ΕΙΣ ΤΗΝ Ο.
σκόλοπας καὶ τὴν τάφρον· ὑπερβατὸν γὰρ ὁ τρόπος.
πόδοσίς ἐστιν αὐτῷ οἱ μὲν δὴ παῤ ὄχεσφι.
1 2 3 ὑπαὶ δείους ὀφείλομεν ἀναπαύεσθαι· οὐ γὰρ πιθανὸν ἕως τοῦ χλωροί, εἶτα πεφοβημένοι, τουτέστι φεύγοντες. ἔστι μέντοι καὶ ἡ ἑτέρα ἀνάπαυσις οὐκ ἀδόκιμος.
καὶ ἐν τῷ “ἥ ῥα κατὰ σπείους” (Od. 9, 330).
καὶ ἐπὶ τοῦ “εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τʼ ἄλλαι εἴωθʼ ὁμηγερέες” (Il. 24, 83)· ἐκδέχεταί τε κλίσιν τὴν ἀπὸ τοῦ εἰμί εἰς παθητικοῦ ὑπερσυντελίκου χρόνον, καὶ μεταλαμβάνει εἰς τὸ ὑπῆρχον. ἔχει δὲ ἐπίστασιν εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται συστῆναι κατὰ σημαινόμενον ἢ χρῆσιν Ἑλληνικήν. διὸ ἄμεινον δασύνειν καὶ
ἐκδέχεσθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖς ὑποκειμένοις κεῖσθαι μὲν τὸν Ἕκτορα, περικαθέζεσθαι δὲ αὐτὸν τοὺς ἑταίρους συγκάμνοντας. αὐτός τε ὁ ποιητὴς ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶς, πῆ μὲν κοινῶς εἰπὼν “τοῖοι δʼ ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργων” (Il. 3, 153). πῆ δὲ Ἰωνικῶς “οἱ δʼ ἕατ’ εἰν ἀγορῇ” (Il. 7,
414), πῆ δὲ ἐπενθέσει τοῦ ἴ πάλιν χρησάμενος Ἰωνικῶς “εἴατο καὶ προὔχοντες” (Od. 3, 8), ὡς καὶ τὸ προκείμενον.
(Od. 5, 342). τούτῳ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης καὶ 4 5 6 Ἀλεξίων καὶ σχεδὸν πάντες, καὶ ἡμεῖς. εἰσὶ μέντοι οἳ ἄλλως διέστειλαν, σὓς ἐλέγχει ὁ Ἡρωδιανός.
οὐ γὰρ ἐκ πλήρους ἀποδέδωκεν, ὡς ἐπὶ τοῦ “δὸς φίλος, οὐ γάρ μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλʼ ὤριστος” (Od. 17, 415).
θέλει εἰπεῖν.
ὁ Ζεὺς διὰ θνητὸν Ἡρακλέα· φησὶ γὰρ “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω.” ῥητέον δὲ ὅτι φιλοσοφεῖ Ὅμηρος. μυθικῶς γὰρ Ζεὺς 7 8 ἐνταῦθα ὁ αἰθὴρ οὐρανοῦ τοῦ περὶ τὸν ἀέρα δεσμός ἐστιν ὁ ἄγων τὰ ὑγρὰ καὶ ἐξ αὐτοῦ δεσμεύων τὰ πάντα· μετʼ αὐτὸν δέ ἐστιν ἀὴρ μέσος γῆς καὶ αἰθέρος, ὃ δεῖ νοεῖν ἡμᾶς τὴν Ἥραν ὑπάρχειν· τοῦ δʼ ἀέρος ἐκκρέμαται ὕδωρ τε καὶ γῆ, σὓς δὴ νῦν ἄκμονας λέγει παρὰ τὸ ἀκοπίαστα εἶναι τὰ στοιχεῖα. καλῶς οὖν οὐ δύνανται
οἱ θεοὶ τὸν δεσμὸν λῦσαι· ἰσχὺς γὰρ τῶν ὅλων τὸ συνδεδέσθαι. ἡ διπλῆ δὲ, ὅτι ἐκ δυεῖν τόπων, τούτου τε καὶ τοῦ κατὰ τὴν A ῥαψῳδίαν(587), ὁ ποιητὴς τῆς τοῦ Ἡφαίστου ῥίψεως καὶ τῶν Ἥρας δεσμῶν πληροῦται μῦθον.
ὥσπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματος ἔθος αὐτῷ ποιεῖν“ῥηϊδίως πεπιθεῖν” (Il. 9, 184).
