ΕΙΣ ΤΗΝ Π.
σελὶς καλεῖται καὶ καθέδρα τοῦ ἐρέτου ἐστί. σέλμα εὔσελμος ὡς σῶμα εὔσωμος. γέγονε δὲ παρὰ τὸ κέλλω, ὃ σημαίνει τὸ ὁρμῶ. καὶ σέλμος ὁ μεθʼ ὁρμῆς ῥιπτούμενος λίθος.
ἀκτῖσι καταυγάζεται.
κυνηγούντων ἔφυγεν εἰς Σαλαμῖνα, καὶ γήμας Περίβοιαν τὴν Ἀλκάθου ἐγέννησεν Αἴαντα. Μενοίτιος δὲ ἀποικήσας εἰς Ὀποῦντα Πάτροκλον ἐτέκνωσεν· ὁ δὲ ἀποκτείνας καὶ αὐτὸς ἀκουσίως Ἀμφιδάμαντος παῖδα Κλεισώνυμον ἔπεμπε πρὸς Πηλέα τὸν Χείρωνος θεῖον, ὃς αὐτὸν μετʼ Ἀχιλλέως ἔθρεψεν. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ.
ἦσαν, οἱ δὲ οὐτασμένοι.
ἠγωνία.
εἰς τὸ Πήλιον ὄρος τρέφειν παρέδωκε Χείρωνι. ὁ δὲ λεόντων καὶ ἄρκτων μυελοῖς τρέφων ἐκάλεσεν Ἀχιλλέα· διδάξας δὲ τὴν ἰατρικὴν τέχνην καὶ λυρικὴν καὶ μουσικὴν ἀπέδωκε τῷ πατρί. ἀγανακτήσασα δὲ Θέτις καὶ καταλιποῦσα τὸν Πηλέα ἐχωρίσθη εἰς θάλασσαν· στρατευομένῳ δὲ ἐπὶ Ἴλιον τῷ Ἀχιλλεῖ
προεῖπεν ὅτι πολεμῶν μὲν Τρωσὶ ζωὴν ὀλιγοχρόνιον κτήσεται, πλείστην δὲ τὴν δόξαν, ἀπεχόμενος δὲ. τῆς μάχης ἄδοξον μὲν βίον, πολυχρόνιον δὲ διάξει. ἃ μαθὼν ὁ Ἀχιλλεὺς, δόξαν αἰώνιον ζωῆς προσκαίρου προκρίνας, ἐστράτευσεν. ἡ ἱστορία παρὰ Λυκόφρονι.
τοῦ σκω παραγωγῆς σπάνιόν ἐστι δίφθογγον εὑρεθῆναι, ὅτι μὴ τὴν ἅν. ταύτῃ οὖν μοι δοκεῖ ἀπὸ τοῦ εἴδῶ εἶναι ὁ μέλλων εἴσω· καὶ ἄμα τῇ ἐπενθέσει τοῦ κ ἐίσκω γεγενῆσθαι κατὰ τὴν διαίρεσιν, ἵνα μὴ δίφθογγος γένηται, καὶ ἀποβολῇ τοῦ ε ἴσκω. οὕτως οὖν καὶ τὸ ἴσκοντες ὀφείλομεν κατὰ ἀποβολὴν τοῦ ε ἀναγινώσκειν· οὐ γὰρ
μέτρον κωλύει.
τοῦ 8, φλεβοτμής, ἀβλής, προβλής. οὕτως ἀκμής.
νήπιος.
ἦεν ἀέθλων καὶ μετὰ οἷσι φίλοισιν.”
θάνατον λίσσεσθαι. δοκεῖ δέ μοι ἡ πλείων παράδοσις παροξύνειν οὐκ ἀπιθάνως. ὅνπερ γὰρ τρόπον ἐν ἑτέροις διαλαμβάνων περὶ τοῦ 10 11 12 13 “μεταλλῆσαι καὶ ἔρεσθαι” (Od. 3, 69), ἀξιούντων πάντων τὸ ἐρέσθαι ὁμοίως τῷ πυθέσθαι, ἐπειδήπερ μέσος δεύτερος ἀόριστός. ἐστιν, ἀπεφηνάμην ὡς ἡ παράδοσις τρίτην ἀπὸ τέλους ἐποίησε τὴν ὀξεῖαν, οὐ τῷ σημαινομένῳ πεισθεῖσα, ἀλλὰ τῷ χαρακτῆρι τῆς φωνῆς, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαρωξύνετο, ὄντα ἐνεστῶτος,
οἷον φέρεσθαι δέρεσθαι, ἃ εἶχε τὴν ρε συλλαβὴν πρὸ τέλους, τῆς ἀρχούσης συλλαβῆς εἰς τὸ ε ληγούσης. οὕτως καὶ τὸ ἐρεσθαι ἀναδεξάμενον τὸν αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ λόγῳ τοῦ ἀορίστου, τῇ δὲ ὁμοιότητι τῆς φωνῆς. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ προκειμένου. ὀφείλει γὰρ τὸ λιτέσθαι προπαροξύνεσθαι· τοῦτο γὰρ αἰτεῖ καὶ τὸ
νοητὸν καὶ ὁ σχηματισμὸς, παρὰ τὸ λίτομαι. ἀλλʼ ἐπεὶ τὰ εἰς σθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ, παρωξύνετο, ὥσπερ ἔχει τὸ λιπέσθαι πιθέσθαι ἰδέσθαι ἱκέσθαι, οὕτως καὶ τὸ
λιτέσθαι παρώξυνεν ἡ παράδοσις, οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος πεισθεῖσα, τῷ δὲ τοῦ χαρακτῆρος. παρεκτέταται τὸ κεφάλαιον τῷ Ἡρωδιαῷ.
