ΕΙΣ ΤΗΝ Σ.
δηλῶσαι.
λέγουσι τὴν κεφαλὴν, καὶ οἱ Ἀττικοὶ τὸ τῆς κεφαλῆς ἥμισυ ἡμίκραιραν. λέγει δὲ διὰ τὸ τὰς πρῴρας καὶ πρύμνας ἀνατετάσθαι, ἐκ μεταφορᾶς τῶν βοῶν.
λέγοιμεν δʼ ἂν καὶ βαρυνθείς. ἢ τὸ ὀχθήσας ἀπὸ τοῦ ὄχθου ὠνόμασται, ὄχθοι δὲ τὰ ὑψηλά· οἷον ἐπαρθεὶς τῷ θυμῷ.
λέγεται λαβεῖν Αἴγιναν, ἐκ ταύτης δὲ γενέσθαι Μενοίτιον καὶ οἰκῆσαι ἐν Ὀποῦντι· οὕτως οὖν γίνεται τὸ ἀνέκαθεν Μυρμιδὼν ὁ Πάτροκλος. δύναται δὲ καὶ ἑτέρως Μυρμιδὼν ὁ Πάτροκλος λέγεσθαι διὰ τὸ μετὰ τὸν Ἀχιλλέα ἡγήσασθαι τῶν Μυρμιδόνων. πῶς δὲ, φασὶ, τοῦτο πεπυσμένος παρὰ τῆς μητρὸς ἔπεμπε τὸν Πάτροκλον
εἰς τὸν πόλεμον; ὅτι, φαίη τις ἂν, οὔτε τοὔνομα σαφῶς εἶπεν οὔτε τὸν χρόνον, παρά τε τὸν καιρὸν λήθη γίνεται τῶν τοιούτων· ὅταν δὲ ἀποβῇ, μιμνήσκονται.
λυπεῖν τὸν υἱόν. ἐπίτηδες δὲ εἰπεῖν τὸ Μυρμιδόνων τὸν ἄριστον, ἵνα μὴ φανερῶς εἴπῃ τὸν Πάτροκλον.
νῆας ἔπʼ ἂψ ἰέναι.
κατοικτίζεται οὔτε τὸν Ἀχιλλέα, εἰς ἑαυτὸν δὲ τὴν συμφορὰν ἐπενεγκὼν ηὔξησε τὸ πάθος.
κατηγορεῖ τῶν ὀδυρομένων, λέγων ὑπὲρ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡς δεινόν τι πεπονθότων. Ζωΐλος δέ φησιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλέα· προειδέναι τε γὰρ ἐχρῆν ὅτι κοινοὶ οἱ πολεμικοὶ κίνδυνοι, τόν τε θάνατον οὐκ ἐχρῆν δεινὸν ὑπολαμβάνειν, τό τε οὕτως ὑπερπενθεῖν γυναικῶδες. οὕτως οὔτʼ ἂν βάρβαρος τιτθὴ ἐποίησεν.
καίτοι Ἑκάβης ἐπὶ τῷ συρμῷ Ἕκτορος οὐδὲν τοιοῦτόν ἐστιν. Ζηνόδωρος δὲ ἀπολογεῖται λέγων ὅτι διὰ τὴν ὑπερβολὴν τῶν πεπραγμένων θρηνεῖ. καὶ ἄλλως συνήθη ταῦτα τῷ βίῳ· “τοῦτό νυ καὶ γέρας οἶον ἰϊζυροῖσι βροτοῖσι, κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν” (Od. 4, 197).
Ἀχιλλεὺς, ἢ τὸν Ἀντιλόχου.
λέγει καὶ Εἰλειθυίας, ἀλλʼ οὐκ ὀνόματα. γελοῖόν τε ἐξ ὀνόματος προθέμενον εἰπεῖν πάσας, ὥσπερ ἀποκαμόντα εἰπεῖν “ἄλλαι δʼ αἱ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἧσαν.” ὁ δὲ Καλλίστρατος οὐδὲ ἐν τῇ Ἀργολικῇ φησὶν αὐτοὺς φέρεσθαι. τό τε ἔνθα οὔτε χρόνον σημαίνει οὔτε τόπον, διακόπτεταί τε ἡ λύπη τῷ καταλόγῳ.
δεῖ ποιεῖσθαι· οἰκεῖον γὰρ Νηρεΐδι παρὰ τὴν ἅλα παρῆχθαι.
τοῦτο ἀγνοοῦσαν φαίνεσθαι.
“οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος” (Il. 9, 353)· “καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο” (Il. 2, 292). προσέθηκα δὲ μὴ μεταξὺ πιπτουσῶν λέξεων διὰ τὸ “ἄπο πλυνοί εἰσι πόληος” (Od. 6, 40)· οὐ γὰρ ἐπλησίασε τῇ πόληος γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξεις.
καὶ Ἀρίσταρχος, οἷον ταραχώδη. ἢ ἀκούσια, ἃ οὐκ ἄν τις ἑκὼν πάθοι. ὁμοίως δὲ καὶ Ἀλεξίων· καὶ ἔχονται τοῦ δηλουμένου. πρὸς τὴν συναλοιφὴν, ὅτι ἀεκήλια ἐκληπτέον κατὰ ἀπόφασιν τοῦ ἑκήλου, ἐφ᾿ οἷς οὐχ οἷόν τε ἡσυχάζειν.
ἵνα ὁ λόγος ᾖ τοιοῦτος· νῦν δʼ ἵνα καὶ σὺ πενθήσῃς τὸν υἱὸν ἀπολέσασα, τοῦτον οὐχ ὑποδέξῃ ὑποστρέψαντα οἴκαδε. ἢ παντελῶς παραιρεθήσεται ἡ ὑποστιγμὴ, κοινοῦ νοουμένου ἄνωθεν τοῦ “ἀνέρος ἔμβαλον εὐνῇ.”
