EΙΣ ΤΗΝ P.
τοὺς ἀρχομένους ἤπιος ἦν, ἀλλʼ ἤδη καὶ πρὸς τοὺς πολεμίους, ὥστε Ἄδραστον ζωγρήσας σώζειν ἐβούλετο. ἢ ὅτι καὶ περὶ πάντα σπουδαῖος ὁρᾶται, δεόντως τὸν Μενέλαον ἐν τῷ νῦν παρεισήγαγε καιρῷ βοηθοῦντα καὶ ἀγωνιζόμενον, μάλιστα μὲν διὰ τὸ τετρῶσθαι τοὺς ἀριστεῖς· ἔπειτα δὲ καὶ δίκαιον ἡγεῖτο τοὺς διʼ αὑτὸν τελευτήσαντας
μὴ καταλιπεῖν, ἀλλὰ βοηθεῖν παντὶ σθένει.
τῶν Τρώων μάχῃ, ἢ ὡς τὸ “ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς” (Il. 22, 55), οὕτως Τρώεσσι δαμασθείς ἀντὶ τοῦ ὑπὸ Τρώων· δαμεὶς δὲ δαμασθείς. ἢ αὐτὸ δὲ τοῦτο διχῶς, ἤτοι ἐπιπεσόντων πάντων τῶν Τρώων δαμεὶς, ἢ ὑφʼ Ἕκτορος, ὥστε τὸ ἑνικὸν πληθυντικῶς ἐξενηνέχθαι· καὶ Τρῶας κατὰ τὸ πληθυντικὸν ἔφη τόν
τε Ἐκτορα καὶ τὸν Εὔφορβον· ὑφʼ οὗ μὲν γὰρ ἐβλήθη, ὑφʼ οὗ δὲ οὐτάσθη.
δὲ καὶ τὰς ἔξωθεν αὐξήσεις· οὐ γὰρ ἔφη, ὥς τις περὶ πόρτακι βοῦς ἕστηκεν, ἀλλὰ μήτηρ, τὸ φιλοστοργότατον ὄνομα.
τοῖς τρόποις τοῖς προπαροξύνουσιν. τὸ δὲ προπαροξυνόμενον δηλοῖ τὴν πρώτως τεχθεῖσαν.
γὰρ καὶ γεγύμνωται, ἀλλʼ εἰκὸς αὐτῷ παρακεῖσθαι τὰ ὅπλα.
σύγκρισις. προσυπακουστέον δὲ τὸ ἐμοῦ.
δύναμιν.
κάπρος δὲ τὸ εἰδικὸν, ἀπὸ τοῦ κάπτειν.
κακῶς ἔπραξεν· ὁ δὲ φρόνιμος προπερισκέπτεται καὶ προπερινοεῖ τὰ ἐσόμενα· διὸ ἐκλέγεται τὸ συμφέρον, ἵνα μὴ ἁμάρτῃ μηδὲ μετανοῇ γενόμενος ἐν κακῷ. διὰ τοῦτο ὁ μὲν Προμηθεὺς, φρόνιμος δαίμων, ὁ δὲ Επιμηθεὺς φαῦλος· μετανοεῖ γὰρ ὅτʼ οὐδὲν ὄφελος. ὅτι δὲ εἰς παροιμίαν παραδέδοται, λέγει καὶ Πλάτων οὕτως δή. “καί σοι λέγω,
ὦ Ἀγάθων, μὴ ἐξαπατᾶσθαι ὑπὸ τούτου, ἀλλʼ ἀπὸ τῶν ἡμετέρων παθημάτων γνόντα εὐλαβηθῆναι, καὶ μὴ κατὰ τὴν παροιμίαν ὥσπερ νήπιον παθόντα γνῶναι” (Conviv. p. 222 b).
ἀδελφόν.
σὺ πένθος ἔθηκας, ἵνʼ ᾖ κατʼ ἀρσενικὴν αἰτιατικὴν ἐπὶ τοῦ Ὑπερήνορος, τὸν ἀρητόν. ἢ οὕτως, εἰς τοῦτο αὐτοὺς κατέστησας ὥστε εὐχὴν ἡγεῖσθαι τὸ θρηνεῖν τὸν ἑαυτῶν παῖδα, καὶ ἔχειν ἐξουσίαν σχολάζειν γόοις καὶ θρήνοις.