προσδοτέον, ἵνα τὸ προβεβήκει στίζωμεν, ἢ τοῖς ἑξῆς, ἵνα τὸ μὲν ἱκάνει στίζωμεν, τὸ δὲ προβεβήκει ὑποστίζωμεν.
κατὰ τὸ ἐνεργητικὸν, ἀντὶ τοῦ ἐκτησάμην. καὶ ἐν Ὀδυσσείᾳ (2, 102) “πολλὰ κτεατίσσας” ἀντὶ τοῦ κτησάμενος.
συντιθέμενα, εἰς ης λήγοντα, ἀρσενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδος εὐειδής, βάθος “ἀγχιβαθὴς δὲ θάλασσα” (Od. 5, 413). τὸ η παρῃτησάμην διὰ τὸ μῆκος εὐμήκης, τὴν δισυλλαβίαν διὰ τὸ 14 15 16 17 εὐμεγέθης, τῶν παρὰ τὸ ἔτος ὑπεξαιρουμένων· “ὅτριχας” γὰρ “οἰέτεας” ἀνέγνωμεν (II. 2, 765)· μόνως οὖν εὐτειχής καὶ εὐτειχέα. δευτέρῳ λόγῳ, ὅσοις κυρίοις εἰς ης λήγουσι βαρυτόνοις συνθέτοις παράκειται ἐπιθετικὰ ὀξυνόμενα, Διογένης—αὐτὰρ ὁ διογενής, Πολυνείκης—ἀλλὰ πολυνεικὴς δʼ Ἑλένα, Παγκράτης—παγκρατὴς
ἀλήθεια, Εὐρυσθένης -ὁ πλοῦτος εὐρυσθενής. εἰ δὴ Εὐτείχης ὄνομα κύριον παρὰ Ἀλκμᾶνι, ὀξύνεται τὸ ἐπιθετικόν. πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάσις; δώσομεν ἀφορμήν. τὰ εἰς ος λήγοντα οὐδέτερα συντιθέμενα ἀπʼ εὐθείας συντίθεται, ξίφος ἄξιφος· μόνον τὸ τεῖχος καὶ ἀπὸ γενικῆς, τείχεος εὐτείχεος, ἀφʼ οὗ τὸ “δῷσι
πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι” (Il. 1, 129). μεταπλασμὸς εὐτείχεα, ὡς πυργοκέρατον πυργοκέρατα. πάθος παρέλαβον, ἵνα βοηθήσω τῇ τετριμμένῃ τάσει.
γεῖοι· στικτέον δὲ ἐπὶ τὸ θάρ συνος.
εἰς αὐτὸν ἀπερρίφει μετὰ τὴν πρεσβείαν· λέγει γὰρ μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα” (Il. 9, 698).
ἐπικρατέως. τάχα δʼ ἂν εἰ στίζοιμεν τελείᾳ, ἐμφατικώτερα ἔσται τὰ ἑξῆς καθʼ ἑαυτὰ λεγόμενα.
καὶ ὑποστίζωμεν ἐπὶ τὸ πόρωσιν. ὃ καὶ βέλτιον· καλῶς γὰρ ἔχει πρώτην μὲν τὴν ἐντολὴν λέγεσθαι, πείσθητί ὡς ἐγώ σοι λέγω, ἔπειτα αὐτὸ τὸ πρᾶγμα προφέρεσθαι· ἵνα δόξαν τε καὶ τιμὴν παρʼ Ἕλλησι ποιήσειας, ἀπελάσας τοὺς Τρῶας ὑπόστρεφε.
ἐγκλιτέον.
ἡ ἀμείνων ἀνάγνωσις· κεῖται γὰρ καὶ ὁ δέ ἀντὶ τοῦ γάρ.
καὶ τῇ διανοίᾳ.
ὁμοίως τῷ “θοῶς ζευγνύμεν ἄνωγεν” (145). καὶ δῆλον ὅτι λείπει τὸ γένοιτο.
βούλεται γὰρ λέγειν καὶ τὰ φάλαρα καναχὴν εἶχεν.