δὲ ὁ Ἀσκαλωνίτης περισσὸν τὸ ἔδησέ φησιν.
ἔφη (Scut. 29 et 128).
ἠθικός· νῦν δʼ ἐπεὶ μήτε εἰς τὴν πατρίδα ὑποστρέψαι εἱμαρμένον ἐστὶ μήτε ἐξεδίκησα τοὺς ἀναιρεθέντας, τὸ φιλονεικεῖν ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο. ἢ τὸ ἑξῆς τοῦ λόγου, νῦν δʼ ἐπεὶ οὐ νέομαι, νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς. καὶ γὰρ ἐπανείληφε τὸ χρονικὸν ἐπίρρημα ὥσπερ εἰς ὑπόμνησιν τῆς ἀρχῆς ἣν παραλιπὼν παρεξέβη.
ἦν πᾶσιν ἑαυτοὺς ἐπαινεῖν.
ἐναντίωσις τοὺς φρονίμους ἐξίστησι τῶν λογισμῶν.
πυρώσεως γένοιτο. ἡ δίνη δὲ παρέπεται τοῖς ὀργιζομένοις διὰ τὸ σπεύδειν ἀμύνασθαι τὸν ἀντίπαλον. τὸν δὲ καπνὸν παρείληφε πρὸς τὴν αὔξησιν.
πρῶτος δὲ Ὅμηρος τὸν θυμὸν ἀπὸ λογισμοῦ σβεννύμενον ἐδογμάτισεν.
μανῆναι καὶ τοὺς υἱεῖς ἀνελεῖν καὶ οὕτως ἀπαθανατισθῆναι. σημειοῦν- ται δὲ τὰ ἔπη πρὸς τὴν ἀθέτησιν τὴν “αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι τέρπετο” (Od. 11, 602), ὅτι οὐκ οἷδεν αὐτὸν ἐκθεωθέντα.
ἄλλως τὴν μητέρα παραμυθούμενος, τὸ καὶ τοὺς κρείττους τεθνηκέναι.
ῥητέον δὲ ὅτι πρός τί ἐστι τὸ πολύ· καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ ἦν ἀφεστῶτι· φιλοπόλεμος γάρ ἐστι. λέγει οὖν ὅτι ἀθρόα αὐτοῖς ἀποδώσω, κἂν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέστην, ὡς καὶ ἡμεῖς ἐν τῷ βίῳ λέγομεν “ἡ μία μοι ἡμέρα αἰών ἐστιν.”
ἀλλὰ καὶ ἐπιρρώννυσιν; ἢ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέσθαι. τὸν οὖν μετʼ εὐκλείας συναινεῖ θάνατον· διόπερ τῆς μοίρας οὐ προεῖπεν αὐτῷ μὴ προέληται τὴν εἰς οἶκον ἀνακομιδήν. πῶς δὲ χάλκεα λέγει τὰ παῤ Ἡφαίστου ὅπλα ἀπὸ τῆς χείρονος ὕλης; ἔχει γὰρ καὶ κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν· κοινότερον οὖν καὶ χαλκεῖς
ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους· “ἦλθε δὲ χαλκεύς” (Od. 3, 432) Ὅμηρος τὸν χρυσοχόον λέγων. στικτέον δὲ ἤτοι ἐπὶ τὸ ἐτήτυμον, ἵνα λείπῃ τὸ ἐστίν, ὁ δὲ λόγος, ταῦτα ἀληθῶς ἐστίν. ἢ συναπτέον· ἔστι δὲ σχῆμα σολοικοφανὲς, ὅτι τῷ πληθυντικῷ τὰ ἑνικὰ ἐπενήνεκται, ἐτήτυμον κακόν. ἀλλὰ τὸ μὲν ἐτήτυμον δύναιτʼ ἂν ἀντὶ
ἐπιρρήματος κεῖσθαι, τὰ δὲ ἄλλα παραπλήσια ἐκείνῳ δύναται εἶναι “δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσι;” (Il. 4, 31).
τὸ Ὁμηρικὸν ἔθος.
οὐ γὰρ ὑπὸ τοῦτον τὸν καιρὸν ὁ Ἕκτωρ ἑλκύσαι τὸν Πάτροκλον ἐβούλετο, ἵνα αἰκίσηται, ἀλλʼ ἔμπροσθεν (Il. 17, 125). ὅτε δὲ Γλαῦκος ὠνείδισε τῷ προλελοιπότι τὸ σῶμα τοῦ Σαρπηδόνος τοῖς Ἀχαιοῖς, τότε ἑλκύσαι φιλοτιμεῖται τὸν Πάτροκλον εἰς ἀντικατάλλαξιν τοῦ Σαρπηδόνος, οὐκ εἰς αἰκίαν. ὅταν μὲν οὖν ὕστερον ἡ Ἶρις
εἴπῃ τῷ Ἀχιλλεῖ ὅτι βούλεται ὁ Ἕκτωρ τὸν Πάτροκλον αἰκίσασθαι, νοητέον μὴ τἀληθὲς ὑποφαίνειν, ἀλλὰ παρορμῆσαι αὐτὸν εἰς τὴν κατὰ τῶν βαρβάρων ὀργήν.
πρὸς τί δὲ λυπούμενος ἑστήκει, ἀλλʼ οὐκ ἰάχων καὶ ἐπεγκελευόμενος τοῖς Τρωσὶν ἀφαιρεῖσθαι τὸν νεκρόν;
γὰρ τοὺς οἰομένους πλεονασμὸν εἶναι τοῦ δ καὶ δασύνοντας· διδάσκει γὰρ ἡμᾶς ὁ ποιητὴς καὶ διʼ ἄλλης κλίσεως τὸ ἀκόλουθον κίνημα· ὡς γὰρ τίθενται, οὕτως δίενται· “ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται” (Il. 23, 475). ὥσπερ οὖν παρὰ τὸ τίθενται ἔστιν ἀπαρέμφατον τίθεσθαι, οὕτως καὶ παρὰ τὸ δίενται τὸ δίεσθαι. ἐπίσταται
δὲ καὶ ὑποτακτικὸν αὐτοῦ. “τόν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται” (Il. 17, 110).