ὀξύνεσθαι θέλει.
κύριον τοῦτο, καὶ βαρυτονηθήσεται. οὐ μάχεται τὸ πόρτις· καὶ γὰρ χωρὶς τοῦ τ “πόριες περὶ βοῦς ἀγελαίας” (Od. 10, 410). μὴ ὄντα ἐπιθετικά πρόσκειται διὰ τὸ πότις, ᾧ παράκειται τὸ πότης.
διὰ τοῦ π, ἐπὶ δηρόν, ὁμοίως τῷ “ἐπὶ δηρὸν δέ μοι αἰών” (Il. 9,
μέρη τοῦ λαιμοῦ. ἐπιφέρει γοῦν “ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος.” θέμεθλα δὲ ἡ θέσις.
διὰ τοῦ αὐχένος τὸ δόρυ ἐφέρετο.
οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς κόμης, ἀλλʼ ἐπεὶ περὶ τῶν Πατρόκλου τριχῶν εἶπεν “μιάνθησαν δὲ ἔθειραι” (Il. 16, 795) εἰς ἐκδικίαν καὶ παραμυθίαν, ὡς εἴποι τις, παρέλαβε καὶ τὴν εὔμορφον κόμην.
λανθάνουσιν οἱ βάρβαροι οὐκ ἐπὶ καλλωπισμῷ φέροντες τὸν χρυσὸν, ἀλλὰ λάφυρα τοῖς πολεμίοις.
κῦμα θαλάσσης ἐποίησεν ἀναδοθῆναι, Ἀθηνᾶ δὲ ἐλαίαν· κριτὴς δὲ αὐτῶν γενόμενος Κέκροψ ὁ τῶν τόπων τῆς Ἀττικῆς βασιλεὺς τῇ θεῷ προσένειμε τὴν χώραν, εἰπὼν ὅτι θάλασσα μέν ἐστι πανταχοῦ, τὸ δὲ φυτὸν τῆς ἐλαίας ἴδιον Ἀθηνᾶς. ἡ ἱστορία παρὰ Καλλιμάχῳ.
“ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης” (Od. 12, 240).
τὸ δὲ ἀκίχητ ά φασι Ποσειδώνιον τὸν Ἀριστάρχου ἀναγνώστην τοῖς ἑξῆς προσνέμειν, καὶ τὸν Ἀρίσταρχον ἀποδέχεσθαι.
ἄριστον” (Il. 18, 10).
τινος τοιούτου, ὡς καὶ ἐν τοῖς προκειμένοις “ μή τίς μοι Δαναῶν·” ἔστι γὰρ τὸ πλῆρες, εὐλαβοῦμαι μή με τῶν Ἕλλήνων μέμψηταί τις. τὸν αὐτὸν τρόπον καὶ ἐνθάδε· ἐὰν δὲ μόνος ὢν Ἕκτορι καὶ Τρωσὶ μάχωμαι αἰδεσθεὶς, εὐλαβοῦμαι μή πώς με περιστήωσʼ ἔνα πολλοὶ ὄντες.
16 καὶ τὸν φίλον θεῷ ἄνδρα θεοφιλῆ. “μὴ θαύμαζε γάρ” φησὶν ὁ Πλάτων (?) “εἰ ἱέρακες μὲν καὶ ἴβεις ἔχουσι τοὺς ὑπερασπίζοντας θεοὺς, ἀνδρὸς δὲ ἀγαθοῦ οὐκ ἄν τις ὑπερασπίσαι.”
φωτὶ ὅν κε θεὸς τιμᾷ, πρὸς δαίμονά ἐστι μάχεσθαι.
ὁ Πάτροκλος.
ἀμυνομένων, δρᾶσαι δὲ κωλύεσθαι.
μέσην θύραν τῆς αὐλῆς, τὴν διορίζουσαν τήν τε γυναικωνῖτιν καὶ τὸν ἀνδρῶνα. τὸ δὲ παχνοῦται πήγνυται, φρίσσει, ἀπὸ τῆς μάχης διὰ τὴν αὐλήν.
“μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος” (Il. 2, 528).
φησιν, ὅτι ἤλλακται πτῶσις “ Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα” ἀντὶ τοῦ Πατρόκλου.