ἀπήραξε κατὰ συμπέρασμα, ἐστιν ἀπέθραυσεν, πῶς ἐπιφέρει “τῆλε δʼ ἀπʼ αὐτοῦ αἰχμὴ χαλκείη χαμάδις,” ὡς πρότερον μὴ ἀποκεκομμένου, ἀλλʼ ὅτε διέσεισεν ὁ Αἴας ἀποπεπτωκότος) ὁ μὲν οὖν Ἀρίσταρχος τὸ συμπέρασμα λέγει προειρῆσθαι, εἶτα κατὰ μέρος ἐπηκριβῶσθαι, ὡς εἴ τις λέγοι “ὅδε τις τόνδε εἰς τὰ σπλάγχνα
δόρατι παίσας ἀπέκτεινεν· ἐκσπασθέντος δὲ τοῦ δόρατος ἀπέθανεν” ὡς ἐγένετο ὕστερον ἐπιδιηγούμενος. οὕτως ἀπάραξε καὶ κόλον δόρυ λέγει κατὰ συμπέρασμα· ὡς δὲ ἀπέπεσεν ὕστερον ἡ αἰχμὴ διακραδναθέντος τοῦ δόρατος, ἐπεξηγεῖται. φαίνεται γὰρ ὁ Αἴας μικροῦ τινὸς ἔτι διακρατοῦντος τὴν ἐπιδορατίδα πειράζων κραδᾶναι, ἀποπεσούσης
δὲ ταύτης παντελῶς ἀπεγνωκέναι ὅτι ἠχρείωται τὸ δόρυ. διὸ καὶ τὸ αὕτως πρόσκειται, ὅτι κατὰ κενὸν ἐκράδανεν, οὐ δυνάμενος αὐτῷ χρῆσθαι. τινὲς δὲ καὶ τὸν δέ ἀντὶ τοῦ γάρ λαμβάνουσιν· τῆλε γὰρ ἀπʼ αὐτοῦ.
μᾶλλον· οὕτως γὰρ εἴωθε λέγειν· “ἄσβεστος δʼ ἄῤ ἐνῶρτο γέλως” (II. 1, 599). τὸ δὲ σβεστή ἀνέμφατον. καὶ τὸ σχῆμα Ὁμηρικὸν, ἀσβέστη, καθάπερ “ῥεῖα δʼ ἀριγνώτη πέλεται” (Od. 6, 108) ἀντὶ τοῦ ἀρίγνωτος.
33 ἐκδεχομενος τοῦ “ἄσβεστος δʼ ἄῤ ἐνῶρτο γέλως,” ὑγιῶς πάνυ· οὕτω γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφασις τοῦ δηλουμένου, καὶ πολὺς ὁ τοιοῦτος σχηματισμὸς Ὁμηρικός.
Βρισηΐδα” (Il. 1, 184 “ἦ μέγα πένθος Ἀχαιίδα γαῖαν ἱκάνει” (Il. 7, 124). οὕτως καὶ τὸ ἐρύουσιν ἔχει. οὕτως δὲ καὶ Ἀρίσταρχος.
γὰρ τὸν Πηλέως καὶ Θέτιδος γάμον οἱ θεοὶ συναχθέντες εἰς τὸ Πήλιον ἐπʼ εὐωχίᾳ ἐκόμιζον Πηλεῖ δῶρα, Χείρων δὲ μελίαν εὐθαλῆ τεμὼν εἰς δόρυ παρέσχεν. φασὶ μὲν Ἀθηνᾶν ξέσαι αὐτὸ, Ἥφαιστον δὲ κατασκευάσαι. τούτῳ δὲ τῷ δόρατι καὶ Πηλεὺς ἐν ταῖς μάχαις ἠρίστευσε καὶ μετὰ ταῦτα Ἀχιλλεύς. ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια
ποιήσαντι.
ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐν οὐρανῷ, δένδρον δὲ οὐράνιον λέγειν καταγελαστότατον ἦν, διὰ τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν 34 35 Πάτροκλον φέροντα, ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆς Ἡφαίστου δημιουργίας, μόνον δὲ τὸ δόρυ ἐάσαντα, ἵνα σωθῇ καταλειπόμενον· τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἥφαιστος κατεσκεύασε πιθανῶς διὰ τὸ τὴν ὕλην αὐτοῦ μὴ οὐράνιον, ἀλλʼ ἔγγειον καὶ Πηλιῶτιν εἶναι.
ἁρπακτικαὶ, ὧν τὰ ὀνόματα Ἀελλὼ, Ὠκυπέτη, Ποδάργη. τινὲς δέ φασιν Ἅρπυια ποδάργη, ἵνʼ ᾖ ὄνομα φορβάδος λευκοὺς πόδας ἐχούσης.
ἵνʼ ᾖ ποδώκης. ἔστι δὲ τὸ κύριον ὄνομα Ποδάργη. σαφὲς δὲ ἐκ τούτων (Il. 19, 400) “Ξάνθε τε καὶ Βαλίε, τηλεκλυτὰ τέκνα Ποδάργης.”
ὠνοματοπεποίηται δὲ ἡ λέξις ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῇ πόσει τῶν κυνῶν καὶ τῶν λύκων.
τὸ ὕδωρ.
τοῦ αἵματος.
ἀδελφὴν Ἀχιλλέως· οὐκ ἔστι δὲ καθʼ Ὅμηρον διαβεβαιώσασθαι. πιθανώτερον οὖν ὁμωνυμίαν εἶναι, ὥσπερ καὶ ἐπʼ ἄλλων, ἐπεὶ προσέθηκεν ἂν τεκμήριον τῆς πρὸς Ἀχιλλέα συγγενείας.
δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, ἄλλοι δὲ ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος.
εὐθείας οὖσα τῆς υἱεύς, ὁμοίως τῷ “υἱεῖ ἐμʼ ὠκυμόρῳ” (Il.18, 458).
καλλίχορος, διαπρέπουσα ἐν τῷ χορεύειν.