γὰρ ἄλλον τὸν σπουδάζοντα ἢ τὸν ἀνελόντα.
κελεύει. καὶ οὐδέποτε κατὰ τὸ οὐδέτερον λέγει Ἴλιον.
τοῦ γάρ ἄρχεσθαι.
ἀναφέρεται δὲ πρὸς τὸ “στεῦτο δὲ διψάων” ἐν τῇ Ὀδυσσείᾳ (11, 583).
καὶ ἐμάχετο· Ἀχιλλεύς φησιν “ἤ οἱ τότε χεῖρες ἄαπτοι μαίνοντο” (Il. 16, 244). τινὲς δὲ ὅτι τὰ μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προστιθεμένων, τὰ δὲ ἐλάττονα τῷ μείζονι οὐκέτι. ῥητέον δὲ ὅτι δύναταί τις καὶ ἐλάττοσι πρὸς καιρὸν χρῆσθαι. Κράτης, ὅτι τὰ Πατρόκλου Αὐτομέδων εἶχεν, ὅπως ἰσωθῇ τὸ εἶδος καὶ δόξωσιν εἶναι
ὁ μὲν Ἀχιλλεὺς, ὁ δὲ Πάτροκλος.
τὸν Θρᾷκά φασιν Ἀρίσταρχον πρώτῃ ταύτῃ χρώμενον τῇ γραφῇ μεταθέσθαι, καὶ γράψαι ὡς δʼ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέῤ ἵκηται. ἐμφατικῶς τὸ ἐν πολέμῳ πῦρ ἐπιτεθὲν τῷ Ἀχιλλεῖ παρέβαλε τῷ ἐν πολεμουμένῃ ἁπτομένῳ.
ἀπὸ τῶν τειχῶν διεγείρειν, τῇ δὲ νυκτὶ φλόγα, τὴν ἀπὸ τῶν περιοίκων βοήθειαν καὶ συμμαχίας ἐπικαλουμένους· οὐδέπω γὰρ ἦν εὑρεθεῖσα ἡ σάλπιγξ.
Ἥρας ἀνηκουστῶν, διὰ τὸ μὴ πεφηνέναι ἐν τῷ πολέμῳ. ἄλλως δὲ οἰκονομία ἐστὶ τοῦ ποιητοῦ τὸ τοιοῦτο, ἵνα μὴ δόξῃ ἄπιστα λέγειν εἰσαγαγὼν τὸν Ἀχιλλέα χωρὶς ὅπλων εἰς τὴν μάχην.
ἕλκεσθαι δὲ ἄκοντα τὸν ἥλιον ὑπὸ τῆς δίνης ὑπὸ τὰς δυσμάς.
ἔπειξιν.
τὰ δὲ ἐναντία ἐπὶ τοῦ ἄφρονος· “οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω” (Il. 1, 343).
μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς ὥρας ἀκρίβειαν. Ἡράκλειτος ἐντεῦθεν ἀστρολόγον φησὶ τὸν Ὅμηρον, καὶ ἐν οἷς φησὶ “μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλὸν, ἐπὴν τὰ πρῶτα γένηται” (Il. 6, 488).
οὐ τὰ αὐτὰ ἐπιτηδεύουσιν, ἀλλʼ ὁ μὲν συνετὸς, ὁ δὲ πολεμικός. οὐδὲν ἄρα χρήσιμος ὁ χρόνος τοῖς ἀφυέσι πρὸς τὰ χρήσιμα.
ἐκεῖνο λέγει.
καὶ τοὺς ἀνὰ τοῦ πεδίου καὶ τοὺς ἀνὰ τῆς πόλεως φυλάττοντας νῦν· ὕστερον δὲ ἅμα ἡμέρᾳ ἡμεῖς πολεμήσομεν.
οὐδʼ ἐπʼ ἐκείνου “τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν” (Il. 1, 29). στικτέον δὲ ἐπὶ τὸ ἐκπέρσει· μᾶλλον γὰρ οὕτως ἐμφαίνει· ἐὰν δὲ συνάπτηται, ἀδιανόητον γίνεται.
πρὸς τὸν πόλεμον καὶ παρέχωσι τοῖς συμμάχοις, οἷον ὁ Ἕκτωρ ἔφη “τὰ φρονέων δῶρα κατατρύχων” (Il. 17, 225).
δὲ, ὡς ἵνα φυλάσσηται τὰ κτήματα, συνεβούλευεν ἀπὸ τοῦ τείχους ἀμύνεσθαι.
ὑπὸ τούτων ταῦτα δαπανηθῆναι. ἴσως δὲ ταῦτα κατηγορεῖ ὁ Ἕκτωρ, ἵνα σώζηται αὐτῷ τὰ χρήματα.
τὴν ἀπιστίαν.
τοὺς Τρῶας, πρῶτον μὲν ἡ ἄνοια ἡ βαρβαρικὴ, δεύτερον δὲ τὰ χρήματα ἃ προέτεινεν αὐτοῖς, τρίτον ὅτι τὴν μὲν ἀπόλαυσιν ἐκείνοις ἐχαρίσατο, τὸν δὲ κίνδυνον αὐτὸς ἐπανεὶλεν.
καὶ ἐφ᾿ ἑνὶ εἴδει, τῷ θρήνῳ.
ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει· τὰ γὰρ εἰς νος λήγοντα μετʼ ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ, ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ ν, βαρύνεσθαι θέλει, ὕμνος κύκνος λύχνος Κύθνος. οὕτως ἄρα καὶ σκύμνος. ἡ διπλῆ δὲ, ὅτι οὕτως τοὺς κυνηγοὺς καταχρηστικῶς λέγουσιν οἱ ποιηταί.