Σαρπηδόνος σῶμα ὑπό τοῖς Ἀχαιοῖς ἀφῆκε γενέσθαι. δεῖν οὖν πολεμήσαντα καὶ ἀνθελκύσαντα τὸν Πάτροκλον ῥυσιάσαι, μέχρι ἂν ἀποδῶσιν ἐκεῖνοι τὸν νεκρὸν τοῦ Ἔαρπηδόνος καὶ τὰ τεύχη, ἀντικομιζόμενοι τὸν Πάτροκλον· δοκοῦσι γὰρ τὸν Σαρπηδόνα ὑπὸ τῶν Ἀχαιῶν ἦρθαι καὶ κεῖσθαι ἐπὶ τῶν νεῶν, οὐκ εἰδότες ὅτι ὑπὸ Ἀπόλλωνος
εἰς Λυκίαν ἀναρπασθεὶς ἀποκεκόμισται. ὁ δὲ Ὅμηρος, ἵνʼ ἐπιφανῆ τὸν ἀγῶνα ποιήσῃ τὸν ἐπὶ τοῦ σώματος Πατρόκλου, ταῦτα ὑπέθετο· οἵ τε γὰρ Τρῶες ὡς ὑπὲρ Σαρπηδόνος κινδυνεύειν κρίνουσιν, οἵ τε Ἀχαιοὶ τὸν Σαρπηδόνα οὐκ ἔχοντες μάχονται ὑπὲρ τῆς αἰκίας τοῦ Πατρόκλου· χαλεπὴ ἡ αἰκία, καὶ συγγνωστὸς ὁ Ἀχιλλεὺς αἰκιζόμενος
τὸν Ἕκτορα ἐπʼ ἐκδικίᾳ τοῦ φίλου· χαλεπώτερον γὰρ τὸ ἄρξαι τινὸς ἀδικήματος.
20 21 22 23
τέτακται ὁ λέων, καὶ ἔστιν ἐπίκοινον. ἔστι γάρ τινα ὀνόματα ἀρσενικὰ ἃ καὶ ἐπὶ θηλυκῶν τάσσεται, καὶ θηλυκὰ ἃ καὶ ἐπʼ ἀρσενικῶν, οἷον ἱέραξ μὲν καὶ ἐπʼ ἄρσενος καὶ θηλείας τάσσεται, πάρδαλις δὲ θηλυκὸν ὄνομα καὶ ἐπʼ ἀρσενικοῦ τίθεται. οὐκοῦν κατὰ μὲν τὴν ἡμετέραν συνήθειαν λέων μὲν λέγεται ὁ ἄρσην, λέαινα δὲ ἡ θήλεια· κατὰ
δὲ τὸν Ὅμηρον μήπω τὴν λέαιναν εἴθισται, ἀλλὰ τὸ ἀρσενικὸν μόνον· διὸ εἰπεῖν ἀρσενικῷ ἄρθρῳ χοώμενον “ᾧ ῥά τε νήπἰ ἄγοντι,” οὐχὶ “ᾗ ῥά τε νήπιʼ ἀγούσῃ.” ὁ δὲ Ἀντίμαχος ἐκ τούτου πλανηθεὶς ᾠήθη καὶ τὸν ἄρσενα σκυμναγωγεῖν. τὸ μέγεθος δὲ Αἴαντος ὑποφαίνει ἡ παραβολή.
ἔχων σκύμνους, μαχόμενον αὐτὸν πρὸς τοὺς κυνηγοὺς κατανεύειν καὶ καλύπτειν τὰ φάη, ὅπως μὴ θεωρῶν τὰ ἐπιφερόμενα βέλη δειλιάσας καταλίπῃ τὸ τέκνον.
ἀνταποδίδοσθαι τὸν Σαρπηδόνα. διὸ ἐπιφέρει “τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσί.”
ὑποστικτέον ἐπὶ τὸ ἴμεν, ἵνʼ ᾖ ἀπαρέμφατον, ὁ δὲ δέ σύνδεσμος περισσεύῃ, Τροίῃ δέ, τοῦ λόγου τοιούτου γινομένου, διόπερ νῦν εἴ τίς μοι πεισθείη τῶν Λυκίων οἴκαδε ὑποστρέφειν, ἀπόλοιτο ἂν ἡ Τροία.