εἶρος ἔχουσα” (Od. 4, 135), καὶ τὸ ὑπὲρ τὸ ἱστίον, ὅταν λέγῃ “κάδδʼ αὐτοῦ λίνα χεῦον ὑπʼ ἠλάκατα τανύσαντες.”
ἀντὶ τοῦ ἀκακήτης, ὡς κυανοχαῖτα ἀντὶ τοῦ κυανοχαίτης. καὶ οὐκ ἀπὸ τοῦ ἐν Ἀρκαδίᾳ ἄντρου Ἀκακησίου προσηγόρευται καθʼ Ὅμηρον ὁ Ἑρμῆς Ἀκακήσιος, ἀλλὰ διὰ τὸ κακοῦ μηδενὸς παραίτιος γίνεσθαι. ἢ ὁ μὴ δυνάμενος κακωθῆναι ὑπὸ ἑτέρου· ὅθεν καὶ δοτὴρ ἑάων, ὅ ἐστι τῶν ἀγαθῶν.
εἴρηται· ἐπὶ δὲ τῶν ἄλλων οὐκέτι.
οὐ γάλακτι, ἀλλὰ χολῇ.
Ερμείας τὸ ἅμα λέγει ἐγκεῖσθαι. οὕτω δὲ δώσει καὶ διὰ τοῦ θ τὴν γραφὴν, οὐκ ἔχουσαν οὕτως.
θυμόν.”
Πηλεῖ. ἐκπέμπει γοῦν ἐπὶ τὸν πόλεμον Ἀχιλλέα, καί φησιν (Il. 18, 59) “τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα δόμον Πηλήιον εἴσω” ὡς ἂν ἐπὶ τοῦ οἴκου μένουσα.
δὲ, ὅτι πάγοις καὶ κρυμοῖς ὑπὸ τοῦ οὐρανοῦ συνέχεται. τίς δέ ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς λόγος, καὶ τῶν τόπων ἐξ ὧν αὐτὸν 45 46 ἐπικαλεῖται οὕτως; Δευκαλίων μετὰ τὸν ἐπʼ αὐτοῦ γενόμενον κατακλυσμὸν παραγενόμενος εἰς τὴν Ἤπειρον ἐμαντεύετο ἐπὶ τῇ δρυΐ. πελειάδος δὲ χρησμὸν αὐτῷ δούσης κατοικίζει τὸν τόπον, συναθροίσας τοὺς περιλειφθέντας ἀπὸ τοῦ κατακλυσμοῦ, καὶ ἀπὸ τοῦ Διὸς καὶ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων Δωδώνην τὴν χώραν προσηγόρευσεν.
ἡ ἱστορία παρὰ Θρασυβούλω καὶ Ἀκεστοδώρῳ.
φασὶ τὴν περιστερὰν πρώτην καταδεῖξαι τὸ μαντεῖον.
Εὐβούλου “εὔχρων τι κιλλὸν μανθάνεις θερίστριον ’), πολλός, κυλλός, Ἑλλός ἢ Σελλός (“ἀμφὶ δὲ Σελλοί”), σκελλός, φελλός τὸ προσηγορικόν. τὸ δὲ Τάλλος καὶ ἄλλος τὸ α ἔχει πρὸ τοῦ λ· ἔτι δὲ τὸ ἄλλος καὶ ὡς ἐπιμεριζόμενον βαρύνεται.
Ἑλλοὺς ἐξεδέξαντο. δεῖ δὲ νοεῖν ὡς ἔστιν ἐκ πλήρους Σελλοί· καὶ γὰρ ὁ συνορίζων τοῖς τόποις ποταμὸς Σελλήεις, ἀφʼ οὗ εἰκὸς τοὺς παροίκους Σελλοὺς καλεῖσθαι.
ἀσχολουμένους καὶ τὰς μαντείας τὰς γινομένας ὑπὸ τῶν ἱερέων ἐκφέροντας.
τινος ἔθους ἐπὶ τιμῇ τοῦ θεοῦ ποιοῦντες· ἔνιοι γὰρ καὶ λουτρῶν ἀπέχονται καὶ τῆς τοιαύτης ἐπιμελείας. τινὲς δὲ αὐτοὺς διὰ τοῦτο λέγουσιν ἀνιπτόποδας, ὅτι οὐκ ἐξίασιν ἔξω τοῦ ἱεροῦ· διὸ οὔτε 47 ἀπολούεσθαι ἀνάγκην ἔχουσιν. Ἄνδρων δὲ ἐν ἱστορίαις φησὶν οὕτως κληθῆναι, ἐπεὶ φιλοπόλεμοι ὄντες οὕτως ἑαυτοὺς ἐσκληραγώγουν. Ἀλέξανδρος δέ φησιν ὁ Πλευρώνιος ἔθνος εἶναι τοὺς Ἑλλοὺς ἀπόγονον Τυρρηνῶν, καὶ διὰ πατρῷον ἔθος οὕτω τὸν Δία θρησκεύειν.
κακώσεως εὐχόμενος, οὐδὲ κατʼ εὐχὴν τετίμηται, ἀλλὰ διὰ τὰς τῆς Θέτιδος λιτάς. διὸ ἀθετητέον τὸν ἑξῆς τίμησας μὲν ἐμέ· καθολικῶς γὰρ λέγει, καὶ οὐκ εἰς ἀφωρισμένον ἀναφέρει καιρὸν τὸν τῆς μήνιδος.