Μενοιτίου οὐκ ἀντιδώσοντος τὸν παῖδα διὰ τὴν πρὸς τὸν υἱὸν φιλο- 37 στοργίαν, εἰ μὴ Ἀχιλλεῖ κατεπίστευσεν ὡς σῶσαι ἱκανῷ ὄντι καὶ ἐπαγγειλαμένῳ τοῦτο.
ἄγῃ” (Il. 7, 334).
δοτικὴ δισύλλαβος ἐπὶ ὀνομάτων ὀξύνεσθαι θέλει, φωτί παντί θητί. οὕτως γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ ἐν τῇ Ψ λέγει ὅτι δεῖ ὀξύνειν κατὰ τοῦτον τὸν κανόνα. οὕτως γὰρ καὶ Ἀρίσταρχος. εἰσὶ δὲ οἳ περισπῶσιν, οὐ καλῶς. εἶτα ἐπάγει οὕτως· παραιτητέον δὲ τὸν Ἀσκαλωνίτην οἰόμενον ἀπὸ τῆς λίς εὐθείας κεκλίσθαι τὴν λιτί δοτικὴν
καὶ τὴν λῖτα αἰτιατικήν· οὐ γάρ ποτε ἐμελέτησε τὰ εἰς ις μονοσύλλαβα διὰ τοῦ τ κλίνεσθαι. μεταπλασμὸς οὖν ἐστὶ τῆς λιτῷ δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ· καὶ ἡ αἰτιατικὴ λῖτα μεταπέπλασται ἐκ τῆς λιτόν ὡς κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ “κάθηράν τε ῥύπα πάντα” (Od. 6, 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον,
τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης τῆς τινά κατὰ ἀόριστον προφοράν.
τὸ ἑξῆς ὑπέθηκε. τὸ μέντοι ἐν τῇ Ὀδυσσείᾳ (4, 131) “τάλαρόν θʼ ὑπόκυκλον” κατὰ σύνθεσιν ἀνεγνωσμένον ἑτέρου ἔχεται σημαινομένου.
αὐτῆς ὡς κατὰ χρείαν γενομένην. Πλάτων δὲ πρὸς τοῦτο γενόμενός φησι “Πλάτων νύ τι σεῖο χατίζει.”
δαίδαλα πάντα.
χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο” (Il. 17, 52).
ἔχουσα” (Il. 21, 395.)
καὶ γίνεται ἐτεός. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει ὡς “ἐτὰ Τημένιδος χρύσεον γένος,” καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς “οὐκ ἐτός” ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτὸν, τουτέστι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται ὁ τόνος· ὁρᾶται γὰρ σύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον ἄκλητον
ἄκμητον· οὕτως ἄητον.
ὄντα τὸν Ἥφαιστον, περὶ οὗ φησὶ “πέλωρ αἴητον ἀνέστη” (410). ὡς καὶ τὸ “στησαμένη μέγαν ἱστόν” (Od. 2, 94).
ἱκάνεις.
πρὸς πάθος αὐτῇ συμβάλλεται.
οὐ Χείρων, ὡς οἱ νεώτεροι.
τελευτήσας ἀπώλεσε τὰ ὅπλα καὶ πάρεστιν ἕτερα ληψομένη. διὰ μέντοι τούτων οὐδὲν ἀναγκαῖον λέγεται. καὶ ψεῦδος περιέχουσιν· οὐ γὰρ ταῖς λιταῖς πεισθεὶς Ὀδυσσέως καὶ Αἴαντος ἐξέπεμψε τὸν Πάτροκλον, ἀλλʼ ὕστερον ἑκουσίως ὁ Πάτροκλος κατελεήσας τὴν φθορὰν τῶν Ἑλλήνων ἱκέτευσε δοθῆναι αὐτῷ τοῦ Ἀχιλλέως τὰ ὅπλα.
γὰρ τῷ ω τὸ ι.
ἐπὶ τὸν θώρακα, οὐκ ἐπὶ τὸν Πάτροκλον οὔσης, ὡς ᾠήθησάν τινες.
ἐπιφερόμενον. ὁ δὲ λόγος, εἴθε γὰρ αὐτὸν καὶ τοῦ θανάτου δυναίμην ἀπαλλάξαι ὡς κάλλιστα όπλα ἕξει.
λοιπὰ, ἀρκεσθεὶς τῇ κεφαλαιώδει προεκθέσει. Ὅμηρος δὲ οὐκ ἂν προετραγῴδησεν τὰ κατὰ τὰς φύσας, εἰ μὴ καὶ τὴν τῆς ποικιλίας κατασκευὴν ἔμελλε διατίθεσθαι.
νέον.
μᾶλλον δὲ ἐπὶ τοῦ διχοτομήματος αὐτοῦ· ὁ γὰρ ταῦρος σῶος οὐκ ἀνηστέρισται, ἀλλʼ ἕως τῶν ἰσχίων. αὗται δέ εἰσιν Ἄτλαντος καὶ Πληϊόνης θυγατέρες, ὧν τὰ ὀνόματα Μαῖα, Ταϋγέτη, Κελαινὼ, 48 Μερόπη, Ἠλέκτρα, Στερόπη, Ἀλκυόνη. Ἄτλας δὲ εἷς τῶν Γιγάντων μιγεὶς Πληϊόνῃ τῇ·Ὠκεανοῦ ἔσχε θυγατέρας ζ΄, αἳ τὴν παρθενείαν ἀγαπήσασαι συνεκυνήγουν τῇ Ἀρτέμιδι. θεασάμενος δὲ Ὠρίων ἠράσθη, καὶ ἐδίωκεν αὐτὰς μιγῆναι βουλόμενος. αἱ δὲ περικατάληπτοι γενόμεναι θεοῖς ηὔξαντο μεταβαλεῖν τὴν φύσιν· Ζεὺς δὲ
ἐλεήσας αὐτὰς καὶ διὰ τῶν ἄρκτων κατηστέρισεν. ὠνομάσθησαν δὲ Πληιάδες ἀπὸ Πληιόνης τῆς μητρὸς αὐτῶν. φασὶ δὲ Ἠλέκτραν, οὐ βουλομένην τὴν Ἰλίου πόρθησιν θεάσασθαι διὰ τὸ κτίσμα εἶναι τῶν ἀπογόνων, καταλιπεῖν τὸν τόπον οὗ κατηστέριστο· διόπερ οὔσας πρότερον ζ΄ γενέσθαι Ϛ΄. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.