θάλασσαν. καὶ οἱ μὲν τὸ Μυρτῷον, οἱ δὲ τὸ Αἰγαῖον· οἱ δὲ, ὑπὲρ τὴν εὔκρατον θάλασσαν. τινὲς δέ φασιν ἐπὶ Πελλήνην κατὰ Γιγάντων ἀπιόντα Ἡρακλέα πλανηθῆναι.
περιττός ἐστιν.
οὐ διʼ ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ. πληρέστατος δʼ ἄν ἦν ὁ λόγος, εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι ἢ ὡς· καὶ συνήπτετο ἂν τοῖς ἐπάνω, ἵνʼ ᾖ τοιαύτη ἡ φράσις, ἴστω Γῆ καὶ Οὐρανὸς ὅτι μὴ διʼ ἐμὴν γνώμην. ἀλλὰ σπανίως τὰ τοιαῦτα λείπει, καὶ σχεδὸν ἐπὶ μόνων τῶν ὅρκων, ὡς κἀκεῖ “ἴστω νῦν Ζεὺς πρῶτα· ἦ μέν τοι τάδε πάντα
τελείεται” (Od. 19, 303). τάχα οὖν καὶ διὰ τοῦτο συναπτέον αὐτὰ τοῖς ἐπάνω, ἐπεὶ συνήθης ἐστὶ τῶν ὅρκων ἡ ἔλλειψις.
ἀρνήσεως τῆς οὔ.
ἀπολογεῖται. οὕτως Ἡρακλέων.
τῶν Ἀχιλλέως νεῶν, οὔτε τὸν Πάτροκλον ἀνέστησεν ἐπὶ τὸν πόλεμον ὁ Ἀχιλλεύς. καὶ τὸ πέσωσιν οὐχ Ὁμηρικόν· μᾶλλον γὰρ ἐκεῖνος τὸ ἐμπεσεῖν ἐπὶ τοῦ ἐνσεῖσαι τίθησιν· “ἔφαντο γὰρ οὐκέτʼ Ἀχαιοὺς σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι” (Il. 12, 125). ἡ δὲ παλίωξις οὐχ Ὁμηρικῶς παρείληπται· οὐ
γὰρ λέγεται οὕτως ψιλῶς παρʼ αὐτῷ ἡ φυγὴ, ἀλλʼ ὅταν ἐκ μεταβολῆς οἱ πρότερον φεύγοντες διώκωσι· σαφῶς γὰρ ἐν ἄλλοις φησὶν “εἰ δέ χʼ ὑποστρέψω καὶ παλίωξις δὲ γένηται” (ib. 71). ἀσύνηθες δὲ καὶ οὐδετέρως τὸ Ἴλιον νῦν ῥηθέν “Ἴλιον αἰπὺ ἕλοιεν” (71)· πάντοτε γὰρ θηλυκῶς λέγει. ἔν τε τῷ “λισσομένη τιμῆσαι” φησὶν
ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα πτολίπορθον εἴρηκεν, ἀλλὰ ποδάρκη καὶ ποδώκη.
ἑταῖρον διὰ τοῦ ε. Ζηνόδοτος δὲ ἀπὸ τοῦ “Πηλείδεω Ἀχιλῆος” ἕως τοῦ “λισσομένη τιμῆσαι” (77) οὐδʼ ὅλως ἔγραφεν.
Ἥρα τότε ἐκ τῆς Ἴδης ὀξέως παρεγένετο εἰς τὸν Ὅλυμπον.
η μενοινήῃσί τε.
ἁρμόζει τῆς πρὸς τοὺς ἀνέμους παραγεγονυίας (ΙΙ 23, 203). ἀλλὰ μὴν οὐδʼ ἐπέεσσι γραπτέον· ἐπιδίδωσι γὰρ ἡ Θέμις αὐτῇ τὸ ποτήριον. ὁ δὲ Θρᾷξ Διονύσιος παρακεῖσθαί φησι τὸ σημεῖον ὅτι διὰ παντὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην ἀρίστην διαγωγὴν ἔχοντας, πρὸς τὸ ἐν Ὀδυσσείᾳ “οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον
εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ” (Od. 9, 5).
θεῶν ἢ ἀνθρώπων ἱλαρὸν ἔσεσθαι, εἰ ἄρα καί τις ἐν τῷ παρόντι τῇ αὐτοῦ προσηνείᾳ εὐωχεῖται ἐν ἱλαρότητι.
15 τὸν Ἄρη δὲ ὑπομνήσκει τοῦ υἱοῦ φοβοῦσα, ἵνʼ αὐτὸν ἀποστήσῃ τῆς τῶν Τρώων συμμαχίας καὶ τοὺς ἄλλους θεούς.
μέντοι ἑξῆς ἐγκλιτέον ἐν τῇ συντάξει· εἰσὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ παραδιαζευκτικοὶ, ὡς τὸ “ἢ ἔπει ἠὲ βίῃ” (Il. 1, 504).
