ΕΙΣ ΤΗΝ Υ.
συνάψομεν τῇ τελευταίᾳ λέξει ὡς ἂν ἐπιθετικὸν ἐκείνης· ἐὰν δὲ ἑνικῶς, βραχὺ διαστελοῦμεν· ἐπὶ γὰρ τοῦ Ἀχιλλέως ἀκουσθήσεται.
αἱ θεαὶ κριθῆναι δοκοῦσι περὶ κάλλους. ὀνομάζεται δὲ Καλλικολώνη, ἐπεὶ τῶν πέριξ τόπων ἐπισημότατός ἐστιν· ἡ ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ. γίνεται δὲ ἐκ τοῦ θορῶ θρῶ.
*ὅτι ἀντὶ τοῦ Θέμιστι.
ἐπὶ τῶν ἑλῶν ἑλειονόμοι.
ἢ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἰοχέαιρα” (Od. 11, 171) “ἠὲ νέον μεθέπεις ἢ καὶ πατρώιός ἐσσι” (Od. 1, 175)· ἐν γὰρ ταῖς τοιαύταις συντάξεσιν ὁ μὲν πρότερος ἤ ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται.
ἑξῆς, ὑποστίζομεν ἐπʼ αὐτό.
ἔνθεο” (Il. 6, 326), οὕτως καὶ τὸ προκείμενον ἑνικῶς καὶ πληθυντικῶς εἰς σύνταξιν παρελεύσεται ἐπιρρήματος· “δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ” καὶ “ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος.” ἐντελῶς δὲ ἐν τῇ B περὶ τῆς προσῳδίας διελάβομεν. διὸ νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήσω, ὡς ὅτι δύναται καὶ τοῦτο καὶ
τὸ ἐν τῇ Ὀδυσσείᾳ (1, 35), λέγω δὲ τὸ “ὡς καὶ νῦν Αἴγισθος ὑπέρμορον,” κατὰ διάλυσιν ἀναγινώσκεσθαι, ὁμοίως τῷ “μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος (336), ὥσπερ ἤδη ἀπεφηνάμην.
τοῦ τρέχων.
πρόθεσις κατὰ ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖσθαι τοῦ λόγου, ὥστε εἶναι ἐπὶ θεῶν Καλλικολώνῃ· διὸ ἐτόλμησάν τινες ἀναστρέψαι. οἱ μέντοι περὶ τὸν Ἀσκαλωνίτην οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ ἑξῆς λέξει· καὶ οὕτως ἐπείσθη ἡ παράδοσις, λέγω δὲ τῇ συντάξει τῆς δοτικῆς· καὶ γὰρ διὰ τῶν ἑξῆς (151) Καλλικολώνης φησὶν οὐ
6 προσνείμας τὸ θεῶν· “οὐδ᾿ ἑτέρως ἐκάθιζον ἐπʼ ὀφρύσι Καλλικολώνης.”
