ΕΙΣ ΤΗΝ Τ.
ἡμῖν δὲ δοκεῖ, ὥσπερ ἔτι καὶ τοῖς πλείοσι καὶ τῷ Ἀσκαλωνίτῃ, ἓν εἶναι τὸ περικείμενον· ἔμφασις γὰρ μείζων νοεῖται.
λιγέως δὲ ὀξέως ἢ ἡδέως· “μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ” (Od. 15, 399).
ὀξύνεσθαι θέλει, εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως· “οὐλὴν μὲν πρῶτον” (Od. 24, 331), αὐλή ἀπειλή ὠτειλή. οὕτως καὶ εὐλή. τὸ μέντοι “ἑτέρῃ δʼ ἔχεν οὔλας” (Od. 3, 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν, ἴσως βεβαρυτόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ οὐλή. προσέθηκα δὲ εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως διὰ τὸ δείλη βαρυνόμενον·
ἐτυμολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ, δεέλη. ἡ διπλῆ δὲ, ὅτι ἐν τοῖς Ζηνοδότου ἐγγείνωνται διὰ τοῦ ι γέγραπται· δεῖ δὲ σὺν τῷ ε· ἔστι γὰρ ἐγγεννήσωσιν· “οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός” (Od. 20, 202), ὅ ἐστι γεννήσῃς.
δὲ χρόα.
πρὸς τὰ ἐναντία τοῖς τραύμασιν ἀγωνίσματα. ὑπεξαιρούμενος οὖν λέγει ὡς δὴ πρὸς τῷ ὑγιάσθαι ὄντων.
κλητικῆς ἀνάπαυσιν λαβούσης. εἰσὶ μέντοι οἳ ἐνέκλιναν αὐτὸν καθʼ ὑπερβατὸν συντάσσοντες τῷ πέρ, ἵνα τὸ ὅλον τοιοῦτον ᾖ, ἵνα ᾖ ἐρώτησις, Ἀτρείδη, ἆρά τις κρείσσων ἐκ τῆς ἔριδος ἐγένετο ἡμῖν; ἐν δὲ τῇ Χία ὄνειαρ ἐγέγραπτο, ἐν τῇ Μασσαλιωτικῇ ἄμεινον
περισσὴ ἡ ἀπό πρόθεσις, ἀντὶ τοῦ μηνίσαντος. Νικίας ἀναστρέφει τὴν πρόθεσιν· οὐκ ἀναγκαῖον δέ.
κατʼ αὐτὸ, ὡς ἔδοξέ τισιν.
“ὡς καὶ ἐγὼ πολλὰς μὲν ἀύπνους νύκτας ἴαυον” (Il.
325). καὶ ὅτι ἀντὶ τοῦ αἴ κʼ ἐθέλοιεν.
ἐν δὲ τῇ Μασσαλιωτικῇ καὶ Χίᾳ “τοῖσι δʼ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων, μῆνιν ἀναστενάχων καὶ ὑφʼ ἕλκεος ἄλγεα πάσχων.” οὕτως ὁ Δίδυμος.
Ἀγαμέμνων.” ὁ δὲ Ἀγαμέμνων οὐκ ὀρθὸς δημηγορεῖ διὰ τὴν τοῦ τραύματος ἀλγηδόνα· διὸ ἐπιφέρει ὑποτιμώμενος, καλὸν μέν ἐστιν ἑστῶτα δημηγορεῖν, ὡς δηλονότι καθήμενος.
ὑββάλλειν· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν. τοῦτο ἀγνοήσας Ἀρίσταρχος, καὶ οἰηθεὶς παραίτησίν τινα ἐκ τοῦ Ἀγαμέμνονος γίνεσθαι, παρενέθηκε τὸν “αὐτόθι ἐξ ἕδρης.” πρῶτον μὲν οὖν τί ἂν καθέζοιτο τὸν ἀγκῶνα τετρωμένος; ἔπειτα οὕτως ἔρρωται ὥστε ὀλίγον ὕστερον (252) κάπρον ἀποσφάττειν. οὕτως ὁ
Κοτιαεύς.
φησιν Ἡρωδιανὸς ἐν τῷ κʼ τῆς καθόλου.
οὕτως Δίδυμος. τὸ ἀκούσαι παροξυτονητέον· ἔστι γὰρ εὐκτικόν.