τὸν Πάτροκλον ἕως ἂν κομίσαι τὸν Σαρπηδόνα.
ὀξύνεται γὰρ ἐπὶ ἐνεστῶτος χρόνου.
ἔστιν, ὥστε γίνεσθαι τὸ πλῆρες ἔστι δʼ ὅτε καὶ αὐτὸς ἐποτρύνει μάχεσθαι.
ὀνειδῶν, περὶ δὲ τὸ κοσμεῖσθαι γίνεται.
ποσὶ μετασπών.” τουτέστι μετελθὼν αὐτοὺς, ἀπὸ τοῦ σπέσθαι καὶ ἕπεσθαι, μετʼ αὐτοὺς ἀκολουθήσας.
καταλαβεῖν τοὺς φέροντας, μὴ φθάσωσιν εἰς τὴν πόλιν πορευθέντες. μετενόησε δὲ κρατούμενος ὑπὸ τῆς ἐπιθυμίας.
περιπαθὲς δὲ τὸ δυστυχέστερον εὑρίσκεσθαι τοῦ πατρὸς τὸν υἱόν.
ἆ δειλέ· οὐ γὰρ, ὡς οἱ ἐξηγησάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροις γὰρ αὐτὸς λέγει “ἆ δειλὼ, τί νυ δάκρυ κατείβετον;” (Od. 21, 86). περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυσις γέγονεν. ἆρά γε οὖν φυλαχθήσεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆς ὀξείας, περιγέγραπται καὶ ὁ τόνος; τὸ κρινόμενον ἐκεῖνο, ἵνα
ἐπιστάμενοι ἀναγνῶμεν· ἕν ἐστιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνος γενέσθω τῆς προτέρας συλλαβῆς, οὐχὶ τῆς ἐπὶ τέλους.
ἐστιν, οὐ μεριμνᾷς περὶ τοῦ θανάτου. ἡμεῖς δὲ ἐν τῇ συνηθείᾳ λέγομεν καταθύμιον τὸ ἀρεστόν.
καλλωπίζεσθαι τοῖς ὅπλοις, οὗπερ ἐπεθύμει ὁ Ἕκτωρ.
ἀκόλουθόν ἐστι συνάπτειν ὅλον τὸν στίχον. ἡ δὲ Ἀριστάρχειος διόρθωσις κατὰ δοτικὴν ἔχει μεγαθύμῳ Πηλείωνι· ᾗ ἀκόλουθόν ἐστι βραχὺ διαστέλλειν ἐπὶ τὸ λαμπόμενος.
Φόρκυνα αἰτιατικὴ ἀπʼ εὐθείας τῆς εἰς ν. τὸ δὲ τοιοῦτον ἴδιον ποιητικῆς. οὐχ ὑγιῶς δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φησὶ, καὶ ἡ εὐθεῖα ἐκτεινομένη· “Φόρυς αὖ Φρύγας ἦγε” (Il. 2, 862)· ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει.
ἦρχε” Il. 2, 858) νῦν Χρομίον εἴρηκε διὰ τὸ μέτρον· ὁ δὲ Διονύσιος, εἴ τις ζητοίη, φησὶ, πότερον παραπεποίηται, εἴποιμεν ἂν τὸν Χρομίον· εὔλογον γὰρ ἐκεῖ τὸ ὄνομα πρῶτον.
καὶ ἐπʼ ἐκείνου “ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος” (Od. 10, 190).
παρέχειν ἀναγκάζω.
αὐτοῖς, ἀντιδοῦναι τὰς ψυχάς.
διὰ τοῦ η.
περὶ Πατρόκλου τοῦ νέκυος γεγονότος. ἀναστρεπτέον δὲ τὴν πρόθεσιν, ὅπως τὸ ἑξῆς γένηται περὶ νέκυος.
ἀντὶ γὰρ τοῦ ὑπὲρ ἐμῆς κεφαλῆς. διὸ καὶ σημεῖον παράκειται.
καὶ μὴ καταπτήξῃ.
μάχης.
καὶ ἀλλαχοῦ χρῆται τῇ λέξει· “οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ” (Il. 14, 394).
ψιάδας.”