μὲν γὰρ ἐναντιοῦται Ποσειδῶνι, τὸ μερικὸν πῦρ τῷ παντὶ ὑγρῷ· Ἀθηνᾶ δὲ Ἄρει, ἡ φρόνησις τῇ ἀφροσύνῃ· Ἥρα δὲ Ἀρτέμιδι, ὁ περίγειος ἀὴρ τῇ σελήνῃ· Ἑρμῆς δὲ Λητοῖ. ὁ λόγος τῇ λήθῃ· Ἥφαιστος δὲ Ξάνθῳ, τὸ ὅλον πῦρ μέρει τοῦ ὕδατος. διὰ τί δὲ οὗτοι οἱ θεοὶ προῃρηνται βοηθεῖν τοῖς Ἕλλησιν, Ἥρα, Ἀθηνᾶ, Ποσειδῶν,
Ἥφαιστος, Ἑρμῆς, τοῖς δὲ Τρωσὶν Ἄρης, Ἀπόλλων, Ἄρτεμις, Λητῶ, Σκάμανδρος, Ἀφροδίτης Ἥρα μὲν οὖν Ἕλλησι βοηθεῖ, ὅτι γαμήλιός ἐστιν ἡ θεὸς, μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἄλέξανδρον· ἢ ὅτι ἐν τῷ Ἀργει ἐτιμᾶτο λαμπρῶς, ὅθεν φησὶν ὁ ποιητὴς τὸ “Ἥρη τʼ Ἀργείη·” ἢ καὶ ὅτι ὡς τὸ Ἄργος, οὕτως οἰκεία ἦν αὐτῇ καὶ ἡ
Σπάρτη καὶ ἡ Μυκήνη, ὥς φησιν ἐν τῇ Δ (51). Ἀθηνᾶ δὲ ἤτοι διὰ τὸ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου, ἢ διὰ τὸ ἀλλοτρίους εἶναι τῆς συνέσεως τοὺς βαρβάρους. Ποσειδῶν δὲ, ἐπειδὴ οἱ πλείους τῶν Ἑλλήνων νησιῶταί εἰσιν, καὶ διὰ τὸ ὀργίζεσθαι δὲ Λαομέδοντι ἐπὶ ἀποστερήσει μισθοῦ τῆς τειχοποιίας. Ἑρμῆς δὲ ἢ ὅτι ἐξ Ἀρκαδίας,
ἢ ὅτι λόγιος, ἢ ὅτι κήρυκας ἀποσταλέντας πρὸς αὐτοὺς ὑπὸ Ἑλλήνων ἐπὶ διαλύσει τῆς διαφορᾶς Ὀδυσσέα καὶ Μενέλαον ἠβουλήθησαν ἀνελεῖν πεισθέντες Ἀντιμάχῳ· τῶν δὲ κηρύκων προστάτης Ἑρμῆς. Ἥφαιστος δὲ διὰ τὸ μισεῖν Ἄρη, ὅτι ἐμοίχευσεν αὐτοῦ τὴν γυναῖκα Ἀφροδίτην. τοῖς δὲ Τρωσὶ παρέστη Ἄρης, τὸ ὅμοιον μεταδιώκων
φιλοπόλεμος γὰρ ὁ θεὸς, φιλοπόλεμοι δὲ καὶ οἱ Τρῶες· ὁ δὲ Ἀπόλλων ἤτοι διὰ τὸ τόξον. τοξικοὶ δὲ καὶ οἱ Τρῶες, καὶ ἐν πρώτοις Ἀλέξανδρος· ἢ ὅτι κιθαριστὴς καὶ εὔμορφος, ὡς Ἀλέξανδρος. Ἄρτεμις δὲ καὶ Λητῶ χαριζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖς βαρβάροις τιμῶνται. Ξάνθος δὲ ὡς ὑπὲρ οἰκείας χώρας μάχεται. ἡ δὲ Ἀφροδίτη
7 διὰ τὸ ὑπὸ Ἀλεξάνδρου προκριθῆναι· καὶ σχεδὸν εἰπεῖν αὐτὴν ἀνθίστανται τῷ πολέμῳ· καὶ εἰκότως πάρεστι βοηθὸς τοῖς Τρωσίν.
τὸν Ἀσκαλάφου θάνατον ἐκδικῆσαι, ἢ ὅτι ἐν ὄψει τῶν θεῶν ὕβρισεν αὐτὸν εἰποῦσα “μαινόμενε φρένας ἠλέ” (Il. 15, 128). Ἥρᾳ δὲ Ἄρτεμις· ἔστι γὰρ αὐτῇ μητρυιά. Λητοῖ δὲ Ἑρμῆς, δικαίωςʼ μουσικὸς γὰρ ὑπάρχων τὴν τόν μουσικὸν Ἀπόλλωνα γεννήσασαν καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίσηκεν· ἢ ὡς λόγιος καὶ μνήμων
ἀποστρέφεται αὐτὴν ὡς λήθην. Ἥφαιστος δὲ Ξάνθῳ εἰκότως, ὅτι ἡ μὲν τῶν ποταμῶν φύσις πέφυκεν ὑγρὰ, Ἥφαιστος δέ ἐστι τοῦ πυρὸς δεσπότης, οὗ τροφὴ τὰ ξύλα. κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων ἥλιος ὢν ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα. Ἀθηνᾶ δέ ἐστι φρόνησις, Ἄρης δὲ ἀφροσύνη· ἐναντία δὲ καὶ πολέμιά ἐστι ταῦτα ἀλλήλων.