ἦσαν οἱ Τρῶες, οἱ κατάρξαντες τοῦ ἀδικήματος.
ἔστιν εὑρεῖν καὶ ἀλλαχῇ· “τὸν δέ τʼ ἄνδρα ἑλεῖν καὶ εἰς ὁρμὴν ἔγχεος ἐλθεῖν” (Il. 5, 118) καὶ ἐν Ὀδυσσείᾳ (3, 24) “αἰδὼς δʼ αὗ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι,” ὅπερ ἀγνοήσαντές τινες ἔγραψαν νέῳ ἀνδρί.
276). δῆλον δὲ ὅτι ἀφοπλίζουσα τὸν Ἄρεα ταῦτα ἔλεγεν· οὐ γὰρ σιωπῶσα.
καὶ σύνδεσμος ἐξακούεσθαι, ἵνα γένηται καὶ ἐπέεσσι καθάπτετο. καὶ ἔστιν ὅμοιον τοῖς τοιούτοις “βεβλήκει γλουτὸν κατὰ δεξιὸν, ἡ δὲ διὰ πρό” (l. 5, 66) “ἡ δὲ χιτῶνʼ ἐνδῦσα (ib. 736)· καὶ γὰρ. ἐπὶ τούτων διχῶς ἀνέγνωσαν, ὥσπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδυσσείᾳ” 16 (5, 391) “αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη.” ἄμεινον δὲ ἐπὶ πάντων ἄρθρον ἐκδέχεσθαι, ὥσπερ καὶ Ἀριστάρχῳ ἐδόκει.
ἐστιν “ὦ φρένας ἠλέ” εἶτα καθʼ ἑαυτὸ “διέφθορας·” ἢ συναπτέον ὅλον, ἵνʼ ᾖ τὸ ἑξῆς φρένας διέφθορας. τὸ δὲ ἠλέ ὡς καλέ ἐπιθετικῶς. εἴτε δὲ ἀπεκόπη εἴτε συνεκόπη ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου.
τοῖς ἄλλοισι θεοῖς μέγα πῆμα φυτεῦσαι.
δὲ τὴν υἷος γενικήν· προείρηται δὲ πῶς γέγονεν.
ἀδύνατον κεῖται· καὶ τοῦ θανάτου ῥύεσθαι.
τὸ ὑμᾶς.
τι τῶν ὑπὸ Διὸς προστασσομένων.
οὖν ἀναγνωστέον τῷ “καί σφωϊν δὸς ἄγειν” (Il. 1, 338).
δὲ λόγος χωρίζει.
στέρνοισι τανύσσαι” (Od. 5, 346)· καὶ ἐνθάδε γὰρ ἀπαρέμφατόν ἐστιν.
καὶ ἀπόλυτος.
παράκεινται, ὅτι τοὺς ὕστερον λεγομένους ὑπὸ τῆς Ἴριδος διʼ ἐπιείκειαν ἐνθάδε τις μετενήνοχεν· ἀναρμόστως γὰρ ὁ Ζεὺς, ὥσπερ δεδοικώς καὶ συλλυθῆναι βουλόμενος, εἰξάτω μοι, φησὶ, καθόσον εἰμὶ προγενέστερος· τὰ γὰρ τοιαῦτα τῶν δεομένων· “καί μοι ὑποστήτω ὅσον βασιλεύτερός εἰμι ἡδʼ ὅσον γενεῇ προγενέστερος” (Il. 9, 160).
18
ἱκανῶς, ὅτε ἐλέγομεν περὶ τοῦ (18) “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω,” ἀκριβέστερον δὲ καὶ νῦν. διὰ γὰρ τούτων ὁ ποιητὴς τὴν κοσμικὴν αἰνίττεται φύσιν, Δία μὲν τὸν ἀνωτάτω ὑποτιθέμενος διάπυρον ἀέρα, Ἥραν δὲ τὸν δεύτερον· καὶ ταύτην φησὶν ὑπὸ Ὠκεανοῦ τεθράφθαι, ἐπειδὴ ἐκ τῆς τῶν ὑγρῶν ἀναθυμιάσεως γίνεται ὁ ἀήρ.
19 20 21 22 ἄκμονας δὲ γῆν καὶ θάλασσαν λέγει, χρυσοῦν δὲ δεσμὸν τὸ αἰθέριον πῦρ, ὅτι ἐν τῷ ἀνωτάτω μέρει συνῆπται αὐτῷ ὁ ἀήρ. καὶ ῥιπτόμενον τὸν Ἥφαιστον εἰς θάλασσαν, παρόσον μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα, πῦρ μὲν εἰς ἀέρα, ἀὴρ δὲ εἰς ὕδωρ. χαλκεύοντα δὲ ἐν Ὠκεανῷ, ὅτι τὰ στερρὰ τῆς διὰ ὕδατος καὶ πυρὸς ἐργασίας τυγχάνει.