ἀθέτησιν, ὁ δὲ ἀστερίσκος, ὅτι ἐκ τῆς τοῦ Χρύσου εὐχῆς (Il. 1, 454) μετενήνεκται.
ἔξει τὸ ἐπιστέαται τῷ ἐπίστανται, ὅπερ οὐ συμφωνεῖ. ἔστιν οὖν ἀντὶ τοῦ ἐπίστατοι, καὶ μετείληπται τὸ α εἰς τὸ η.
περισπᾶται τὸ πᾶσι, σὺν τεύχεσι πᾶσι καὶ τοῖς ἑταίροις. ἔστι μέντοι καὶ σύνθετόν ποτε, καὶ τρίτη ἀπὸ τέλους ἔσται ἡ ὀξεῖα ἀπʼ εὐθείας τῆς σύμπαντες καὶ αἰτιατικῆς τῆς σύμπαντας· “τοῖς δʼ οὔτι δυνήσεαι ἀχνύμενος·” καὶ οὕτως ἀνεγνώσθη τὸ “σύμπασι Πυλίοισι” (Od. 3, 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ
τοῦ μ ἐστὶ, ἐπεὶ κατὰ σύνθεσιν, ἐν δὲ τῷ “τεύχεσί τε ξὺν πᾶσι” φυλάξει τὸ ν ἑαυτῆς ἡ πρόθεσις διὰ τὴν παράθεσιν.
στερον εἵρηται.
πᾶς δῆμος” (Il. 20, 166).
ἐλπομένων.
ὥς τινες.
ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν, ὡς τὰ εἰς ις ἐπιρρήματα δισύλλαβα βαρύνεται, ὡς ἔχει τὸ ἄνις ἅλις μόγις ἄχρις αὖθις. ὀξύνεται δὲ τὸ χωρίς καὶ ἀμφίς, διότι μακρὰν ἔσχεν ἤτοι φύσει ἢ θέσει. τὰ μέντοι βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην, ἥτις ἐδύνατο σχεδὸν βραχεῖα εἶναι. διὸ ἐμάχετο τὸ αὖθις βαρυνόμενον.
δοκεῖ δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶς ἐλέγετο κατὰ τὸ τέλος, αὖθις αὖθι αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο καὶ ἐπὶ τοῦ πέρυσι βαρυνομένου.
γὰρ ἀντὶ τοῦ ὡς τὼ μὲν ὑπὸ δοιῶν κασιγνήτων δαμέντε.
τὰς πληγάς.
ματος καὶ τῶν ῥινῶν χανὼν ἀπεφύσησεν.
αἶγες” (Od. 9, 184). πρόβατα γὰρ πάντα ἐκάλουν τὰ θρέμματα οἱ παλαιοὶ, καὶ Εὔπολις προβατικὸν χορόν φησι τὸν ἐξ αἰγῶν.
τικόν ἐστι.
εἰς τὸ μὴ πληγῆναι.
καὶ γὰρ ἀπὸ τῶν ὀρῶν λέγει τὰ συνεστῶτα νέφη μεταχωρεῖν· “ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσῃ πυκινὸν νέφος” (297). τοιγαροῦν καὶ ὅταν λέγῃ “ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμποιο νέφος ἔρχεται,” ἀπὸ ὄρους σημαίνει.
τάχα οὖν συγχεῖται ὁ ἀὴρ πρὸς τὸν αἰθέρα, ὡς καὶ ἐν τῇ (54) “αἵματι μυδαλέας ἐξ αἰθέρος” καὶ “Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέεσσιν” (Il. 15, 192)· οὐ γὰρ αἱ νεφέλαι ἐν τῷ αἰθέρι.
μένει· ἀέρος γὰρ πάθη ταῦτα. τάχα οὖν κεῖται ὁ αἰθὴρ ἀντὶ τοῦ ἀέρος.
ἑκάστοτε τὰ σύνθετα μεταβάλλει παρὰ τοῖς ἴωσιν.
ἀμφίβολος οὖν ἐφʼ ἑκατέρων ὁ τόνος· εἰ γὰρ τοῖς ἐνταῦθα εἰρημένοις πεισθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκείνοις, τοῦτο πάλιν ἀντίκειται.
ἵνα μὴ ἀποτρώγωσιν οἱ ἰχθύες τὸ λίνον.
μὴ ἐζωσμένους.
εἰς ν, κεκλήγων. ἔθος δὲ τῷ ποιητῇ οὕτω σχηματίζειν.
ἔμπροσθεν (Il. 15, 79) ἐπὶ τὸν Ὄλυμπον παρακεχωρηκυῖα νῦν ἐπὶ τῆς Ἴδης ἐστίν.