Ἥρα δέ ἐστιν ἀὴρ, Ἄρτεμις δὲ σελήνη, ἀερότεμίς τις οὖσα, ἡ τὸν ἀέρα τέμνουσα ἐξ οὗ ἤρτηται· τὸ δὲ βαρῦνον αὐτὴν πολέμιον νενόμικεν. Ἑρμῆς δέ ἐστι λόγος, Λητὼ δʼ ἀμνημοσύνη, οἷον ληθώ τις τῶν λόγων. Ἥφαιστος δὲ τὸ πῦρ, Ξάνθος δὲ τὸ ὑγρόν· ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ.
μετωνυμία, ὡς ἀπὸ τῆς Ἐνυοῦς τῆς πολεμικῆς δαίμονος.
ἀπὸ τούτου δὲ καὶ κελαδεινή ἀντὶ τοῦ κυνηγετική· κραυγάζουσι γὰρ οἱ κυνηγοί.
ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. τὰ μέντοι εἰς κος λήγοντα δισύλλαβα, οὐ παρεσχηματισμένα εἰς γένος θηλυκὸν, φύσει μακρῷ παραληγόμενα, βαρύνεσθαι θέλει, οἷον φῶκος θῶκος· οὕτως σῶκος. σεσημείωται τὸ σηκός.
τουτέστιν ὁρμῶν ταχέως· ἄγγελος γὰρ ὁ θεός.
δῆμον” (Od. 8, 390).
ἐν ἀρχῇ λόγου, ἀλλὰ τοῖς ῥηθεῖσιν ἐπιλέγει. καὶ τούτῳ γε παῤ αὐτῷ διαφέρει τοῦ ἔφη, ὅτι τὸ μὲν καὶ προτάττεται καὶ ὑποτάττεται. Ἀρίσταρχος δὲ ἡ δʼ ἄμυδις στήσασα, καὶ αἱ πλεῖσται. τὸ δὲ ἄμυδις ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο.
ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι τοὐναντίον ὁ Ζεὺς λέγει “εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, οὐδὲ μίνυνθʼ ἕξουσι” (26), καὶ σώζει μᾶλλον τὴν Ἀχιλλέως ἀξίαν. ἡ δὲ Ἥρα φησὶ τοὺς θεοὺς κατεληλυθέναι, ὅπως μὴ πάθῃ τι ὑπὸ τῶν Τρώων ὁ Ἀχιλλεύς.
(Il. 5, 774) καὶ “ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε” (Od. 10, 513). καὶ τούτῳ πεπλεόνακεν Ἀλκμὰν, διὸ καὶ Ἀλκμανικὸν καλεῖται, οὐχ ὅτι πρῶτος αὐτῷ ἐχρήσατο.
δὲ παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας, μὴ δοὺς τὸν μισθὸν, ἀπήλασεν αὐτούς. ἀγανακτήσας δὲ Ποσειδῶν ἔπεμψε τῇ χώρᾳ κῆτος, ὃ τούς τε παρατυγχάνοντας ἀνθρώπους καὶ τοὺς γιγνομένους καρποὺς διέφθειρεν. μαντευομένῳ δὲ Λαομέδοντι χρησμὸς ἐδόθη Ἡσιόνην τὴν θυγατέρα αὐτοῦ βορὰν ἐκθεῖναι τῷ κήτει καὶ οὕτως ἀπαλλαγήσεσθαι
τοῦ δεινοῦ. προθεὶς δὲ ἐκεῖνος τὴν θυγατέρα, μισθὸν ἐκήρυξε τῷ τὸ κῆτος ἀνελόντι τοὺς ἀθανάτους ἵππους δώσειν, οὓς Τρωὶ Ζεὺς ἀντὶ Γανυμήδους ἔδωκεν. Ἡρακλῆς δὲ παραγενόμενος ὑπέσχετο τὸν ἆθλον κατορθώσειν, καὶ Ἀθηνᾶς αὐτῷ πρόβλημα ποιησάσης τὸ καλούμενον ἀμφίχυτον τεῖχος, εἰσδὺς διὰ τοῦ στόματος εἰς τὴν κοιλίαν τοῦ
κήτους, αὐτοῦ τὰς λαγόνας διέφθειρεν. ὁ δὲ Λαομέδων ὑπαλλάξας θνητοὺς δίδωσιν ἵππους. μαθὼν δὲ Ἡρακλῆς ἐπεστράτευσε καὶ Ἴλιον ἐπόρθησε, καὶ οὕτως ἤλαυνε τοὺς ἵππους. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.