γεγονέναι, ἐπεὶ ἀοράτως φοιτᾷ· ἀέρα γὰρ λέγει τὸ σκοτεινὸν κατάστημα· “ἠέρι γὰρ κατέχοντο” (Il.17, 368) καὶ “ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν” (Od. 9, 144).
πάντα λαμβάνει. ἐν δέ τισι θεοὺς διὰ πάντα τέτυκται. στικτέον δὲ ἐπὶ τὸ ῥέξαιμι. καλῶς δὲ ἔχει καὶ κατὰ τὸ τέλος τοῦ στίχου στίζειν, ἵνα οὗτος μὲν ὁ λόγος καθολικὸς ᾖ, θεὸς πάντων τὸ τέλος ἔχει, τὰ δὲ ἑξῆς ἀπʼ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστί ῥῆμα. ὁ δὲ λόγος, Διὸς θυγάτηρ ἐστὶν Ἄτη, ἐξ οὗ τὸ θεῖον καὶ τὸ ἰσχυρὸν
παρίστησιν. ὡς μὲν γὰρ ἡ τριβὴ συνάπτει, ψεῦδος εἶναί μοι δοκεῖ· οὐ γὰρ πάντων ἡ Ἄτη τὸ τέλος ἔχει, ὥσπερ οὐδὲ τῶν ἀγαθῶν.
ἐπὶ τοῦ διηλίτης ὁ διʼ ὅλου ἁμαρτάνων. οὐ προσεκτέον δὲ τοῖς ὑφʼ ἓν ἀνεγνωκόσιν.
οὐδὲ τὸ ἕτερον τέτακται· ἔδει γὰρ ἄλλον. βιάζονται δέ τινες τὸν Ἀγαμέμνονα λέγειν ἐφʼ ἑαυτοῦ καὶ τοῦ Ἀχιλλέως· καθολικὸς δέ 10 ἐστιν ὁ λόγος. κοινότερον γοῦν εἰπὼν ἐπὶ τὸν ἡγεμονικώτατον Δία ἀνῆλθεν. καὶ ὅλως παρῴδηται ἐκ τῶν Λιτῶν (Il. 9, 503)· “βλάπτουσʼ ἀνθρώπους· αἱ δʼ ἐξακέονται ὀπίσσω.”
καὶ ἔστι ποιητικώτερον. ἐν δέ τισι τῶν εἰκαιοτέρων Ζῆνʼ ἄσατο.
ἐμοῦ εἰσίν· ἐπεὶ κἂν ἡ σύναρθρος ἔκειτο, ὅθεν καὶ ἑξῆς φησὶ “τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης,” οἷς τὸ αἷμά ἐστιν ἐκ σοῦ.
ὡς καὶ ψευδομένου, ἂν μὴ ὀμόσῃ; ὁ δὲ ποιητής φησιν ἀληθεύειν “ὅ τι κεν κεφαλῇ κατανεύσῃ” (Il. 1, 527). τὸ μὲν οὖν ὅλον μυθῶδες· καὶ γὰρ οὐδʼ ἀφʼ ἑαυτοῦ ταῦτά φησιν Ὅμηρος, οὐδὲ γινόμενα εἰσάγει, ἀλλʼ ὡς διαδεδομένων περὶ τὴν Ἡροκλέους γένεσιν μέμνηται. ῥητέον δὲ ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ἥραν ὁρκοῦσαν τὸν
Δία· πάντες γὰρ περὶ ὧν ἂν φοβῶνται μὴ ἄλλως ἀποβῇ, πολὺ τῷ ἀσφαλεῖ προέχειν πειρῶνται· διὸ καὶ ἡ Ἥρα, ἅτε οὐ περὶ μικρῶν ἀγωνιζομένη, καὶ τὸν Δία εἰδυῖα ὅτι αἰσθόμενος τὸν Ἡρακλέα δουλεύοντα ὑπεραγανακτήσει, τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν. οὕτως Ἀριστοτέλης.
μείς μηνός κλιθήσεται κατὰ τὴν ἀναλογίαν.
δὲ, ἥν τινες Νικίππην εἶπον, τὴν Σθενέλου γυναῖκα, κυοφοροῦσαν Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν· ὅθεν καὶ τὰ ἑπτάμηνα γεννώμενα τροφῆς μοῖραν ἔλαχεν. βασιλεύων δὲ Εὐρυσθεὺς Ἡρακλεῖ τοὺς ἄθλους ἐπέτασσεν, οὓς τελειώσας κατὰ Ἀθηνᾶς καὶ Ἀπόλλωνος ὑποθήκας ἀθανασίας μετέλαβεν. ἡ ἱστορία παρὰ Ῥιανῷ.