καὶ Ἡσίοδος Οὐρανὸν μὲν λέγει τὴν ἐκπύρωσιν, Κρόνον δὲ τὸν ἄνωθεν κρουνηδὸν ἐπιφερόμενον ὄμβρον, Ῥέαν δὲ τὴν ἐπιρρεομένην ὕδασι γῆν, ἐκτομὴν δὲ Οὐρανοῦ τὴν τοῦ πυρώδους ἐξ ὑγρῶν σβέσιν, λίθον δὲ καταπινόμενον ὑπὸ Κρόνου, ἐπειδήπερ ἡ μεταβολὴ τῶν ὑγρῶν εἰς στερρότητα πήγνυται· κρύπτεσθαι δὲ τὸν Δία διὰ
τὸ τὸ ζῆν ἐπικρατεῖν τῷ τῷ χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι πλεοναζόντων τῶν ὑγρῶν.
λοιπὰ τρία στοιχεῖα· τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται, καὶ πυρὸς ἀναδόσεις περὶ αὐτὴν γίγνονται, ὥσπερ κατὰ τὴν Αἴτνην ἐν Σικελίᾳ καὶ περὶ τοὺς Ἡψαίστου κρητῆρας, ὁμοίως δὲ καὶ περὶ Κράγον Λυκίας καὶ ὅσα τοιαῦτα. ὁμοίως δὲ καὶ ὁ ἀὴρ περὶ αὐτήν ἐστι. καλῶς δὲ καὶ τὸν Ὄλυμπον κοινόν φησιν, ἐπεὶ καὶ ὁ Ὄλυμπος τὴν
γένεσιν ἐκ τῶν τεσσάρων κέκτηται στοιχείων. ἡ διπλῆ δὲ ὅτι συναφὴς τῇ γῇ Ὄλυμπος ὡς ἂν ὄρος. τὸ δὲ ὅμοιον πεποίηκε καὶ ἐν Ὀδυσσείᾳ “ναιετάω δʼ Ἰθάκην εὐδείελον, ἐν δʼ ὄρος αὐτῇ” (Od. 9 21)· κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης, οὐχ ὡς μὴ ὂν ἐπʼ αὐτῆς, καθάπερ καὶ τὸν Ὄλυμπον ἐπίγειον ὄντα τῆς γῆς· εἰ γὰρ ὁ αὐτὸς
τῷ οὐρανῷ ἡ μέρος ἐπουράνιον, οὐκ ἂν κοινὸς, ἀλλʼ ἴδιος τοῦ Διός.
δέος ἀγέτω· ἢ ὡς κακὸν ὄντα εἰς τὸν διὰ χειρῶν ἀγέτω πόλεμον· ἢ ὡς χερσὶν ὑπερέχων.
ἄρθρον ὀξυτονοῦμεν.
ἤπια οἶδεν” (Od. 13, 405).
οἱονεὶ μεταμεληθεὶς ἐπιφέρει ἀπειλήσω. ὅ τε Ποσειδῶν ἐπίσταται ὅτι οὐκ εἰς τέλος φείσεται τῆς πόλεως, ἀλλʼ ὅσον μόνον ἕνεκα τοῦ τιμῆσαι τὸν Ἀχιλλέα ἐπαμύνει τοῖς Τρωσίν. τά τε τῶν θεῶν ὀνόματα μετενήνοχέ τις ἀπὸ τῆς θεομαχίας (Il. 21) συναθροίσας τῶν ἐναντιουμένων τοῖς βαρβάροις θεοῖς, οὐκέτι ἐπιστήσας ὡς οὔτε τῷ
Ἑρμῇ οὔτε τῷ Ἡφαίστῳ ἔμελεν ἰδίᾳ τὰ τῆς πορθήσεως, ἀλλʼ ἕνεκα τῆς ἀντικαταστάσεως μόνον παρείληφεν αὐτούς.