τὸ δὲ ὑπερβατὸν οὐκ εὖ ἔχει.
ἀρχὴν, ὥσπερ ἐπὶ τοῦ ἑόν ἑοῦ ἑῷ· ἅμα δὲ τῷ πλεονασμῷ μετέβη καὶ τὸ πνεῦμα.
ἐστὶν ἀνελέσθαι τὸν νεκρὸν καὶ τὰ ὅπλα· νῦν δὲ παντελῶς ἐκλελυμένος τις ὁ Ἀχιλλεὺς φαίνεται, τῷ πρώτῳ συστάντι τοιαῦτα λέγων.
τοῖς ὕδασι. προσοκείλας δὲ τῇ Ἴδῃ τὴν Δαρδανίαν ἔκτισεν. ἑτέρα δὲ ἡ τῆς Ἰλίου Δαρδανία, ὥσπερ καὶ ἡ Φρυγία· οἱ δὲ νεώτεροι συγχέουσιν.
γὰρ πασῶν ἠράσθη.
ἀνθέρικος καλεῖται ὁ τοῦ ἀσφοδέλου καυλός· ἔστι δὲ τὸ φυτὸν λαχανῶδες.
*ῥηγμῖνος τῆς ἐπιφανείας τῆς θαλάττης.
ἀνήρπασαν· εἰσὶ μέντοι οἳ τὸν ἄν σύνδεσμον παρέλαβον, ὧν ἐστὶ καὶ Ἀπολλώνιος ὁ τοῦ Θέωνος, τοιοῦτόν τι ἐκδεχόμενος, ἀνήρπασαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διὶ χάριν τοῦ κάλλους, εἰ ἔζη. τοῦτο δέ φησιν, ἐπεὶ οὐδαμοῦ παρεισάγει αὐτὸν ὁ ποιητὴς τῷ Διὶ διακονούμενον· ἡ γὰρ Ἥβη βλέπεται καὶ ὁ Ἥφαιστος. πρὸς δὲ ταῦτα ὑγιῶς ἀπεφήναντό
τινες, καὶ ὁ Ἀσκαλωνίτης, ὡς ὅτι ὁ ποιητὴς τῷ ἠρείψαντο οὐδέποτε ἐχρήσατο ἄνευ τῆς προθέσεως. δεύτερον ὡς εἰ ἦν ὁ ἄν σύνδεσμος, ἐχρῆν τινὰ αἰτίαν ἐπενεχθῆναι, ὥσπερ ἐπὶ τοῦ “οὐδ᾿ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ, εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο παῦσεν ἀριστεύοντα μάχης” (Il. 11, 504). πῶς δὲ ἐν
ἑτέροις περὶ τῆς ἁρπαγῆς τοῦ Γανυμήδους ὑπόμνησιν ποιεῖται, ὁπότε ὁ Διομήδης λέγει “τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχʼ υἷος ποινὴν Γανυμήδεος” (Il. 5, 262); ἀλλὰ, φησὶν, οὐ διακονεῖται. εὐλόγως, πρῶτον μὲν ὅτι τὰ πάντα συμπόσια δύο ἐστὶν, ἓν μὲν ἐν τῇ A, ἐν ᾧ ὁ Ἥφαιστος παρεισάγεται διακονούμενος ἕνεκα
γέλωτος, ἄλλο δὲ ἐν τῇ Δ, ὅπου ἡ Ἥβη κοινῶς οἰνοχοεῖ πᾶσι θεοῖς. ἔχομεν δὲ ἡμεῖς προσθεῖναι τὸ κυριώτατον, φημὶ δὴ τὸ τῆς συντάξεως· 22 23 24 25 ὁ γὰρ καί σύνδεσμος ἐναντίος ἐστὶ τῷ ἄν. ὁ μὲν γὰρ τίθησι, μᾶλλον δὲ συμπλέκει, ὥσπερ ἐπιζητῶν καὶ ἕτερα συμπλέξαι· ὁ δὲ ἄν σύνδεσμος ἀναιρεῖ τὰ παρῳχημένα.