θείς δοκεῖ διὰ τούτων συγχεῖσθαι ἡ διαφορὰ τοῦ βαλεῖν καὶ οὐτάσαι· βέβληται γὰρ ὁ Πήδασος. καὶ μή ποτε γραφή τις ἐφέρετο, διʼ ἧς τὸ τῆς λέξεως σύνηθες ἐφύλασσεν Ὅμηρος· οὐ γὰρ ἂν αὐτὸ ἀπαραμύθητον ὁ Ἀρίσταρχος ἀφῆκεν. ἐν τοίνυν τῇ Φιλήμονος οὕτως ἐφέρετο ὁ δὲ Πήδασον ἤλασεν ἵππον· ἔστι γὰρ ὅτε ἐπὶ τῆς πληγῆς
τὸ ἤλασεν κεῖται, ὡς ἐπὶ τοῦ Ἀρήτου (Il. 17, 517) “καὶ βάλεν Ἀρήτοιο,” εἶτα “νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.” διὰ μέντοι τοῦ ν γραπτέον τὸ δεύτερον ὁρμηθείς.
δὲ οὔτασεν. καὶ ὅτι δοκεῖ συγκεχύσθαι τὸ οὔτασε· βεβλήκει γὰρ τὸ δόρυ.
εἰς ἐκεῖνον τὸν τόπον, ὅπου αἱ φρένες ἐγκαθειργμέναι εἰσὶ περὶ τὴν ψυχήν.
μοῦτο.
σε μάλα χρὴ, καὶ νῦν σοι ἐελπέσθω.
οὔτε δὲ φρένας ἔχουσιν.
“πεύθετο γὰρ Κύπρονδε μέγα κλέος” (Il. 11, 21), εἰς Κύπρον ἠκούετο. διὸ καὶ νῦν κατὰ συναλοιφὴν ἀκουστέον, ἵνʼ ᾖ τὸ πλῆρες πάντοσε ἀκούειν.
εἰς σε ἐπιρρήματα τοῖς εἰς θεν ὁμοτονεῖ, ἄλλοθεν ἄλλοσε, ὁμόθεν ὁμόσε. οὕτως οὖν εἰ “πάντοθεν ἐκ κευθμῶν” (Il. 13, 28), καὶ “πάντοσε δαιδάλλων” (Il. 18, 479).
ἀμύνει.
ἔγνω καὶ ἐχάρη ὅτι οἱ ὦκ’ ἤκουσε.
243) ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (640) καὶ εἴρυτο.
68 69 70 71 72 τὴν λέξιν καὶ προπερισπᾷ, ὑγιῶς πάνυ· καὶ οὐκ ἐπίσταται ὁ ποιητὴς τὸ κάρη ὀξυνόμενον θηλυκὸν, ἀλλʼ οἱ ἄλλοι πάντες. καὶ οὐδὲν θαυμαστόν· καὶ γὰρ ἄλλας παραλόγους φωνὰς ἐπίσταται, ἀγνοῶν τὰς πρωτοθέτους αὐτῶν λέξεις. τί οὖν θαυμαστὸν εἰ παρὰ τὸ κάρη ὀξυνόμενον κάρηθέν ἐστι καὶ κρῆθεν ἐν συγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ
καὶ Ἡσίοδος (Scut. 7) οὕτως ἐξεδέξατο, εἰπὼν τὸ “τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων.”
δὲ τὸ ὑποστήριγμα· ὅθεν καὶ Πίνδαρος ἔρεισμα Ἀκράγαντος εἶπε τὸν Θήρωνα. ῥητορικῶς οὖν αὔξει τὸν οἶκτον, ἐπιμαρτυρῶν τῷ ἀποθανόντι.
πρὸς τὸ ἐπάνω ὑποκείμενον “Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι” (402).
δὲ εἰσπηδήσας Ἕκτωρ. φησὶ γοῦν “Σαρπηδὼν δʼ ἔπαλξιν ἑλῶν χερσὶ στιβαρῇσιν ἕλχ’, ἡ δʼ ἔσπετο πᾶσα” (Il. 12, 397)· ἐπὶ δὲ τεῦ Ἕκτορος “ῥῆξε δʼ ἀμφοτέρους θαιρούς,” εἶτα ἐπιφέρει “ὁ δʼ ἔσθορε φαίδιμος 73 74 75 76 77 78 79 80 Ἕκτωρ” (ib. 462). ἄμεινον δὲ πείθεσθαι Ἀριστάρχῳ δασύνοντι, ἐκδέχεσθαι δὲ ἡμᾶς οὕτως τὸ ἐσήλατο, ὅτι πρῶτος ἐφήλατο καὶ ἐπεπήδησε τῷ τείχει. ὅρα γοῦν ὡς οὐκ εἶπε πρῶτος διῆλθεν· ὁ μὲν γὰρ Ἕκτωρ πρῶτος διῆλθεν, ὁ δὲ Σαρπηδὼν πρῶτος ὥρμησεν ἐπὶ τὸ τεῖχος· “ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε τεῖχος
ἐπᾶῖξαι” (ib. 308), ὥστε τὸ ἥλατο ταυτὸν εἶναι τῷ ὁρμῆσαι.
γὰρ Ἕλληνος τοῦ Δευκαλίωνος καὶ Πύρρας. πάντες Ἕλληνες οἱ τῆς Εὐρώπης ἐκλήθησαν ὀνόματι κοινῷ, ὥς φησι καὶ Θουκυδίδης ἐν τῇ α΄ (3). πρὸ δὲ αὐτοῦ μόνοι οὗτοι Ἕλληνες ἐκαλοῦντο, οἱ δὲ ἄλλοι κατὰ ἔθνη ἕκαστος, ὥς που καὶ ὁ ποιητὴς ἐν τῷ καταλόγῳ λέγει “Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί” (Il. 2, 684).