ἐπεὶ ἀπὸ προσώπου ἐπὶ πρόσωπον ἡ ἀναφορὰ καὶ εἰς ἀπλῆν ἡ μετάληψις· ἀντὶ γὰρ τῆς αὐτῷ δισυλλάβου. ἄμεινον δὲ πείθεσθαι τοῖς περισπῶσι διὰ τὸ ἤδη διαστολὴν γεγενῆσθαι διὰ τῆς ἐμοί· τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν ἐμοὶ καὶ αὐτῷ ἔπλετο, ὥστε ἀπὸ κοινοῦ λαμβάνεσθαι τὸ ἔπλετο ῥῆμα. ὁμοίως δὲ καὶ ἐπʼ ἐκείνου κατʼ
ὀρθὸν τόνον ἀνέγνωμεν τὴν οἷ “Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ” (Od. 22, 213)· καὶ τὸ ἑξῆς ἐστὶ τοιοῦτον, μὴ πεισάτω σε Ὀδυσσεὺς ἡμῖν μάχεσθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἷ ὁπότε προηγεῖται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν, ὀρθοτονεῖσθαι
θέλει, εἴτε εἰς ἀπλῆν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύνθετον. διὸ μεμπτέον ἐκείνην τὴν ἀνάγνωσιν “ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσσῃ” (Od. 4, 667)· ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην ἀντιδιαστολὴν κατʼ ὀρθὸν τόνον ἀναγινώσκεσθαι.
γοῦν δίδωσιν.
αἴξ. ταύτην οἱ Τιτᾶνες ὁπότε θεάσαιντο, ἐφοβοῦντο. αὕτη δὲ τοὺς 30 31 32 33 34 ἑαυτῆς μαζοὺς ἐπέχουσα ἔτρεφε τὸ παιδίον. αὐξηθεὶς δὲ ὁ Ζεὺς μετέστησε τῆς βασιλείας τὸν πατέρα. πολεμούντων δὲ αὐτὸν τῶν Τιτάνων Θέμις συνεβούλευσε τῷ τῆς Ἀμαλθείας δέρματι σκεπαστηρίῳ χρήσασθαι· εἶναι γὰρ αὐτὴν ἀεὶ φόβητρον. πεισθεὶς δὲ ὁ Ζεὺς ἐποίησε καὶ τοὺς Τιτᾶνας ἐνίκησεν. ἐντεῦθεν αὐτόν φασιν
αἰγίοχον προσαγορευθῆναι.
τοσοῦτον ἔγειρε τὸν Ἕκτορα ἕως ἐπὶ τὰς ναῦς φύγωσι· μετὰ δὲ ταῦτα ἐγὼ βουλεύσομαι ὡς δεῖ τοὺς φεύγοντας ἀναπνεῦσαι. καὶ ἄκαιρος ἡ πρόρρησις, καὶ οὐ κεχαρισμένη τῷ Ἀπόλλωνι.
ἀλλʼ οἷον ἀναγνωρίζων. καὶ κατʼ ὀρθὸν τόνον ἀναγνωστέον, ἀμφὶ ἓ γινώσκων· ἔστι γὰρ εἰς ἑκάτερον ἑαυτοῦ μέρος σκοπῶν.
τόξα. μειδιάσας δὲ ὁ θεὸς ἔδωκεν αὐτῷ τὴν μαντικὴν ῥάβδον, ἀφʼ ἧς καὶ χρυσόρραπις ὁ Ἑρμῆς προσηγορεύθη, ἔλαβε δὲ παρʼ αὐτοῦ τὴν λύραν· ὅθεν καὶ χρυσάωρ ὠνομάσθη, ἀπὸ τοῦ τῆς κιθάρας ἀορτῆρος.
συντάττεσθαι, ἵνʼ ᾖ τὸν ἐπὶ φάτνῃ σύνδεσμον.
ἐν θαλάμῳ διατετριφότα ἀντιπαράκειται, ἥ τε κατὰ τὴν αἰφνίδιον ἐξόρμησιν ὁμοιότης. καὶ τὸ “κυδιόων, ὑψοῦ δὲ κάρη ἔχει” ἐφʼ Ἕκτορος τοῦ ἀρτίως ἑαυτὸν ἀνιστῶντος ἐκ τῆς λιποθυμίας οὐχ ἁρμόζει. τοὺς μέντοι προκειμένους τῶν ἠθετημένων δύο στίχους δεῖ μένειν, πρὸς σὓς καἰ ἡ ἀνταπόδοσις γίνεται.
159).
νώθησαν ἅπαντες, λιποψυχήσαντες τὴν σωτηρίαν παρὰ τοῖς ποσὶν εἶχρν.