Πολυξοῖ. αὗται θρέψασαι τὸν Διόνυσον περιῄεσαν σὺν αὐτῷ, τὴν εὑρεθεῖσαν ἄμπελον ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις χαριζόμεναι. Λυκοῦργος δὲ μέχρι τῆς θαλάσσης συνεδίωξε τὸν Διόνυσον· ἐκείνας δὲ ὁ Ζεὺς ἐλεήσας κατηστέρισεν. ἡ ἱστορία παρὰ Φερεκύδει.
θρηνοῦσαι ἀπόλλυνται, τὰς δὲ λοιπὰς διʼ οἶκτον καταστερίσας Ζεὺς Ὑάδας ἐπωνόμασεν ἐπωνυμίᾳ τοῦ ἀδελφοῦ. αἱ δὲ πλείους ζ΄ βραδέως μὲν, πλὴν ἀποθανοῦσαι Πληϊάδες εἴρηνται. Φερεκύδης δὲ, καθὰ προείρηται, τὰς Ὑάδας Δωδωνίδας νύμφας φησὶν εἶναι καὶ Διονύσου τροφοὺς, ἃς παρακαταθέσθαι τὸν Διόνυσον Ἰνοῖ διὰ τὸν Ἥρας φόβον,
καθʼ ὃν καιρὸν αὐτὰς καὶ Λυκοῦργος ἐδίωξεν. τῶν δὲ Πληϊάδων οὐσῶν ἑπτὰ πάνυ ἀμαυρὸς ὁ ἕβδομος ἀστήρ ἐστιν, ὡς μὲν Ἄρατος 49 50 51 52 53 54 ἐν τῷ πρὸς Θεόπροπον ἐπικηδείῳ φησὶν, Τροίας πορθουμένης τὴν Δαρδάνου μητέρα Ἠλέκτραν, μίαν οὖσαν τῶν Πλειάδων, φυγεῖν τε τὴν τῶν ἀδελφῶν σύνοδον καὶ τὰς κόμας λύσασαν ἐνίοτε κομήτην ἀστέρα φαίνεσθαι. φησὶ δὲ καὶ Ἑλλάνικος ἐν τῷ πρώτῳ τῶν Ἀτλαντικῶν τὰς μὲν Ϛ΄ θεοῖς συνελθεῖν, Ταϋγέτην Διὶ, ὧν γενέσθαι
Λακεδαίμονα, Μαῖαν Διὶ. ἀφʼ ἇν Ἑρμῆς, Ἠλέκτραν Διὶ, ὧν Δάρδανος, Ἀλκυόνην Ποσειδῶνι, ὧν ῾ Υριεὺς, Στερόπην Ἄρει, ὧν Οἰνόμαος· Κελαινὼ Ποσειδῶνι καὶ αὐτὴν συγγενέσθαι, ὧν Λύκος· Μερόπην δὲ Σισύφῳ θνητῷ ὄντι, ὧν Γλαῦκος· διὸ καὶ ἀμαυρὰν εἶναι. Ὑάδας δὲ εἴρηνται ἤτοι παρὰ τὸ σχῆμα τῆς τῶν
ἀστέρων θέσεως (τῷ γὰρ στοιχείῳ παραπλήσιόν ἐστιν), ἢ ἐπεὶ ἀνατελλουσῶν αὐτῶν καὶ δυνουσῶν ὕει ὁ Ζεύς. αἱ δὲ Πλειάδες ἤτοι ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης, ἢ ὅτι πλείους ὁμοῦ κατὰ μίαν συναγωγήν εἰσι (βότρυν γὰρ αὐτὰς λέγουσιν)· ἢ ὅτι πλείους μὲν καὶ ζ΄ εἶναι δοκοῦσιν, ἐπὶ δὲ τῆς ἀληθείας ἐλάττους εἰσίν·
ἢ πλησιάδες (πλησίον γὰρ κεῖνται)· ἢ ὅτι πλείους διʼ αὐτῶν αἱ τῶν ὡρῶν ἐπισημασίαι· ἢ ὅτι πλειῶνος, ὅ ἐστιν ἐνιαυτοῦ, σημαντικαί· χειμῶνα γὰρ καὶ θέρος διορίζουσιν, καθὸ ἐπιφέρονται, καὶ διὰ μόνων αὐτῶν σημειοῦνται τὰς ἑῴας ἐπιτολὰς πρὸς θέρος καὶ τὰς ἑσπερίους πρὸς ἄροτον, ὡς Ἡσίοδος “Πληϊάδων Ἀτληγενέων
ἐπιτελλομενάων ἄρχεσθʼ ἀμήτοιο, ἀρότοιο δὲ δυσομενάων” (Ο. 381). τὰς δὲ Ἄτλαντος ἀτυχίας κλαιούσας αὐτὰς καταστερισθῆναί φησιν ὁ Αἰσχύλος. Πληϊάδων δὲ ἀνατολὴ ἑῴα ἡλίου ὄντος ἐν διδύμοις, δύσις δὲ ἑῴα κατὰ τὴν διάμετρον ἡλίου ὄντος ἐν σκορπίῳ· ταύρου δὲ ὄντος ἡλίῳ κατὰ τὸ εἰκὸς ἑκατέρωθεν ἐπίφασις γίνεται. καὶ γὰρ τὸν
προανατέλλοντα κριὸν ἐπὶ ε΄ ἡμέρας προκαταλάμπει κατʼ ἀρχὰς ἐγγὺς ὢν αὐτοῦ, καὶ τοὺς προανατέλλοντας διδύμους ἐπʼ ἄλλας 55 56 57 ἡμέρας έ, ὥσπερ τὸ ἔν τινι καιόμενον πῦρ θέρμης ἀπόρροιαν ἔχει βραχεῖαν καὶ πρὸς τοὺς ἑκατέρωθεν. διὰ τοῦτο καὶ Ἡσίοδος ἔφη “αἱ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα κεκρύφαται” (O. 383), διότι καταυγάζονται.