οἱ Κρῆτες πρὸς ἄσκησιν τῶν πολεμικῶν, ὁ ἐστι σὺν τοῖς ὅπλοις τὴν πυρρίχην καὶ ἔνοπλον ὄρχησιν ἠσκοῦντο· τρία γὰρ εἴδη ὀρχήσεως, πυρρίχη, σίκιννις, ἥτις ἐστὶν ἱερατικὴ, καὶ ὁ κορδακισμὸς, αἰσχρός τις ὢν καὶ μᾶλλον κωμικοῖς ἁρμόδιος.
διεπερόνησα ἄν. ἀλλʼ οὐδὲν ἀναγκαῖον οὕτως συνάπτειν· τὸ γὰρ ἔβαλον ἀντὶ τοῦ ἔτρωσα, τὸ δὲ κατέπαιυσε διαμπερέ ς οἷον εἰς αἰεί.
τῶν μαχομένων λέγεται, τούτων ὀρώρει ὀρυμαγδὸς ὡς δρυτόμων, ἢ ἐπὶ τῶν δρυτόμων, ὡς δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς, οὕτως καὶ τῶν μαχομένων, ὅπερ καὶ βούλεται, ὥστε τὸ ὄρωρε τὸν ἐνεστῶτα χρόνον σημαίνει.
καὶ δὶς ἔσται ἡ ἀνταπόδοσις λεγομένη· κοινὸν γὰρ νοεῖται τὸ ὀρώρει κατά τε τῶν δρυτόμων καὶ τῶν ἡρώων. βέλτιον δὲ γράφεσθαι μὲν ὄρωρεν, ὑποστίζεσθαι δὲ βήσ σῃς καὶ ἀκουή, τὸ δὲ τῶν ἐπανειλῆφθαι, τῶνδʼ ὥστε.
καὶ τῶν ὅπλων.
μάχην τε” (251)· ἢ τὸν τε σύνδεσμον περιττὸν νομιστέον, ἵν’ ᾖ ῥινοῦ βοῶν, τουτέστι τῶν ἀσπίδων.
ἐν δέ τισιν εὕρομεν ῥινῶν τε βοῶν τε κατὰ τὸ πληθυντικόν.
τὸν συνετὸν καὶ λελογισμένον δηλοῖ. ἐὰν δὲ ὡς Ἀρίσταρχος γράφει, Σαρπηδόνι δίῳ κατὰ δοτικὴν, βραχὺ διασταλτέον ἐπὶ τὸ δίῳ· τὸ γὰρ λεγόμενον, οὐδὲ ὁ πάνυ γνώριμος, φησὶ, καὶ συνήθης τῷ Σαρπηδόνι ἠδύνατο γνωρίσαι αὐτὸν διὰ τὸ αἵματι καὶ κόνει πεφύρθαι.
τῆς Ἴδης τὸν Δία. οὐ νενόηκεν οὖν ὅτι τὰ τοιαῦτα κατὰ τὸ σιωπώ- μενον ἐνεργούμενα δεῖ παραδέχεσθαι, καθάπερ καὶ ἐν τοῖς ἐπάνω περὶ τῆς Ἥρας.
παράλογον γὰρ τὸν ἀπενθῆ τοιαῦτα διακονεῖσθαι.
αὐτοῦ ἀδελφούς.
ἀγνοεῖ δὲ ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ πρὸς αὐτὸν ἐπὶ τὸν περὶ αὐτοῦ, καὶ πολλάκις ἀποστροφὰς ποιεῖται.
ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς αἰτιατικῆς ποιητικῶς, ὡς σκέπην σκέπα, φυγήν φύγα, ἢ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ἀπʼ εὐθείας τῆς φύξ, ὡς Στύξ Στύγα, τοῦ δε ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῆ, ὡς καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις. “Ἴδηθεν μεδέων” (Il. 3,
276) “δόρυ δʼ ἔκβαλεν ἔκτοσε χειρόςʼ (Od. 14, 277). ἀλλʼ οὖν γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔσονται φύγαδέ, ὡς Οὔλυμπόνδε, ἢ εἴς, ὡς ἄγραδε. τὸ γοῦν “ἅλαδʼ 94 95 96 97 98 ἑλκομενάων” (Il. 14, 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡς οἶκόνδε, ἐντελοῦς οὔσης τῆς αἰτιατικῆς, ἢ πάλιν κατὰ παραγωγὴν, ὡς ἄγραδε, ἅλαδε. ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ ιθ’ τῆς καθόλου.
γράφεται τυτθόν· συμπάρεστι γὰρ ἡ Ἀθηνᾶ προτρεπομένη θεομαχεῖν· ἐνθάδε δὲ πολλόν· προεντέταλται γὰρ ὁ Ἀχιλλεὺς “μάλα τόν γε φιλεῖ ἑκάεργος Ἀπόλλων.”
δῷ τὴν νίκην ὁ Ἀπόλλων. δύναται δὲ στίζεσθαι ἐπὶ τὸ ἕλῃς, καὶ ἔχει ἦθος.