κλίνεται, λέβητα Λάχητα· εἰ δʼ οὐχ οὕτως ἐκλίθη, δῆλον ὅτι περισπασθήσεται· ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου “Φυλείδην τε Μέγητα” (Il. 19, 239), ὅτε μὴ οὕτως ἔχει, περισπασθήσεται, ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου πρὸς αὐτοὺς πρῶτον μὲν
ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἀπλῶς τὰ εἰς ης, ἀλλὰ τὰ εἰς της λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν, ἐπεὶ τὰ πολλά ἐστι διχῶς κεκλιμένα. τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλάβως ἔκλινεν (“πέρσεν δὲ πόλιν θείοιο Μύνητος” Il. 19, 296), ὁ δὲ Σοφοκλῆς ἰσοσυλλάβως “Μύνου τʼ Ἐπιστρόφου τε.” μύκητα τε καὶ μύκην,
εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι, δῆλός ἐστιν Ἑκαταῖος οὕτως κλίνας. φησὶ γὰρ “καὶ ἐπαφήσας 43 44 45 46 47 48 τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην εὗρεν ἀποπεπτωκότα.” ὁ δὲ Ἄρατος (Dios. 244) περιττοσυλλάβως ἔκλινεν· “ἢ λύχνοιο μύκητες ἀγείρονται περὶ μύξαν.” καὶ μήποτε ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ· καὶ γὰρ ταῦτα διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷς ὁμοιον δύναται εἶναι καὶ τὸ Μέγης.
ὡς οἴεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων, σύνθετόν ἐστιν, ἀλλὰ παρασύνθετον, εἴρηται ἡμῖν ἐν τῷ περὶ τοῦ ἠριγένεια.
ὡς ἐπὶ πᾶν δὲ λευκόχροες οἱ παλαιοί.
ἥτις αἰτιατικὴν ἔχει τὴν ὦπα. ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείους ὡς κατέναντα, οἷς καὶ βέλτιον πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια κατὰ συγκοπὴν κατένωπα, ὡς μηρία μῆρα, σιτία σῖτα. ἔνεστι μέντοι βοηθῆσαι καὶ τῷ Ἀριστάρχῳ οὕτως, ὡς ἐνωπή ἡ πρόσοψις (“ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ Il. 5, 374), παρʼ ἥν ἐστιν αἰτιατικὴ
ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε μεταπλάσας, οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα προπερισπωμένως. ὑποστιγμὴ δὲ κατὰ τὸ 49 50 51 τέλος τοῦ στίχου καὶ σεῖσ’, τοῦ δέ περιττεύοντος, τοῖσι δὲ θυμόν.
καθολικῆς προσῳδίας.
αὐτῶν τὰ ᾑμαγμένα ὅπλα.
συγχεῖται δὲ τὸ δυϊκὸν κατὰ πλειόνων τασσόμενον.
(454).
ἀγνοοῦσι δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται, ἠώς ἤϊα. ταύτῃ καὶ τὸ “ἥτε ξείνων θέμις ἐστί” (Od. 9, 268) δασύνεται, τὸ δὲ ἠΰτε ψιλοῦται· καὶ τὸ ἕως δασύνεται, τὸ δὲ ἠώς ψιλοῦται· καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ ἠέλιος ἐψιλώθη. ὥστε εἴτε ἐκ τοῦ ἥϊος δασυνομένου ἐστὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνως
ψιλωτέον.
ἀλλὰ κατʼ αὐτῶν ἐγένετο.
τὰ ἅρματα ἐπὶ τῶν δίφρων, ἵνʼ ᾖ ἀπʼ ἴσου. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ εἰσελάσαντες πρὸς τὸ σαφέστερον.
(677), ἵνα εἶδος δόρατος νοηθῇ ἐν διαφόρῳ μεγέθει.
(Il. 13, 115). τὸ ε ἔχει κατὰ τὴν παραλήγουσαν.
τέχνην.
δὲ περὶ μιᾶς νηὸς ἔχον πόνον.”
ὅτι ἀπόδειξις τοῦ συνεσταλμένως ἐκφέρειν τὸ κατέκτα· καὶ ἐν Ὀδυσσείᾳ (11, 409) “ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ.”
νῶϊν καὶ νῶϊ.
τοξικὴν τέχνην.
νῦν, οὐχ ἁρμόζει· οὐ γὰρ Ἕκτορι χαριζόμενος, ἀλλʼ ἑαυτῷ καὶ πατρί. καὶ τὰ τῆς πληγῆς ἀνακόλουθα· πῶς γὰρ ὁ ἀντίον ἡνιοχῶν ἐπὶ τὰ ὄπισθε κατὰ τὸν αὐχένα τύπτεται; ὕστερον δὲ ἐν τοῖς περὶ τοῦ ναυστάθμου 58 23. αὐτὴ Lehrsius] αὕτη 59 ἀπολογεῖται· τὸν γὰρ ἡνίοχόν φησιν ἀπεστράφθαι πρὸς τὸ πεδίον καὶ τοὺς ἵππους, τὸν δὲ παραιβάτην πρὸς τὰς ναῦς ἐπὶ τοῦ δίφρου, ἵνα ἀπὸ τοῦ ἴσου γένηται ἡ μάχη. ἔστι δὲ καὶ ἀλλαγὴν πτώσεως νοῆσαι, ἀντὶ τοῦ αὐχένος ὄπισθεν.