ταύτης· παραλέλειπται δὲ τὸ ἄρθρον καί ἐστιν, μήποτε τῆς ταύτης εὐνῆς ἐπιβῆναι.
ὃν προηδίκησεν.
καὶ μὴ τοσαύτης ὀργῆς κατεχούσης τὴν ψυχήν.
πολλὴ μὲν ἡ καλάμη γίνεται, τουτέστι πολλοὶ ἀναιρεθήσονται, ὁ δὲ ἄμητος ὀλίγος, τουτέστιν ὁ καιρὸς καθʼ ὃν ἀναιρεθήσονται· ἐν οὖν βραχεῖ καιρῷ πολλοὶ φονευθήσονται.
ἐπὶ τοῦ Ἀγαμέμνονος κεῖσθαι, ἵνα σημαίνῃ τὸν μὴ αἴτιον τούτου μηδʼ αὐτὸν μηχανησάμενον τὸ γεγονὸς, ἢ ἀντὶ τῆς μεσότητος δύναται κεῖσθαι, ἀμηχάνως, οἷον ἀβουλεύτως.
ἦσαν πειραθεῖσαι αὐτοῦ. ὁ νοῦς οὖν οὗτος, ὅτι αἱ λοιπαὶ γυναῖκες σὺν τῇ Βρισηίδι δῆθεν ὡς ἐπὶ προφάσει Πατρόκλου ἔκλαιον, τῇ δὲ ἀληθεία ἑκάστη αὐτῶν ἐθρήνει τὴν ἑαυτῆς συμφοράν.
κειμένης, ὕποπτον, τό τε θεοειδής ἀκαίρως προσέρριπται. τεκμήριον δὲ τῆς διασκευῆς τὸ καὶ ἑτέρως φέρεσθαι τὸν στίχον, εἴ που ἔτι ζώει γε Πυρῆς ἐμὸς, ὃν κατέλειπον.
νῦν εἴκασε τὴν Ἀθηνᾶν. οἱ δὲ τὸν ἰκτῖνον, ὅτι ἐφ᾿ ὕψους ἱπτάμενος εὐχερῶς ὅπη θέλει καταράσσει.
ἐπεκδοθείσης διορθώσεως οὐδὲν τοιοῦτο λέγει, διπλῆν δὲ προσθετέον τῷ “δῦνʼ ἄχος ἄτλητον, ὁ δʼ ἄρα Τρωσὶ μενεαίνων,” ὅτι τὸ μενεαίνων νῦν θυμούμενος σημαίνει.
τίθησιν.
τὴν οἱ ἀντὶ γενικῆς κειμένην, ὥσπερ ἐπὶ τοῦ “οἱ δέ οἱ ἐβλάφθησαν” (Il. 23, 387)· ἔστι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆς, ὥσπερ ἐπὶ τοῦ “νεῦσʼ ἐπὶ οἷ καλέσας” (Od. 17, 330) καὶ “προτὶ οἷ δὲ λαβὼν ἔντερα” (Il. 20, 418). οὐ μέντοι ποτὲ ἐν τῇ καλουμένῃ ἐπιταγματικῇ συντάξει· ἄλογον γὰρ τὸ τοιοῦτον ὥστε ἐπιφέρεσθαι
τὴν αὐτοῦ γενικὴν καὶ τὴν οἷ προκεῖσθαι δοτικὴν ὑπάρχουσαν, ὅπερ οὐχ ὑγιές· ἀεὶ γὰρ ταῖς πρωτοτύποις ὁμοιόπτωτος συντάσσεται ἡ αὐτοῦ ἀντωνυμία. πειστέον οὖν Ἀριστάρχῳ γράφοντι πειρήθη δʼ ἕο αὐτοῦ.
“καιροσέων δʼ ὀθονέων ἀπολείβεται” (Od. 7, 107).
τί οὐκ ἔλαβε τὴν μελίαν.
κοιμίζω, ὅθεν καὶ λέχος· “λέξον δή με τάχιστα” (Il. 24, 635).
ἐπιφέρει γὰρ (418) “ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν,” ὡς δηλονότι καὶ παρασχοῦσαι. τοιοῦτος γὰρ ὁ ποιητής· “τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὥσπερ ἔφηνεν” (Il. 2, 318).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.