ἄστρον μέγιστον ἐν τῷ οὐρανῷ κατηστερισμένον οὕτως, Διὸς Ποσειδῶνος καὶ Ἑρμοῦ παῖς. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης, μιᾶς τῶν Ἄτλαντος θυγατέρων, ᾤκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, φιλοξενώτατος δὲ γενόμενος ὑπεδέξατό ποτε καὶ θεοὺς. Ζεὺς γὰρ καὶ Ποσειδῶν καὶ Ἑρμῆς ἐπιξενωθέντες αὐτῷ, καὶ τὴν φιλοφροσύνην
ἀποδεξάμενοι, παρῄνεσαν αἰτεῖν τι ἂν βούλοιτο. ὁ δὲ ἄτεκνος ὢν ἠτήσατο παῖδα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν ἀπεσπέρμηναν εἰς αὐτὴν, καὶ ἐκέλευσαν κρύψαι κατὰ γῆν καὶ μετὰ δέκα μῆνας ἀνελέσθαι· ὧν διελθόντων ἐγένετο ὁ Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὐρῆσαι ὥσπερ τοὺς θεοὺς, ἔπειτα
δὲ κατʼ εὐφημισμὸν Ὠρίων. συγκυνηγετῶν δὲ οὗτος Ἀρτέμιδι ἐπεχείρησεν αὐτὴν βιάσασθαι. ὀργισθεῖσα δὲ ἡ θεὸς ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον ἀπέκτεινε. Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν· διὸ τοῦ σκορπίου ἀνατέλλοντος Ὠρίων δύνει. ἡ ἱστορία παρὰ Εὐφορίωνι.
τῇ δασείᾳ· ἔνθεν παρʼ αὐτοῖς καὶ ἡ συναλοιφὴ διὰ δασέος, καθημαξευμένα.
ἔχειν ἀνακεκλασμένην τὴν οὐρὰν, ἧς Ὅμηρος οὐ μέμνηται ὡς ὕστερον εὑρεθείσης ὑπὸ Θαλοῦ τοῦ Μιλησίου, ἑνὸς τῶν ζ΄ σοφῶν.
αὐτὸν ὡς κυνηγέτην· βλέπει γὰρ ἡ μεγάλη ἄρκτος πρὸς τὸ τοῦ Ὠρίωνος ἄστρον. πόλοι δὲ καλοῦνται τὰ ἄκρα τοῦ ἄξονος περὶ ἃ ἀποτελεῖται καὶ στρέφεται ὁ κόσμος.
δὲ ἥ τε Κυνόσουρα καλουμένη ἄρκτος, καὶ ὁ διʼ ἀμφοτέρων τῶν ἄρκτων δράκων, καὶ ἡ χεὶρ τοῦ Βοώτου, μέρη τε τοῦ Κηφέως τὰ ἀπὸ ἰξύος ἕως ποδῶν.
κατασκευάζων οὕτως, τὴν μὲν προτέραν, ἐπεὶ κατὰ γένεσιν τοῦ κόσμου πρώτη πόλις αἱ Ἀθῆναι, κατὰ δὲ τὴν φύσιν τῶν στοιχείων ὁ θεὸς τὴν πόλιν τειχοποιεῖ. ἐπιφέρει δὲ γάμους καὶ ὑμεναίους· ἐν Ἀθήναις γὰρ ταῦτα πρῶτον ἤχθη, αὐλούς τε ἐν τοῖς γάμοις εὗρεν Ἀθηνᾶ δίκην τε ἐν τῇ πόλει· παρὰ γὰρ Ἀθηναίοις πρῶτον ἐγένετο
δικαστήριον ἐπὶ Ἁλιρροθίῳ τῷ Ποσειδῶνος. οἱ δὲ δικασταὶ Ἀθήνησι μισθὸν λαμβάνουσι, καὶ διὰ τοῦτο λέγει κεῖσθαι ἐν μέσῳ χρυσοῦ δύο τάλαντα. τὴν δὲ ἑτέραν πόλιν οὖσαν τὴν Ἐλευσῖνα· πόλεμον δὲ ἔσχον Ἀθηναῖοι πρὸς Ἐλευσῖνα, ὃν αὐτοῖς ἐπολέμησεν Εὔμολπος ὁ Ποσειδῶνος. βοηθοί τε αὐτοῖς εἰσὶν Ἄρης τε καὶ Ἀθηνᾶ, ὁ μὲν
χάριν ἀποδιδοὺς ὅτι ἀπελύθη κριθεὶς ἐν Ἀρείῳ πάγῳ, ἡ δὲ ὅτι τῆς πόλεως ὡς οἰκείας ἐκήδετο. καὶ τὰ ἐπαγόμενα δὲ ἴδια Ἐλευσῖνος “εὐρεῖα τρίπολος” (542), ἐπείπερ Ἐλευσῖνι πρῶτον καρποὺς Δημήτηρ 60 61 62 ἔδωκεν, ἡ δὲ “ σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν” (561), ἐπὶ Ἰκαρίῳ καὶ Διονύσου πορείᾳ. ὁ δὲ ποικιλλόμενος χορὸς Ἀριάδνης καὶ Θησέως ἔχει πράξεις. ἴδιος δὲ καὶ ὁ τεχνίτης τῶν Ἀθηνῶν Ἥφαιστος· Ἐριχθονίῳ γὰρ τῷ υἱῷ χαριζόμενος βασιλεύοντι τῶν Ἀθηνῶν τὴν τοιαύτην κατασκευὴν παρεισήγαγε. τὸν δὲ Ἄρειον
πάγον ἑρμηνεύει τὸν ἱερὸν κύκλον· οἱ δὲ δικασταὶ Ἀθηναῖοι.