γεγραμμένον, καὶ ἔχει τινὰ ἐπίτασιν.
ἔχον κόρυθας χαλκήρεας” (Il. 13, 714).
πίπτειν ἡ ὀξεῖ διὸ ἐπὶ τὴν δευτέραν ἀπὸ τῆς ἀρχούσης μετέστη.
χώραν κλήρῳ αὐτὴν διενέμοντο.
τὰς καησομένας ναῦς, ἢ καὶ ἐλπίζετε ἐμβάντες ἐπὶ τὴν θάλασσαν ἀφίξεσθαι ἐπὶ τὰς πατρίδας, ὅ ἐστι βάδην ἐπὶ τῆς θαλάσσης πορευόμενοι.
περὶ ἓν μέρος, πρότερον δὲ τὸ ἠὲ βιῶναι· ὁ γὰρ λόγος, βέλτιον καθʼ ἕνα χρόνον συντόμως ἀπολέσθαι ἢ πολὺν χρόνον φθείρεσθαι· τὸ γὰρ στρεύγεσθαί ἐστι στραγγίζεσθαι κατʼ ὀλίγον ἐκλείποντας.
καταπονεῖσθαι.
μὲν Ἰφίτου πατρὸς, οὕτος δὲ Περιμήδους. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ Πυλαιμένους.
ἀκρότατον.
Μελάνιππος ἀνεψιὸς ἦν Ἕκτορος. ἀνεψιοὶ δέ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ὥσπερ Αἴας καὶ Ἀχιλλεὺς, ὁ μὲν Τελαμῶνος, ὁ δὲ Πηλέως.
66
φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν ἀμφί οἱ αὐτῷ.
ἀντὶ τοῦ ἐῴκει.
οὐ δεόντως ὁ Τυραννίων προπαροξύνει.
“τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν Ἕκτορα Πριαμίδην” (603)· πρὸς τί οὖν παλιλλογεῖται “ Ἕκτοπος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ;”
δὲ καὶ τὸ τῆς συναλοιφῆς ὅτι ψιλοῦται· “τὸν μέν τʼ ἠλίβατος 67 68 69 70 πέτρη” (273). οἱ μέντοι δασύνοντες ἐτυμολογοῦσι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖσαν μόνῳ· οὐκ ἐπείσθη δὲ ἡ παράδοσις, ὡς πρόδηλον ἐγένετο ἐκ τῆς συναλοιφῆς.
ὅς Δαναοί. αἴρεται δὲ τὸ κινοῦν τὴν ἔμφασιν τῆς ἐμμόνου στάσεως· μένον γὰρ ἔμπεδον, φησὶν, ὡς πέτρα ἐναρηρυῖα τῷ πεδίῳ.
μὲν καὶ λεῖον τὸν ὅρπηκα ποιεῖ, ἀσθενῆ δὲ καὶ μαλακὸν καὶ ἀγύμναστον ἀναδίδωσιν· οἷς δὲ προσπίπτει τραχὺς ἀὴρ καὶ ἀνεμώδης, ταῦτα ταῖς τῶν πνευμάτων τριβόμενα πληγαῖς εὔτονον καὶ δύσθραυστον ἔχει τὴν στερρότητα, ὥς φησι Πλούταρχος ἐν μελέταις Ὁμηρικαῖς.
ἀφρῶδες.
καί σύνδεσμος ἀντὶ τοῦ κεῖται διαζευκτικοῦ, ὡς τὸ “μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ” (Il. 21, 339). ἢ οὕτως, ποτὲ μὲν πρώταις, ποτὲ δὲ ὑστέραις. ὅπερ ἄμεινον, ἵνʼ ᾖ ταῖς πρώταις καὶ ὑστάταις.
δὲ τὸ οἴχνεσκε κρεμάμενον. καὶ νῦν δὲ ἀγγελίης ἀντὶ τοῦ ἄγγελος.
μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες” (494). πῶς δὲ καὶ ἔφυγον σκότους ὄντος; ἥ τε Ἀθηνᾶ οὐ πάρεστι διὰ τὴν τοῦ Διὸς ἀπειλήν.
ἴκρια οἱ μὲν τὰ καταστρώματα, οἱ δὲ τὰ κατὰ πρῷραν καὶ πρύμναν ὡς σανιδώματα. ἢ τὰ ἐξέχοντα ἄκρα. ἢ τὰς καταγωγάς.
θυμὸν ἀΐσθων”(Il. 16, 468).
ὡς τὸ τρισκαιδέκατος, ὥστε καὶ τὸ θηλυκὸν τρισκαιδεκάτη.