Διὶ διὰ τὸ κάλλος. καὶ ὅτι ὁ καί περισσός.
καὶ ἐν τῇ Ὀδυσσείᾳ (15, 251) ἐπὶ τοῦ Κλείτου οὐ δεόντως.
στίχοι πέντε, ὡς ἄκαιροι καὶ ὀχληροὶ προειρημένου τοῦ “ἀλλ᾿ ἄγε μηκέτι ταῦτα λεγώμεθα” (244). τοῦτο δὲ περιγράφοντός ἐστι τὸν λόγον· πῶς οὖν καθάπερ ἄλλην ἀρχὴν ποιούμενος ἔτι ἀναλαμβάνει “ἀλλὰ τίη ἔριδας;” καὶ τὰ λεγόμενα ἀνάξια τῶν προσώπων. καὶ παρὰ βαρβάροις δέ ἐστι τὸ τὰς γυναῖκας προερχομένας λοιδορεῖσθαι,
ὡς παρʼ Αἰγυπτίοις. περὶ δὲ τοῦ η τοῦ ὑποτασσομένου τῷ τί καὶ τῷ ἐπεί ἐδηλώσαμεν ἐν τοῖς πρὸ τούτων, ὡς τῷ τί ὑποτασσόμενος μὲν ἐγκλίνεται, τῷ δὲ ἐπεί περισπᾶται.
τε καὶ οὐκί, τά τε ταῖς ἀληθείαις ὄντα καὶ μή. τὰ δὲ φαυλότερα τῶν ἀντιγράφων ἐτεά ἔχει, τουτέστιν ἀληθῆ.
καὶ ἄθλαστα τὰ ἡφαιστότευκτα.
τῆς χρυσῆς πτυχῆς πρώτης κατὰ τὴν ἐπιφάνειαν κειμένης νοητέον τὸ δόρυ τῆς πλείονος ὁρμῆς ἐγκοπὴν εἰληφέναι, διακεκόφθαι μέντοι τὸ σάκος ἕως τῆς τρίτης πτυχῆς, ὃν τρόπον ἐπὶ τῆς πτυχῆς Μενελάου λέγει “ἥ οἱ πλεῖστον ἔρυτο, διὰ πρὸ δὲ εἴσατο καὶ τῆς” (Il. 4, 138).
ὑποστησάμενος τὴν ἀσπίδα νῦν τοῦτο λέγει; ῥητέον οὖν ὅτι ὁ χρυσὸς ὢν μαλθακώτερος χαλκοῦ ἢ σιδήρου ἐνέδωκε τῷ δόρατι καὶ ἐκοιλάνθη, καὶ ἐγένετο κοιλότης, οὐ τρῶσις.
Αἰνείαο. οὐκ ἐκ χειρὸς δὲ ἐπέτυχεν ὁ Ἀχιλλεὺς, ὅπερ διὰ τοῦ 31 νύξε σημαίνεται, ἀλλὰ βέβληκε τὸ δόρυ· διὸ καὶ ἑξῆς βέλος αὐτὸ εἴρηκεν.
(291). διορθωτέον οὖν αὐτὰ ὡς ἐν τῇ B (261) “εἰ μὴ ἐγώ σε λαβών.”
ἔνιοί φασιν, ὅτι ἐπετίθετο τῇ βασιλείᾳ. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ μάψ πρὸς τὸ σαφέστερον.