ἀπίθανος ἡ γραφή.
γαμήλιος ᾠδή. τὸν δὲ ὑμέναιον ἐτυμολογοῦσιν οἱ μὲν ἀπὸ τοῦ ναίειν ὁμοῦ τὸν νυμφίον καὶ τὴν νύμφην, ἄλλοι δὲ φυσικῶς, ἐπεὶ ὑμήν ἐστιν ὁ ῥηγνύμενος ἐν τῇ τῶν παρθένων διακορήσει. οἱ δὲ, ὅτι Ὑμέναιός τις Ἀργεῖος παραπλέων τὰς Ἀθήνας κατέλαβεν Ἀττικὰς παρθένους ἁρπαζομένας ὑπὸ Πελασγῶν τινῶν, αἷς ἐπιφανεὶς αἴτιος ἐγένετο τοῦ
μὴ βιασθῆναι, ἀποδιώξας τοὺς Πελασγούς. διὰ τοῦτο οὖν αἱ νομίμως γαμούμεναι, ὥσπερ ἐπικαλούμεναι αὐτὸν, ὕμνον τινὰ ἔλεγον εἰς αὐτὸν, ὃν ἐκάλουν ὑμέναιον.
παρὰ τοῖς Ἀττικοῖς τῶν ὑποφονίων, ἃ ἐδίδοσαν τοῖς οἰκείοις τῶν 63 64 65 66 67 68 ἀνῃρημένων οἱ ἀνελόντες· λέγεται δὲ καὶ κοινῶς πᾶσα ἀντέκτισις ποινή.
πάντα ἀποδεδωκέναι, οὐ τῷ δήμῳ παραδεδωκέναι.
ὅθεν καὶ δασύνεται, ἐπεὶ τὸ πρὸ τοῦ Ϛ μόνου δασύνεται. πρόσκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴστρος ψιλοῦται.
ἡλικίας.
πολιορκία γὰρ ἦν καὶ οὐ πεδιὰς ἡ μάχη. ἢ δύο στρατοὺς τὸν ἐν τῇ πόλει καὶ τὸν ἐπελθόντα φησίν.
κτημάτων.
σολοικοφανὲς, φησὶ, τέκνα ἐφεσταότες καὶ ἄλοχοι. εἰ δὲ ἐν τοῖς τέκνοις εἰσὶ καὶ ἄρρενες, τί κωλύει πρὸς τὸ σημαινόμενον αὐτὸν ἀπηντηκέναι, ὡς καὶ ἐπʼ ἄλλων μυρίων: “νεφέλη δέ μιν ἀμφιβέβηκε, τὸ μὲν οὔ ποτʼ ἐρωεῖ” (Od. 12, 75.) “νωμῆσαι βῶν, τό μοί ἐστιν” (Il. 7, 238.) οὕτως καὶ ἐνθάδε ἑσταότες παῖδες.
γένος, ὑπερβατῷ δὲ ἀμφότερα λύεται.
ἑνὸς ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύνασθαι περισπωμένην ἐπὶ βραχείας εἶναι. τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάσης καταλήξεως ἐχούσης παρασχηματισμόν οὐδετέρου, μέλας μέλαν, τάλας τάλαν, 74 75 πᾶς πᾶν, εὐμήκης εὔμηκες, ταχὺς ταχύ, φίλος φίλον, σώφρων σῶφρον. ὅθεν εἰ οὕτως ἀνέγνωμεν “οὐδὲν ὄλιζον ἕξομεν,” καὶ τὸ ὀλίζων βαρύνειν ὀφείλομεν. καὶ γὰρ οὐδέποτε τοῖς εἰς ων ὀξυνομένοις ὀνόμασι παράκειται οὐδετέρου παρασχηματισμὸς, τοῖς μέντοι βαρυνομένοις, σῶφρον τλῆμον. εἰ δὴ παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ
τὸ ἀρσενικὸν βαρύνεται· ἐσχημάτισται δὲ συγκριτικῶς κατὰ πάθος. παρὰ γὰρ τὸ ὀλιγώτερος κατὰ δεύτερον τύπον τὸ ὀλιγίων μὴ εἰρημένον συγκριτικῶς, ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος, ἐξέπιπτε τρίτος τύπος ὁ διὰ δύο σσ, ὀλίσσων· τὰ δὲ δύο σσ μετέπεσεν εἰς τὸ ζ, καὶ ἀπετελέσθη τὸ ὄλιζον. οὕτως οὖν ἐσχηματίσαμεν καὶ τὸ μεῖζον, λέγω
δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν στοιχείων.
ἐν ὀνόμασιν· παρὰ γὰρ τὸ ἄσσω καὶ κατάσσω καὶ μέλλοντα τὸν ἄξω καὶ προστακτικὸν τὸ “ἆξον δὴ ἔγχος Διομήδεος (Il. 6, 306) ἡ ἀξίνη συστέλλει τὸ α, παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι ἐκτείνομεν ὄνομα Ἄρην· “πισσοκωνίας Ἄρης” Κρατῖνος.
λοχᾶν, ἢ καὶ διὰ τὴν τέρψιν τῶν συρίγγων.
ἀπὸ τοῦ εἴρειν, ἐστι λέγειν.
ἀδελφεός.
μισθοῦ ἐργαζόμενος.