γενικήν· ἀντὶ γὰρ τοῦ ἱππεύειν. κακῶς οὖν ὅσοι διαστέλλουσι· καὶ γὰρ ἐλέγχονται ἐκ τῆς τοῦ τ μόνης ἑνότητος.
ἐπεκράτησεν· καὶ τὰς γεράνους γάρ φησι καὶ τὰς χῆνας.
τις ἄν.
καθʼ αὑτό· μᾶλλον γὰρ ἐμφαίνει τὸ ἀσύνδετον.
Ἀστύαλος· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα “πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ” (Od. 1, 395) “ἀγχίαλόν τʼ Ἀντρῶνα” (Il. 2. 697), ὕφαλος. ὥστε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ ὠκύαλος ψιλούμενον.
σύνθετον ἦν, ἐγένετο ἄν· νῦν δὲ ὡς ἐν τοῖς ἄνω εἶπεν, παραγωγὴν ἔλαβε τῆς αλος κατὰ παρολκὴν κειμένης. Διονύσιος δὲ ὁ Ἁλικαρνασσεὺς ἐν τετάρτῳ Ἀττικῶν ὀνομάτων οὕτως ἔφη· φίλιππος μὲν τῆς μέσης δασυνομένης τὸ προσηγορικόν· οὕτως γὰρ καὶ ἐν Τηρεῖ Σοφοκλέους ἀναγινώσκομεν “ἥλιε φιλίπποις Θρῃξὶ πρέσβιστον σέλας.”
Φίλιπποςδὲ ψιλῶς ὁ Μακεδών. καὶ ὠκύαλος μὲν δασέως ἡ ναῦς, ψιλῶς δὲ ὁ ἀνήρ· “ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος” (Od. 8, 111). ἐναντίως δὲ ὁ Ἡρωδιανός.
ἄϊξ, ἥτις ἐν συνθέσει ἐστὶ καὶ παῤ αὐτῷ· “πολυάϊξ γυῖα δʼ ἔθηκεν” (Il. 5, 811) καὶ “πολυάικος πολέμοιο (Il. 1, 165) καὶ “κορυθάϊκι πολεμιστῇ” (Il. 22, 132). καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἄϊξ εὐθεῖαν τὴν πληθυντικὴν αἰτιατικὴν σχηματίζοιμεν, ὀφείλομεν κατὰ συστολὴν ἀναγινώσκειν, ὅπερ οὐχ οὕτως ἔχει· δῆλον γὰρ ἐκ τοῦ μέτρον.
χρὴ μέντοι ἐκεῖνο ἐπιστῆσαι, ὡς τὰ εἰς κη λήγοντα ὑπὲρ δύο συλλαβὰς, τῷ ι παραληγόμενα, φιλεῖ βαρύνεσθαι, ὡς ἔχει τὸ ἑλίκη ἐρίκη μυρίκη φοινίκη. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε, τῶν ἄλλων οὐχ οὕτως ἐχόντων.
76 ἰδιότης τῆς μάχης οὐ σώζεται· ξίφεσι μὲν γὰρ καὶ ἔγχεσι πάντοτε μάχονται, νῦν δὲ πελέκεσι καὶ ἀξίναις. ὁ δὲ Διονύσιος, πῶς οὖν ἐπιφέρει “πολλὰ δὲ φάσγανα ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον,” εἰ μὴ εἶχον ξίφη;
μάχην χαμάδις ἔπιπτον, ἀλλὰ τῶν ὤμων κοπτομένων τοῖς πελέκεσι καὶ τῶν καρπῶν σὺν τοῖς ξίφεσιν.
εἴρηται δὲ κατʼ ἀντίφρασιν· εὔθλαστον γὰρ ὑπάρχει.
ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν.” πρόδηλον κἀκ τῶν προστακτικῶν ἀνώγετον, ἀνωγέτω· “ἄνωχθι δέ μιν γαμέεσθαι” (Od. 2, 113). διὸ καὶ βαρυτόνως ἀναγνωστέον.
διαβάθραν ἀπὸ νεὼς εἰς νῆα.
πολέμοιο, οἷον ἐν τῷ δόρατι, οὐκ ἐν προσηνείᾳ οὐδʼ ἐν ἀργίᾳ κεῖται ἡ τοῦ πολέμου σωτηρία. Διονύσιος δὲ ὁ Θρᾷξ κατʼ εὐθεῖαν πτῶσιν, ἀκόλουθόν ἐστι στίζειν ἐπὶ τὸ φόως τελείᾳ στιγμῇ· καὶ ἔσται καθʼ ἑαυτὸ ἑκάτερον ἡμιστίχιον. ὁ δὲ λόγος, διόπερ ἐν χερσὶν ἡ σωτηρία, προσήνεια δὲ οὐκ ἔστι πολέμου οἰκεία.
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.