καὶ τῇ ἠνορέα καὶ τῷ πλήθει τῷ ἰδίῳ ὅσον που εἴη, καὶ εἰ ἔλαττον εἴη τῶν πολεμίων τὸ πλῆθος αὐτῶν καὶ εἰ οἱ θεοὶ μὴ ἐπικουροῖεν αὐτοῖς.
ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ τῷ πλήθει ὀλίγοι ὄντες γενναίως μάχονται. ἐλέγχει δὲ τοὺς μαχομένους καὶ πολυπληθίᾳ προύχοντας καὶ συμμαχίᾳ θεοῦ.
μέγιστον ἔχοντας τῶν Ἑλλήνων ἔπαινον.
συνήθειαν. ἔστι δὲ ὁ νοῦς οὗτος· ἐφʼ ὅσον τῆς μάχης ἔστασαν οἱ ἄριστοι, ἐπὶ τοσοῦτον σκότει κατείχοντο οἱ μαχόμενοι· οἱ μὲν ἄλλοι τῶν μαχομένων ἐν φωτὶ ἐμάχοντα, “οἱ δʼ ἄλλοι Τρῶες εὔκηλοι πολέμιζον.” οἱ δὲ ἄριστοι περὶ τοῦ Πατρόκλου σώματος ἀγωνιζόμενοι σκότει κατείχοντο. ἐκ τούτου δὲ τὴν ἀλκὴν καὶ τὴν ὑπομονὴν ἐμφαίνει,
ὅτι τὰ σώματα παρατεθείκεσαν, ὥστε καταφέρειν τὰς πληγὰς ἀπροοράτως εἰς τὸ τυχόν. ἡ διπλῆ δὲ, ὅτι ὁ Ζηνόδοτος γράφει διὰ τοῦ “ἐπὶ τόσσον,” κακῶς. μενούσης γὰρ τῆς διὰ τοῦ θ γραφῆς περισσὸν νοητέον τὸν τε σύνδεσμον· ὁ δὲ νοῦς ὡς προείρηται.
ὄσσων, περιέβλεπον δὲ θάνατον καὶ φύζαν ἑταίρων, ἵνʼ εἰ μέν τινες. τεθνήκασιν ὑπερμάχωνται τῶν σωμάτων, εἰ δὲ φύγοιεν, σκεπάζωσιν· οὕτως γὰρ ὁ Νέστωρ ἐπετέλλετο.
ὁ ἀνθρώπου χρώς·. διʼ ὃ λαρὸν αὐτῇ τὸ αἷμα τοῦ ἀνθρώπου.
λέγει· ἀρηίφιλον γὰρ ὁ ποιητὴς αὐτὸν καλεῖ (Il. 3, 52).
πᾶσιν” (Il. 4, 167). βραχὺ δὲ διασταλτέον ἐπὶ τὸν δέ· ἐπὶ γὰρ τῆς βροντῆς ἐπίτασις μάλα μεγάλʼ.
οἱ ὀστέον ἄχρις;” κατὰ βάθους γὰρ φαίνεται ἡ πληγὴ ἐπενηνεγμένη. ἀλλʼ ἐρεῖ Ὅμηρος, οὐκ ἐγὼ, ἀλλʼ ὁ τόπος εἰς ὃν κατηνέχθη ἡ πληγή· ἔστι γὰρ ἡ ὠμοπλάτη ἀσαρκοτάτη.
τὸ ὄνομα. οὐδέπω γὰρ ἔγνωστο.
ἐβόησαν· ἀβέλτερον γὰρ τελέως τὸ τοὶ δʼ ἐφόβηθεν· οὐ γὰρ φεύγουσιν, ἀλλὰ διώκουσιν. καὶ ἐπὶ Πατρόκλου τὸ ὅμοιον· “ἐκ δʼ ἴαχε λαὸς ὄπισθε Τρωικός” (723).