οὐκ ἐξ ἐντέρων κατεσκευάζοντο τὰς κιθάρας, οὐχ ὅσιον οὐδὲ θεοῖς ἀρεστὸν εἶναι ὑπολαμβάνοντες διὰ τὸ ἐκ νευρῶν πεποιῆσθαι, 78 ἀλλʼ ἐκ λίνου πεποιημένου. ἢ λίνον δʼ ὑπὸ καλὸν ἄειδεν ἀντὶ τοῦ τὴν ἐπὶ Λίνῳ τῷ Ἀπόλλωνος παιδὶ ᾠδὴν, ὄντι νηπίῳ καὶ ὑπὸ κυνῶν ποιμενικῶν διασπασθέντι πρώτην ᾀσθεῖσαν.
ὥσπερ εἰ ἔλεγε παιᾶνα ᾖδεν ἤ τι τοιοῦτον· διὸ ἡ διπλῆ.
παρασχηματισμὸν ἔχει θηλυκοῦ, σιγηλός ὑψηλός ἀπατηλός, μὴ οὕτως δὲ ἔχοντα βαρύνεσθαι, βέβηλος κίβδηλος κάπηλος. εἰ δὴ καὶ τὸ ἐρύγμηλος οὐκ ἔχει θηλυκὸν, δῆλον ὅτι ὑγιῶς βαρυτονηθήσεται καὶ οὐ δεόντως αὐτὸ Τυραννίων ὀξύνει. ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸς “ἤρυγεν ἑλκόμενος Ἑλικώνιον” (Il. 20, 404),
ἐρύγηλος, καὶ ἐν πλεονασμῷ τοῦ μ ἐρύγμηλος.
τὸν δασμὸν ἀποπεμπόμενον Μίνωϊ εἰς Κρήτην, τοὺς δὶς ζ΄ ᾐθέους καὶ παρθένους (ἐτέλουν δὲ τὸν δασμὸν οἱ Ἀθηναῖοι τοῦτον ἐπὶ τῷ δεδολοφονηκέναι Ἀνδρόγεων τὸν παῖδα Μίνωος ἀγωνιζόμενον καὶ νικῶντα παῤ αὐτοῖς τὰ Παναθήναια), ἑκόντα οὖν φασὶν αὑτὸν συγκαταλέξαι τοῖς ἀπιοῦσι, καὶ παραγενόμενον εἰς Κρήτην ἡδέως ὀφθῆναί φασιν
ὑπὸ Ἀριάδνης τῆς τοῦ Μίνωος θυγατρὸς, καὶ διὰ τοῦτο τέχνῃ Δαιδάλου σωθῆναι τρόπῳ τοιῷδε. μίτων ἀγαθῖδα ἔδωκε Δαίδαλος τῇ Ἀριάδνῃ, εἰπὼν δοῦναι τῷ Θησεῖ, ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου τῆς ἀγαθῖδος, οὕτως ἀνελὼν αὐτὴν εἰσέλθοι εἰς τὸν λαβύρινθον, καὶ περιγενόμενος τοῦ θηρίου πάλιν ἔχοι ῥᾳδίαν καὶ εὐεύρετον αὑτῷ τὴν
ἔξοδον τοῦ λαβυρίνθου ποικίλως ἐπιπεπλεγμένας ἔχοντος τὰς εἰσόδους. ἐξελθὼν δὲ μετὰ τὸ νικῆσαι ὁ Θησεὺς μετὰ τῶν ᾐθέων καὶ παρθένων, χορὸν τοιοῦτον ἔπλεκεν ἐν κύκλῳ τοῖς θεοῖς, ὁποία καὶ ἡ τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος αὐτῷ ἐγεγόνει. τῆς δὴ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησεν.
ποτʼ ἐνὶ Κνωσῷ,” καὶ ψιλῶς ἀναγινώσκουσιν, ἵνʼ ᾖ ὁ λόγος, τούτῳ παραπλήσιον μόνον ἐν Κνωσῷ ποτὲ Δαίδαλος ἐποίησεν Ἀριάδνῃ. καὶ οἰήσεταί τις τοῦτο μᾶλλον ἐμφαίνειν τὴν καλλιεργίαν τοῦ θεοῦ, εἴγε μόνον παῤ ἀνθρώποις ἓν παραπλήσιον ἐγένετο, καὶ τοῦθʼ ὑπὸ Δαιδάλου τοῦ διαβοήτου. γελοίως δὲ ἔχει ἡ ἐπίνοια. οὔτε γὰρ ἀπρεπὲς
τὸν θεὸν ἀνθρώπου μιμητὴν γενέσθαι, μᾶλλον δὲ καὶ πρεπωδέστερα τὰ ἔργα ἀπὸ τῶν ἀρχαιοτέρων γίνεσθαι, καὶ μάλιστα ὅταν ᾖ ἐπιτετευγμένα. ἄλλως τε οὐδὲ ὁ ποιητὴς τοῦτο λέγει, ἀλλʼ ἀπλῶς ταῦτα ὅμοια εἶναι, οὐ τὸ ἕτερον τοῦ ἑτέρου μίμημα. εἰ δὲ καὶ τὴν σύγκρισιν ταύτην ἀσεβῆ δόξουσιν εἶναι, ῥητέον τὸ πολλοῖς ἤδη εἰρημένον,
ὅτι ἀπὸ τῶν ἐν ὄψει καὶ γινωσκομένων τὰ ἀφανῆ καὶ ἄγνωστα παριστᾶσιν οἱ τοῖς παραδείγμασι χρώμενοι. Ἡφαίστου μὲν γὰρ ἔργον οὐδεὶς εἶδε πώποτε, Δαιδάλου δὲ πολλοὺς πολλὰ εἰκὸς ἑωρακέναι. καὶ τάχα ὅμοιόν τι εἶχεν ἡ κατασκευὴ, ὅτι ἐξ ᾐθέων καὶ παρθένων, ἢ ὅτι ὀθόνας εἶχον καὶ στεφάνας.
εὑρέθη πρὸ τῶν ἄλλων.
τερπόμενοι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.