ὀστρέων. πρὸς τοὺς χωρίζοντας· φασὶ γὰρ ὅτι ὁ τῆς Ἰλιάδος ποιητὴς οὐ παρεισάγει τοὺς ἥρωας χρωμένους ἰχθύσιν, ὁ δὲ τῆς Ὀδυσσείας. φανερὸν δὲ ὅτι εἰ καὶ μὴ παράγει χρωμένους, ἴσασιν, ἐκ τοῦ τὸν Πάτροκλον ὀνομάζειν τήθεα. νοητέον δὲ τὸν ποιητὴν διὰ τὸ μικροπρεπὲς παρῃτῆσθαι. καὶ μὴν οὐδὲ λαχάνοις παρεισάγει χρωμένους·
ἀλλʼ ὅμως φησὶ “δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες” (Od. 17, 299).
ἐπὶ τοῦ ξίφους “τανύηκες ἄορ,” ἀλλὰ κατὰ παραγωγὴν, τανυήκεας ὄζους, οἷον ταναοὺς, ὡς κελαινεφὲς αἷμα. τὸ δὲ τανυήκεας ὡς εὐμήκεας. οὕτως ἀνεγνώσθη. εἴπομεν δὲ ἐν ἑτέροις καὶ τὴν ἀφορμήν.
λελασμένος ἀντὶ τοῦ λελησμένος, πρὸς τὸ “ἐν καρὸς αἴσῃ” (Il. 9, 378), ὅτι ἀντὶ τοῦ ἐν κηρὸς μοίρᾳ.
αὐτοῦ εἰς τὸν πρὸς αὐτόν.
ἀγνοεῖ δὲ ὅτι ἐκ βολῆς τέτρωται, ὡς διὰ τῶν ἑξῆς δείκνυται “ὥς τοι πρῶτος ἐφῆκε βέλος” (812).
ἐπὶ παντὸς θανάτου τάσσει τὴν λέξιν, ἀλλʼ ἐπὶ τῶν ἐν πολέμῳ πιπτόντων διὰ τὸν παρακολουθοῦντα ψόφον ἐκ τῶν ὅπλων.
καταπεφνών Il. 17, 539), τοῦ Ἀριστάρχου βαρύνοντος. καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι. εἰ γὰρ πέφνω πέφνεις πέφνει οὐ λέγομεν, ὑποτακτικῶς δὲ πέφνω πέφνῃς πέφνῃ καὶ “πέφνε γὰρ Ὀθρυονῆα” (Il. 13, 363), καὶ ἔστι δεύτερος ἀόριστος ὡς ἔλαβε λάβω λάβῃς λάβῃ, δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ
μέντοι Ἀρίσταρχος καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη, καὶ οὕτως ἐβάρυνεν. ἐπεὶ γὰρ αἱ εἰς νων λέγουσαι μετοχαὶ, ἔχουσαι πρὸ τοῦ ν 105 106 107 108 σύμφωνον κατʼ ἐπιπλοκὴν, ἤτοι ἐβαρύνοντο ἢ περιεσπῶντο, οὐδέποτεδὲ ἀξύνοντο, ὥσπερ ἔχει ἡ τέμνων κάμνων πίτνων, ἐδοκίμαζε καὶ τὴν πέφνων βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τις λέγοι διὰ τί γάρ οὐ περισπᾷ, διδαχθήσεται ἐκ τῆς κλίσεως· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα ὡς νοοῦντα. οὕτως δὲ καὶ ἡ ἴσας μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι
καὶ τῇ ποιότητι τοῦ στοιχείου, οὐ τῇ κλίσει τῇ τοῦ ἐνεστῶτος, ὥσπερ ἀπεδείξαμεν.
τὸν θάνατον, οὐ τὸ βάθος τῶν ἀλγηδόνων, οὐ τὴν ἐρημίαν τοῦ βοηθήσοντος, ἀλλʼ ἔτι μεστός ἐστι φρυάγματος καὶ ἐρεθίζει μᾶλλον ἢ ἱκετεύει, ἀντιποιούμενος τῆς νίκης καὶ τελευτῶν.
ὅτι τὴν Μοῖραν οὐ κατηρίθμησεν ὡς κοινὴν πᾶσιν ἀνθρώποις ἐπικειμένην. ἔνιοι δὲ τὸ ἑξῆς οὕτως ἀποδιδόασιν· ἀλλά με Μοῖρα ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱὸς, ἀνδρῶν δʼ Εὔφορβος τρίτος· σὺ δέ με ἐξεναρίζεις. ἢ σὺ δέ με τρίτατος ἐξεναρίζεις, ἵνʼ ᾖ πολλοστός.
προειπὼν ἐπιφέρει σὺ δέ με τρίτ ος. τὴν δὲ κοινὴν πᾶσι παρεπομένην Μοῖραν οὐκ ἀριθμεῖ, αὐτοὺς δὲ τοὺς ἐπενεγκόντας αὐτῷ χεῖρας.
Μιλήσιον ἐν τῷ περὶ ὀνείρων, ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται. καὶ Πλάτων ἐν ἀπολογίᾳ Σωκράτους (p. 39 c) “καὶ γάρ εἰμι ἐνταῦθα ἐν ᾧ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι.”
οἱ δὲ Αἰολεῖς μόνον τὸ πρόσωπον.
109
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.