ἀλλʼ ἐπὶ τοῦ Ἰδομενέως. σαφὲς δʼ ἐκ τοῦ ἐπιφέρεσθαι “καί κε Τρωσὶ μέγα κράτος·” οὐ γὰρ ἂν τάσσοιτο τοῦτο οἰκείως ἐπὶ τοῦ Κοιράνου (ἦν γὰρ οὐ τῶν ἀριστέων), ἀλλʼ ἐπὶ τοῦ Ἰδομενέως. διὰ μέσου δὲ ταῦτα “δίφρῳ ἐφεσταότος, τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν, αὐτὰρ ὁ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε Κοίρανον, ὅς ῥʼ ἐκ
Λύκτου ἐϋκτιμένης ἔπετʼ αὐτῷ” ὥστε εἶναι τὸ ἑξῆς, ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθεν ὁ Ἰδομενεύς. εἴωθε δὲ ὁ ποιητής τινα διὰ μέσου τάσσειν. κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ “ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος·” εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν πῶς
ἐγένετο ἐν τῷ δίφρῳ, πρότερον μὲν ἦν πεζὸς, τότε δὲ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα. πεζὸς μὲν γὰρ τὰ πρῶτα λίπεν νέας ἐν τῇ Ν (240) ἀπὸ τῆς σκηνῆς ὁ Ἰδομενεὺς, νῦν δὲ ἄφνω πέφηνεν ἐφʼ ἅρματος· οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπὸ Κρήτης πεζὸς ἦλθεν, οὐ χρησάμενος ἅρματι, καθάπερ ὁ Ὀδυσσεὺς, τραχεῖαν ἔχων τὴν Ἰθά.
κην. σημαίνει οὖν ὅτι ἀπὸ τῶν νεῶν πεζὸς ἦλθεν ἐπὶ τὸν πόλεμον. προθεὶς οὖν τὸ κεφάλαιον, ὕστερον ἐπεκδιδάσκει πῶς ἔσχεν ἅρμα· “καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους.” τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν “ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος.” πῶς ; ὁ γὰρ
Κοίρανος ἤλασε τοὺς ἵππους, ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθε. τίς γὰρ ἡ ἰδιότης, ὅτι εἴπερ ἐμάχετο πεζὸς, ἀπολώλει ἂν οἷς ἐντροπὴ ἐγένετο πρὸς οὓς Πηνέλεως ἦσχεν;
“Κοίρανον βάλʼ ὑπὸ γναθμοῖο.”
τῶν ἵππων. ἔφθασε τὴν τοῦ Ἕκτορος βολὴν, ὥστε μετὰ τὸ ἀναβῆναι ἐπὶ τὸ ἅρμα τότε πεμφθῆναι τὸ δόρυ αὐτῷ. αὐτὸς δὲ ὁ Κοίρανος ἀπώλετο, σώσας τὸν Ἰδομενέα.
διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον τοῦτο, ὡς προείρηται, διὰ τὸ περιστρέφοντα αὐτὸν τοὺς ἵππους βεβλῆσθαι.
τὸν Ἕκτορα. πιθανώτερον δὲ τὸν Ἕκτορα ἐμπεσεῖσθαι, ἐνσείσειν.
ἀλλʼ ὡς παραπληρωματικὸν σύνδεσμὸν ἐκληπτέον.
γὰρ ἐν ἄλλοις εὑρίσκομεν αὐτὸν δεδακρυκότα· οὐ γὰρ ἦν κατʼ Αἴαντα.
διὰ τὴν ὀξυδορκίαν ἀετῷ παρέβαλεν αὐτόν.
ἁλιαίετος.
καὶ “ἡ δὲ κυλινδομένη καναχὴν ἔχε” (Il. 16, 794). διὸ καὶ βαρέως τὴν κυλίνδων ἀναγινώσκομεν· “μέγα κῦμα κυλίνδων” (Od. 5, 296).
παραστῆναι τῷ Ἀχιλλεῖ.
δὲ ταχύτερος ὣν τῶν ἄλλων προεκρίθη, καὶ γυμνὸς ἄπεισι, μετὰ τῶν ὅπλων ταῖς συμφοραῖς ἐμπομπεύειν παραιτούμενος· ἢ διὰ τὸ μὴ βαρούμενον τοῖς ὅπλοις χρονίσαι ἐν τῇ ὁδῷ.
οὐχὶ τοὺς πόδας· πρὸς Ζηνόδοτον μεταγράφοντα (Il. 6, 511) “ῥίμφʼ ἑὰ γοῦνα φέρει.”
τοιαῦτα λέγει, ἡμεῖς μαχώμεθα, ἐπειδὴ τὸ αὐτὸ ὄνομʼ ἔχομεν· οἱ γὰρ δύο Αἴαντες καλούμεθα. βουγάιος γὰρ ὡς ἀληθῶς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.