὸ ἐπαναλαμβάνεσθαι. πρὸς δὲ τὸν Ζηνόδοτον ὑγιὥς ἀποφαίνεται ἐκεῖνο, ὅτι ὁ ποιητὴς οὐδέποτε οἶδε τὸ φή ἀντὶ τοῦ ὡς, οἱ δὲ μετʼ αὐτὸν, ὥσπερ Ἀντίμαχος καὶ οἱ περὶ Καλλίμαχον.
ἀνεῖλέ τινα τῶν πολεμίων; ποὔτο γὰρ ἀποκρίνονται αἱ Μοῦσαι. σημαίνει δὲ σκῦλα ἠγρευμένα παρὰ ἀνδρῶν· ἀγρεῖν γὰρ τὸ λαμβάνειν. δεῖ δὲ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον τοὺς προπεσόντας ἐσκύλευσαν.
κατὰ τὴν πρὸς Εὔφορβον σύστασιν Μενέλαος· “οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο ἧς ἥβης ἀπόνηθʼ οτε μʼ” (Il. 17, 25). ἀλλὰ νῦν τούτων τῶν λόγων οὐ μέμνηται, κατʼ ἐπιδρομὴν ἐκφέρων τοὺς ἀνῃρημένους.
“τρέσσαι δʼ οὐκέτι ῥίμφα πόδες φέρον” (Il.13, 515).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.