οἱ ἀπʼ Ἀγχίσου Τρώων βασιλεύσουσιν, Ἀγχίσῃ ἤδη παρηκμακότι συνῆλθεν· τεκοῦσα δʼ Αίνείαν, καὶ βουλομένη πρόφασιν κατασκευάσαι 32 33 34 35 τῆς τῶν Πριαμιδῶν καταλύσεως, Ἀλεξάνδρῳ πόθον Ἑλένης ἐνέβαλε, καὶ μετὰ τὴν. ἁρπαγὴν τῷ μὲν δοκεῖν συνεμάχει τοῖς Τρωσὶ, ταῖς δὲ ἀληθείαις παρηγόρει τὴν ἧτταν αὐτῶν, ἵνα μὴ παντελῶς ἀπελπίσαντες ἀποδῶσι τὴν Ἑλένην. ἡ ἱστορία παρὰ Ἀκουσιλάῳ.
φυλάσσειν τὸν τόνον, ἵν᾿ ᾖ ἀπορούσας· ὅπερ καὶ βέλτιον.
παρὰ Ῥιανῷ τὸν καὶ νεικείων.
πρώτης συζυγίας τῶν περισπωμένων.
δεῖξιν λέγεται καὶ τὸ “τοσσῆσδʼ ὑσμίνης” (359). Ἀρίσταρχος μέντοι καὶ οἱ πλείους παρολκὴν ἐξεδέξαντο τοῦ δε, καὶ ἐπείσθη ταύτῃ τῇ ἀναγνώσει ἡ παράδοσις. οὐκ ἀδόκιμος δὲ καὶ ἡ τοῦ Ἀσκαλωνίτου.
πορεύομαι.
ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ.
σχεδόν, οἷον σχέδην, ἐκ τοῦ σύνεγγυς.
ἡ ὁξεῖα.
λαβὼν ἀποικίαν ἔστειλεν εἰς Μίλητον καὶ τὴν Καρίαν ἐξ Ἀθηνῶν καὶ τῆς Ἀχαιϊκῆς Ἑλίκης. παραγενόμενος δὲ εἰς τὴν Καρίαν ἱερὸν Ποσειδῶνος ἱδρύσατο, καὶ ἀπὸ τοῦ ἐν Ἑλίκῃ τεμένους Ἑλικώνιον προσηγόρευσε. δοκεῖ δʼ ἐπὰν θύωσι τὸν θεὸν βοησάντων μὲν τῶν βοῶν προσδέχεσθαι τὸ θεῖον τὴν θυσίαν· σιγῶντα δὲ λυποῦνται, μηνίειν
νομίζοντες. ἡ ἱστορία παρὰ Κλειτοφῶντι.
τὸν στατὸν θώρακα διπλοῦς ἦν ὁ θώραξ.
διὰ τοῦ ῥεῖα μάλʼ.
διὰ μέσου. ἢ κοινὸν ἄνωθεν τὸ ἔτυψε ἀπὸ τοῦ “τὸν δὲ σχεδὸν ἄορι τύψας.”
“μήπω μʼ ἐς θρόνον ἵζε, διοτρεφές” (Il. 24, 553)· “οὔπω μίν φασι φαγέμεν” (Od. 16, 143). οὕτως οὖν καὶ τὸ “εἴ πως εὑ πεφίδοιτο” οὐκ ἀναγκαστικὴν ἕξει τὴν ἐπὶ τοῦ πως ὀξεῖαν. ὁ μέντοι Ἀρίσταρχος γενόμενος κατὰ ταύτην τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο, ἐγκλίνοντα δεῖν τῷ τόνῳ καὶ δασύνοντα λέγειν τὴν τρίτην συλλαβήν· σημαίνει
γὰρ εἴ πως αὐτοῦ· διὸ καὶ ἡ διπλῆ.
πολλὴ γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων, τοῦ ἥπατος καὶ τῆς κοιλίας.
ἐνεφύσησεν.
πρὸς τὴν ἐπιφερομένην δοτικὴν τὴν ποσσίν, ὁμοίως τῷ “ ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ᾿ ἀελλής” (ll. 3, 13).
Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.